← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§718.20-719.38

早期原理学说的困境与至高理智的必然性

在本段中,亚历山大注释了亚里士多德对先行动物哲学家(阿那克萨戈拉、一元论者、赫西俄德、巴门尼德及理念论者等)在原理学说上的缺陷与自相矛盾的批判,并阐明必须假定一个作为终极动力因与目的因的至高理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.35#2

ψεῦδος ἄρα ὅτι τὸ νεῖκος ἄφθαρτόν ἐστιν ὡς Ἐμπεδοκλῆς ἀποδέχεται. Ἀναξαγόρας δὲ ἀρχὴν κινητικὴν τὸ ἀγαθὸν ἤτοι τὸν νοῦν ἐτίθετο. ἀλλ’ ἐπεὶ τὸ κινοῦν ἕνεκά τινος κινεῖ, ἔσται τι οὗ ἕνεκα ὁ νοῦς κινεῖ, καὶ τί ἐστι τοῦτο λεγέτωσαν. πλήν, φησίν, ἐὰν λέγῃ ὁ Ἀναξαγόρας, ὥσπερ καὶ ἡμεῖς φαμεν.1 ἡμεῖς μὲν λέγομεν ὅτι ἡ ἰατρικὴ τὸ εἶδός πως οὖσα τῆς ὑγιείας, ὅταν τι κινῇ ἕνεκεν τῆς ὑγιείας, ἕνεκεν ἑαυτῆς τοῦτο κινεῖ. εἰ οὖν καὶ ὁ Ἀναξαγόρας περὶ τοῦ νοῦ οὕτω λέγει ὅτι τὸ κινοῦν καὶ οὗ ἕνεκεν κινεῖ αὐτός ἐστι, καὶ διὰ τοῦτο πᾶν ὃ ἂν κινῇ ἕνεκεν αὐτοῦ τὸ κινούμενον κινεῖται, λέγοι ἂν οὕτω λέγων εὔλογα. ἐγκαλεῖ δὲ τῷ Ἀναξαγόρᾳ καὶ ἕτερον λέγων ἄτοπον δὲ τὸν νοῦν ἀγαθὸν λέγοντα μὴ ποιῆσαι αὐτῷ ἐναντίον τὸ κακόν· τῶν γὰρ ἐναντίων θατέρου ὄντος ἐν ὑπάρξει, ἀνάγκη καὶ θάτερον εἶναι. τοῖς δὲ κατὰ μέρος τούτοις καὶ ἕτερον ἐπάγει κοινὸν πᾶσιν ἔγκλημα λέγων, εἴ τις μὴ ῥᾳθυμήσῃ μηδ’ ἀποκνήσῃ τὰ αὐτῶν μετελθεῖν, ἀλλὰ ἀκριβῶς μετέλθῃ, εὑρήσει πάντας ἐξ ὧν λέγουσιν ἀρχὰς ποιοῦντας τὰ ἐναντία, μὴ χρωμένους δὲ ἐν τῇ τῶν πραγμάτων γενέσει, ἀλλὰ τρεπομένους εἰς ἕτερον. τοῦτο δὲ πολλαχῶς αὐτοῖς ἐνεκάλεσε καὶ πολλαχοῦ τῆς προσηκούσης τετύχηκε σαφηνείας. ἀλλὰ καὶ ὅσοι ἀρχὰς λέγουσι πάντα ἐκ τῆς ὑποτεθείσης αὐτοῖς ἀρχῆς γεννῶντες, οἷον οἱ τὸ ὕδωρ ἀρχὴν τιθέμενοι ἐξ αὐτοῦ καὶ οὐρανὸν καὶ γῆν καὶ πάντα γενέσθαι λέγοντες, τὴν αἰτίαν τοῦ διὰ τί τὰ μὲν αὐτῶν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα, λέγειν ἐρρᾳθύμησαν. ἀναγκαῖον γὰρ ἦν εἰπεῖν διὰ τί ἐκ τῶν αὐτῶν ὄντα ἀρχῶν τὰ μὲν αὐτῶν φθαρτά ἐστι τὰ δὲ ἄφθαρτα. ὁ μὲν γὰρ Ἀριστοτέλης ἐξ ἄλλου μὲν ποιῶν (ἐκ γὰρ τοῦ πέμπτου σώματος) τὰ οὐράνια, ἐξ ἄλλων δὲ τὰ ἐν γενέσει, ἔσχε λέγειν καὶ διὰ τί τὰ μὲν αὐτῶν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα· ἐκεῖνοι δὲ οὐχ ἕξουσι, τὸ αὐτὸ πᾶσιν ὑποκείμενον ποιοῦντες. Ἔτι, φησίν, ἄλλοι μέν, ὡς οἱ περὶ Ἡσίοδον, ἐκ τοῦ μὴ ὄντος πάντα γεννῶσι, καὶ λεγέτωσαν διὰ τί· οἱ δ’ ὥσπερ οἱ περὶ Παρμενίδην, ἵνα μὴ τοῦτο πάθωσι (κοινὴ γὰρ δόξα τῶν φυσικῶν πάντων τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ ὄντος γίνεσθαι), ἕν φασι τὸ ὂν καὶ ἀγέννητον. ἀλλὰ καὶ διὰ τί ἐστι γένεσις καὶ τί τὸ αἴτιον τοῦ ἀεὶ γένεσιν εἶναι οὐδεὶς λέγει. ταῦτα εἰπὼν λέγει ὅτι καὶ τοῖς δύο ἀρχὰς ποιοῦσιν, οἷον τὰ ἐναντία, καὶ τοῖς τὰ εἴδη, οὐκ ἀρκεῖ ταῦτα πρὸς τὸ τὰ ὄντα ἔχειν ὥσπερ ἔχει, ἀλλ’ ἀνάγκη ἄλλην ἀρχὴν κυριωτέραν τούτων ὑποθέσθαι, ἣν οὗτος εἶπε τὸν πολυτίμητον νοῦν. ἐξ αὐτοῦ γὰρ πάντα καὶ εἰς αὐτὸν ἐπιστρέφει. καὶ τὴν αἰτίαν τοῦ ἀναγκαῖον εἶναι ἄλλην ἀρχὴν ὑποθέσθαι κυριωτέραν τίθησι λέγων ‘ἐπεὶ γὰρ τῇ μεθέξει κατὰ τοὺς λέγοντας τῶν εἰδῶν τὰ τῇδε γίνεται, πῶς, φησί, μεθέξει τούτων ἡ ὕλη, εἰ μὴ ἔστιν ἄλλο κυριώτερον τὸ κινῆσον ἀμφότερα, τήν τε ὕλην καὶ τὴν ἀπὸ τοῦ εἴδους ἐν τῇ ὕλῃ γινομένην, ὡς αὐτοί φασιν, ἀπόρροιαν’; εἰ γὰρ ἀπόρροιαί τινες ἐκ τῶν εἰδῶν ἀπορρέουσαι καὶ συντιθέμεναι τῇ ὕλῃ τὰ τῇδε γίνεται,2 ἀνάγκη πάντως εἶναι τὸ κινοῦν καὶ τὴν ὕλην πρὸς τὸ δέξασθαι τὴν ἀπόρροιαν καὶ τὴν ἀπόρροιαν πρὸς τὸ συγγενέσθαι τῇ ὕλῃ. καὶ τοῖς μὲν ἄλλοις θεολόγοις τοῖς ἀρχὰς τὰ ἐναντία λέγουσιν ἀνάγκη κατ’ αὐτοὺς τῇ φιλοσοφίᾳ καὶ τιμιωτάτῃ καὶ βεβαιοτάτῃ ἐπιστήμῃ εἶναί τι ἐναντίον. εἰ γὰρ ἡ ἐπιστήμη ταὐτόν ἐστιν, ὥσπερ πρὸ ὀλίγου εἴρηται, τῷ ἐπιστητῷ, εἰ ἔστι τῇ ἀρχῇ τῷ κυρίως ἐπιστητῷ ἐναντίον, ἔσται καὶ τῇ ἐπιστήμῃ. ἀλλ’ ἐκείνοις μὲν συμβαίνει τοῦτο τὸ ἄτοπον τὸ εἶναί τι ἐναντίον τῇ σοφίᾳ, ἡμῖν δέ, φησίν, οὐδαμῶς. οὐδὲν γάρ ἐστιν ἐναντίον τῷ πρώτῳ αἰτίῳ τῷ πολυτιμήτῳ νῷ, ὥστε οὐδὲ τῇ περὶ αὐτὸ ἐπιστήμῃ. καὶ τὴν αἰτίαν τοῦ μηδὲν εἶναι ἐναντίον τῷ πρώτῳ αἰτίῳ συντόμως τέθεικεν εἰπὼν πάντα γὰρ τὰ ἐναντία ὕλην ἔχει καὶ ἐν ὕλῃ ἔστι καὶ δυνάμει ἐστὶ τὸ ἐναντίον· τὸ γὰρ λευκὸν δυνάμει τὸ μέλαν ἐστίν. ὥστε εἴπερ ἐστὶ τῇ πρώτῃ ἀρχῇ ἐναντίον, οὐδὲν δὲ ἐναντίον καθ’ αὑτό ἐστιν, ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ἐν ὕλῃ, ἡ δὲ πρώτη ἀρχὴ ἀυλοτάτη καὶ ἐνέργεια οὖσα καὶ πάντῃ τοῦ δυνάμει ἀμοιροῦσά ἐστιν, οὐκ ἂν εἴη αὐτῇ ἐναντίον τι.3 ὥστε οὐδὲ τῇ περὶ αὐτὴν ἐπιστήμῃ ἔσται ἐναντία ἡ ἄγνοια· εἰ γάρ ἐστιν ἡ ἄγνοια ἐναντίον τῇ τοιαύτῃ ἐπιστήμῃ, ἔσται καὶ τὸ περὶ ὃ ἡ ἄγνοια ἐναντίον τῇ πρώτῃ ἀρχῇ.

因此,像恩培多克勒所承认的那样纷争是不灭的,乃是虚妄的。另一方面,阿那克萨戈拉将善即理智设定为推动的本原。但既然推动者是为了某种事物而推动,那么就会有理智为之推动的某种事物存在,且让他们说明这究竟是什么。他说,除非阿那克萨戈拉像我们所说的那样论述。我们说,医术在某种意义上作为健康的形相,每当它为了健康而推动某物时,就是为了自身而推动此物。因此,如果阿那克萨戈拉关于理智也是这样说,即推动者与其为之推动者乃是理智自身,并且正因如此,无论它推动什么,被推动者都是为了它而运动,那么他若这样说就是合理的了。然而,他还因另一件事责难阿那克萨戈拉,指出将理智称为善却不把恶设定为它的相反者是荒谬的;因为在相反者之一现实存在时,另一方必然也存在。在这些个别的指责之外,他还对所有人提出了另一项共同的指责,指出如果有人不懈怠也不畏缩地考察他们的主张,而是准确地进行考察,就会发现所有人都依据自己所论述的将相反者作为本原,但在事物的生成中却不去使用它们,而是转向了别的事物。这一点他曾以多种方式责难他们,并且在许多地方都达到了应有的清晰。不仅如此,凡是从自己所设定的本原中生成万物而谈论本原的人——例如那些把水设定为本原,并宣称天、地以及万物皆从水中产生的人——都疏忽了说明为什么其中有些事物是可灭的而另一些是不可灭的原因。因为既然万物出自同一诸本原,说明为什么其中有些是可灭的而另一些是不可灭的,乃是必然的。因为亚里士多德通过把天体由另一种事物(即第五种物体)生成,而把处于生成之中的事物由另一些事物生成,因而能够说明为什么其中有些是可灭的而另一些是不可灭的;但那些人却无法说明,因为他们把同一事物作为一切事物的基底。他又说,此外,其他人如赫西俄德一派从非存在中生成万物,且让他们说明为什么;而另一些人如巴门尼德一派为了不遭受这种困难(因为一切事物皆不可能从绝不存在者中产生乃是所有自然哲学家的共同见解),便宣称存在是一且不生。然而,为什么存在着生成,以及生成永恒存在的原因究竟是什么,却无人说明。在讲完这些之后他说,无论是对于建立两个本原(如相反者)的人,还是对于以形式为本原的人来说,这些都不足以使存在之物如其所是地存在,而是必须假定另一个比它们更为主导的本原,他〔亚里士多德〕称之为尊贵无比的理智。因为万物皆出自它并归向它。他进而陈述了必须假定另一个更为主导的本原的原因,说道:“因为按照那些人的说法,既然此界之物是通过分有形式而生成的,那么,”他说,“如果不存在另一个更为主导的事物来推动质料以及如他们所说从形式在质料中产生的流射这两者,质料又将如何分有它们呢?”因为如果此界之物是由于从形式中流出的某些流射物与质料相结合而生成的,那么必然完全存在着某种推动者,既推动质料以接纳流射,又推动流射以与质料结合。而对于那些宣称相反者为本原的其他神学家来说,按照他们的观点,哲学即最尊贵、最稳固的知识必然有某种相反者。因为正如不久前所说,如果知识与可知者是同一的,那么如果在作为严格意义上的可知者的本原上有相反者存在,在知识上也就会有相反者存在。他说,然而对他们来说会产生智慧有某种相反者这种荒谬后果,但对我们来说则绝非如此。因为对于第一原因即尊贵无比的理智没有任何相反者,因此关于它的知识也没有任何相反者。他简要陈述了第一原因没有任何相反者的原因,指出“因为一切相反者都具有质料、存在于质料中,并且相反者在潜能中存在(因为白在潜能上就是黑)”。因此,如果第一本原真有相反者——但任何相反者都不是自在存在的,而是在主体和质料中存在,而第一本原是最为非物质的、作为现实存在且完全不分有潜能——那么它就不可能有任何相反者。因此,无知也不会是关于它的知识的相反者;因为如果无知是这种知识的相反者,那么无知所关涉的对象也就会是第一本原的相反者。

语法注3 条
  1. 12.35πλήν, φησίν, ἐὰν λέγῃ ὁ Ἀναξαγόρας, ὥσπερ καὶ ἡμεῖς φαμεν.

    属于惯用的省略结构,πλήν 后接 ἐάν 从句,省去了主句的归结部分(相当于“除非……”或“若……则另当别论”)。此处为前文就理智的目的因所提出的难点引入了例外情形。

  2. 12.35ἀπόρροιαί τινες ἐκ τῶν εἰδῶν ἀπορρέουσαι καὶ συντιθέμεναι τῇ ὕλῃ τὰ τῇδε γίνεται

    主格分词短语 ἀπόρροιαί τινες ... ἀπορρέουσαι καὶ συντιθέμεναι 与句子的主语和谓语动词 τὰ τῇδε γίνεται(“此界之物生成”)之间构成了语法脱节(破格),在语义上实际表示伴随或手段情况(“通过从形式中流出的流射物与质料相结合”)。

  3. 12.35ὥστε εἴπερ ἐστὶ τῇ πρώτῃ ἀρχῇ ἐναντίον, οὐδὲν δὲ ἐναντίον καθ’ αὑτό ἐστιν, ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ἐν ὕλῃ, ἡ δὲ πρώτη ἀρχὴ ἀυλοτάτη καὶ ἐνέργεια οὖσα καὶ πάντῃ τοῦ δυνάμει ἀμοιροῦσά ἐστιν, οὐκ ἂν εἴη αὐτῇ ἐναντίον τι.

    此长句的论辩结构较为复杂。在 εἴπερ ἐστὶ ...(“纵使第一本原真有相反者”)的假设之后,接连由两个带 δέ 的转折从句构成前提(大前提 οὐδὲν δὲ ...[“但相反者绝非自在存在,而是在质料中”]与小前提 ἡ δὲ πρώτη ἀρχὴ ...[“而第一本原是纯粹现实且无质料”]),最终引出归结句 οὐκ ἂν εἴη αὐτῇ ἐναντίον τι(“便不可能有任何与它相反者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:718.20-719.38