← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§717.1-718.20

对将万物归因于相反者之说的批判

亚历山大逐条注解了亚里士多德在 1075a25 中批判前人将万物归于相反者所带来的困难,评述其善恶本原学说以及恩培多克勒对友爱的二重处理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.35#1

" Ὅσα δὲ ἀδύνατα ἢ ἄτοπα συμβαίνει τοῖς ἄλλως λέγουσιν ἕως τοῦ δεῖ μὴ λανθάνειν." Εἰπὼν τὰ δοκοῦντα αὐτῷ νῦν ἃ ἐν ταῖς ἄλλαις ἁπάσαις αὐτοῦ πραγματείαις εἴρηκε τοὺς ἄλλους λέγειν συντόμως ἐκτίθεται,1 λέγων δεῖ μὴ λανθάνειν ὅσα ἄτοπα καὶ ἀδύνατα συμβαίνει τοῖς ἄλλως ἢ ὡς ἡμεῖς λέγομεν εἰποῦσι. καὶ τίνα τὰ ὑπ’ ἐκείνων λεγόμενα ἐκτίθεται. πάντες γάρ, φησίν, ἐξ ἐναντίων ποιοῦσι πάντα, οὔτε τὸ πάντα γεγενῆσθαι λέγοντες ὀρθῶς (οὐ γὰρ πάντα γέγονεν) οὔτε τὸ ἐξ ἐναντίων (οὐ γάρ εἰσι πᾶσιν ἐναντία· τῷ γὰρ κυκλοφορητικῷ σώματι οὐδέν ἐστιν ἐναντίον)· ὥστε, ᾗ μὲν τινὰ γέγονε τινὰ δὲ οὐ γέγονεν, οὗτοι δὲ πάντα γενέσθαι ἔλεγον, οὐκ ὀρθῶς ὑπελάμβανον· ὁμοίως ἐπεὶ τισὶ μέν εἰσιν ἐναντία τισὶ δὲ οὐκ ἔστι, πᾶσι δ’ ἀπεφαίνοντο ὡς ἔστιν ἐναντιότης, ἐσφάλλοντο. ἀλλὰ καὶ ὅσοις ἐστὶν ἐναντίον πῶς ἐκ τοῦ ἐναντίου τὰ ἐναντία γίνεται οὐ λέγουσιν· οὐ γὰρ γίνεται ἡ λευκότης μελανία, οὐδὲ πάσχει ὅλως ἡ λευκότης ὑπὸ τῆς μελανίας. ἡμῖν δέ, φησί, λύεται αὕτη ἡ ζήτησις ὑποθεμένοις τρίτον ὑποκείμενον τὴν ὕλην.2 οἱ δέ, ὥσπερ ὁ Πλάτων, τὸ ἕτερον τῶν ἐναντίων ἐποίουν ὑποκείμενον τῷ ἑτέρῳ· τὸ γὰρ κακὸν καὶ τὸ ἄνισον (ἔλεγε δὲ διὰ τοῦ κακοῦ καὶ ἀνίσου τὴν ὕλην) ὑποκείμενον ἐποίει τῷ ἑτέρῳ τῶν ἐναντίων τῷ ἀγαθῷ καὶ ἴσῳ, διὰ τοῦ ἀγαθοῦ καὶ ἴσου πάλιν τὸ εἶδος αἰνιττόμενος. ἐπεὶ δὲ ὁ Πλάτων τὴν ὕλην ποτὲ μὲν κακὸν ἐκάλει ποτὲ δὲ ἄνισον καὶ ἄλλοτε πολλά, ὁμοίως καὶ τὸ εἶδος ὁτὲ μὲν ἀγαθὸν ὁτὲ δὲ ἴσον καὶ ἄλλοτε ἕν, εἰπὼν ὅτι τὸ ἄνισον ὑποκείμενον ποιοῦσι τῷ ἴσῳ, ἐπήγαγεν ἢ τῷ ἑνὶ τὰ πολλά. ἀλλ’ οὐδὲ οὗτοι, φησίν, εἰρήκασι τὸν τρόπον, καθ’ ὃν τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπόκειται. ἐγκαλεῖ δὲ αὐτοῖς ὅτι τὴν ὕλην ἔλεγον ἐναντίον· οὐ γάρ ἐστιν ἡ ὕλη ἐναντίον τῷ εἴδει, ἥτις καὶ συνυπάρχει αὐτῷ, ἀλλ’ ἡ στέρησις. ὥστε τὸ μὲν τὴν ὕλην λέγειν ὑποκείμενον τῷ εἴδει καλῶς λέγεται αὐτοῖς, τὸ δὲ λέγειν ἐναντίον τῷ εἴδει, οὐ καλῶς· τὰ γὰρ ἐναντία οὐδέποτε συνυπάρχειν δύναται. ἐπειδὴ δὲ καὶ ὁ Ἀριστοτέλης καὶ μᾶλλον καὶ μάλιστα τὴν ὕλην ὑποκείμενόν φησιν, ὥσπερ ἀπολογούμενος ὑπὲρ ἑαυτοῦ λέγει, ἀλλ’ ἡμῖν λύεται τὸ τοιοῦτον ἄτοπον· εἰ γὰρ καὶ ὑποκείμενον λέγομεν τὴν ὕλην, ἀλλ’ οὐδενὶ αὐτήν φαμεν ἐναντίαν, ἀλλὰ τὰ χάριν αὐτῆς μαχόμενα τὸ εἶδος καὶ τὴν στέρησιν. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα ὧδε καὶ γὰρ ἡ ὕλη ἡ μία· καὶ εἴη ἂν λέγων ‘καὶ γὰρ ἡ ὕλη ἡ πρώτη οὐδενί ἐστιν ἐναντία (ἄποιος γάρ ἐστιν), ἡ γῆ δὲ καὶ τὸ πῦρ καὶ τὰ μεταξύ, ἅπερ εἰσὶ προσεχεστέρα ὕλη, ἔχει πρὸς ἄλληλα ἐναντίωσιν’. Ἔτι, φησίν, εἰ ὑπόκειται τὸ κακὸν καὶ πάντα ἐστὶν ἐκ τοῦ κακοῦ, πάντα μεθέξει τοῦ κακοῦ καὶ οὐδὲν ἔσται ἀγαθὸν πλὴν τοῦ ἑνός, ὃ καθ’ αὑτὸ εἶναι ἔλεγον. ἀλλ’ οἱ μὲν περὶ Πλάτωνα ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐτίθεντο, οἱ δὲ ἄλλοι, οἷον οἱ Πυθαγόρειοι, ἐνίστανται φάσκοντες ὅτι τὸ ἀγαθὸν οὐκ ἔστιν ἀρχή· καὶ πῶς οἱ Πυθαγόρειοι τὸ ἀγαθὸν καὶ ἄριστον ἀρχὴν εἶναι οὐκ ἐβούλοντο, εἴρηται ἐν τῷ παρόντι βιβλίῳ ἐξηγουμένοις τὴν λέξιν τὴν “ὅσοι δὲ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι.’’ ἄλλοι δέ, φησί, τὸ ἀγαθὸν λέγοντες ἀρχὴν ὀρθῶς λέγουσιν, ἀλλ’ ἀρχὴν λέγοντες τὸ ἀγαθὸν οὐ διορίζουσιν εἴτε ὡς τελικὸν εἴτε ὡς ποιητικὸν εἴτε ὡς εἰδικὸν αὐτό φασιν. ἐγκαλεῖ δὲ καὶ τῷ Ἐμπεδοκλεῖ ἀτόπως τὴν φιλίαν ἀρχὴν τιθεμένῳ. συναγωγὸν γὰρ λέγων τὴν φιλίαν καὶ ποιητικὸν τοῦ σφαίρου φαίνεται ὅτι ποιητικὸν εἶναι αἴτιον αὐτὴν βούλεται· πάλιν δὲ μέρος αὐτὴν ποιῶν τοῦ μίγματος καὶ τοῦ σφαίρου ἐμφαίνει ὅτι ὑλικὸν εἶναι αὐτὴν αἴτιον ἀποδέχεται. τοῦτο θεὶς λέγει, εἰ καὶ συγχωρήσομεν τὴν φιλίαν τῷ ὑποκειμένῳ εἶναι καὶ ὡς ὕλην καὶ ὡς κινοῦν, ἀλλὰ τῷ γε λόγῳ διαφέροι ἂν πάντως. εἰ δὲ τοῦτο, πότερον διότι κινεῖ ἐστι φιλία ἢ διότι ἐστὶν ὕλη; ἔδει οὖν λέγειν κατὰ τί αὐτῇ τὸ φιλίᾳ εἶναί ἐστιν. ἄλλως τε εἰ ἐστιν ἡ φιλία, ὡς Ἐμπεδοκλῆς βούλεται, τὸ ἀγαθόν, τὸ νεῖκος ἔσται κακόν· εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ,3 καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ· εἰ δὲ τοῦτο, πῶς οἷόν τε λέγειν ἄφθαρτον τὸ νεῖκος; ὅταν γὰρ ἡ φιλία συνελθοῦσα μετὰ τῶν πάντων ποιήσῃ τὸν σφαῖρον, ἀναγκαῖον τὸ νεῖκος φθείρεσθαι. οὐ γὰρ ἅμα ἔσται τὸ νεῖκος καὶ ἡ φιλία.

“而对于那些以别样方式论述的人来说,产生出何其多的不可能或荒谬的后果[……]至不可忽视。” 在阐述了自己认为正确的看法之后,现在他简要陈述了自己在所有其他论著中所说过的其他人所主张的观点,指出对于那些以不同于我们所说的方式论述的人来说,产生出何其多的荒谬与不可能的后果是不可忽视的。他进而陈述了被他们所主张的观点究竟为何。因为他说,所有人都是从相反者中生成万物,他们在说一切事物都已经生成上是不正确的(因为并非一切事物都已生成),在说它们来自相反者上也是不正确的(因为并非一切事物都有相反者;旋转的天体就没有任何相反者)。因此,既然有些事物已经生成而有些事物并未生成,但他们却宣称万物皆已生成,所以他们的看法并不正确;同样,既然对某些事物存在相反者而对另一些事物则不存在,他们却断言一切事物都存在相反性,因而他们陷入了错误。不仅如此,即使对于那些有相反者的事物,他们也没有说明相反者是如何从相反者中产生的;因为白并不变成黑,白也完全不受黑的作用。但他指出,对于我们这些设定了作为第三种基底的质料的人而言,这一探究得到了解决。然而其他人,正如柏拉图,却把相反者之一作为另一方的基底;因为他把恶与不等(他用恶与不等指涉质料)作为相反者的另一方即善与等的基底,又通过善与等来隐喻形式。既然柏拉图有时把质料称为恶,有时称为不等,另一些时候称为多;同样有时把形式称为善,有时称为等,另一些时候称为一,因此在指出他们将不等作为等的基底之后,他接着补充道“或将多作为一的[基底]”。他说,但这些人同样没有说明相反者作为相反者的基底是依凭何种方式。他谴责他们把质料称为相反者;因为质料与形式甚至共同存在,因而不是形式的相反者,相反者乃是匮乏。因此,他们把质料称为形式的基底是说得对的,但把质料称为形式的相反者则说得不对;因为相反者绝不可能共存。既然亚里士多德自己也,并且更是、且最为主要地把质料称为基底,他便犹如为自己辩护般说道:但对于我们来说,这种荒谬就消解了;因为纵然我们说质料是基底,我们却不说它与任何事物相反,而是说为它而争夺的事物,即形式与匮乏,才是相反的。此外还流传着另一种异文,写作“因为单一的质料”;其意当指“因为第一质料并不与任何事物相反(因为它是无性质的),而土、火以及居间之物,作为更为切近的质料,彼此之间才具有相反性”。他又说,此外,如果恶是基底且万物皆源于恶,那么万物都将分有恶,除了一——他们称之为自在存在者——之外就没有任何事物是善的。然而,柏拉图学派将善与恶设定为本原,其他人如毕达哥拉斯派则提出反对,宣称善并不是本原;关于毕达哥拉斯派如何不愿把善和最善者视为本原,已在本卷解释“而凡像毕达哥拉斯派和斯派乌西波那样认为最美和最善者不在开端的人”这段文字时作过说明。他说,另一些将善称为本原的人固然说得对,但在将善称为本原时,却没有界定他们究竟是将其视为目的因、动力因还是形式因。他还谴责恩培多克勒荒谬地将友爱设定为本原。因为将友爱称为汇聚性的以及圆球的促成因,表明他显然希望它成为动力因;但反过来又将它作为混合物与圆球的一部分,则表明他承认它是质料因。在设定了这一点之后他说,即使我们容许友爱在主体中既作为质料存在又作为推动者存在,但在定义上无论如何是不同的。如果这样,它究竟是因为推动而是友爱,还是因为是质料而是友爱?因此他理应说明,友爱的存在究竟依凭何者而属于它。再者,如果像恩培多克勒所主张的那样友爱是善,那么纷争就是恶;因为既然相反者相对于相反者[是如此],则相反者相对于相反者[也是如此];如果这样,又怎能说纷争是不灭的呢?因为当友爱汇聚并与万物一同造成圆球时,纷争必然消亡。因为纷争与友爱不可能同时存在。

语法注3 条
  1. 12.35νῦν ἃ ἐν ταῖς ἄλλαις ἁπάσαις αὐτοῦ πραγματείαις εἴρηκε τοὺς ἄλλους λέγειν συντόμως ἐκτίθεται

    由关系代词 ἃ 引导的从句包含由 εἴρηκε 支配的带不定式的宾格结构(“他在其他论著中所说过的其他人所主张的观点”),充当主句动词 ἐκτίθεται 的直接宾语。由于倒装,关系从句置于主句动词及副词 συντόμως 之前。

  2. 12.35ἡμῖν δέ, φησί, λύεται αὕτη ἡ ζήτησις ὑποθεμένοις τρίτον ὑποκείμενον τὴν ὕλην

    与格分词 ὑποθεμένοις 与代词 ἡμῖν(关系与格/评判与格)一致。τρίτον ὑποκείμενον 作宾语 τὴν ὕλην 的宾语补足语(述语性宾格),表示伴随条件或理由:“对于我们这些将质料设定为第三种基底的人来说”。

  3. 12.35εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ

    一种格言式的对仗省略结构。条件从句和主句均省略了谓语(如 ὑπάρχει),意为“如果相反者之一[属于]相反者之一,那么另一相反者也[属于]另一相反者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:717.1-718.20