← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§715.31-716.39

宇宙秩序与家政比喻中的角色差异

注疏者阐释了亚里士多德借助城邦与家室中自由人与奴隶的不同角色来说明宇宙秩序的比喻,在介绍其师长关于生成消灭界事物之分解与相互产生的解释的同时,提出了将天体也包含在内的、基于阿那克萨哥拉式宇宙建构的另一种解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.34#2

ταῦτα οὖν, ὡς εἴρηται, πρὸς ἕν τι καὶ μίαν τὴν τοῦ ὅλου φύσιν τε καὶ συμπλήρωσιν συντέτακται, ἀλλ’ οὐχ ὁμοίως πάντα· ἀλλ’ ὥσπερ ἐν οἰκίᾳ ἤτοι ἐν πολιτείᾳ τοῖς μὲν ἐλευθέροις οὐδαμῶς ἔξεστι καὶ ἐφεῖται καὶ δέδοται τόδε μὲν πράττειν τόδε δὲ μή,1 ἀλλ’ ἔξεστιν αὐτοῖς καὶ ἰατρεύειν καὶ στρατεύεσθαι καὶ ἁπλῶς πάντα πράττειν, ὅσα κυρίως εἰς τὴν τῆς πόλεως σύστασιν συμβάλλεται, ἢ εἰ καὶ μὴ πάντα (εἰσὶ γάρ τινα οἷον καθάρσεις στενωπῶν καὶ τὰ τοιαῦτα, ἃ οὐκ ἂν πράξαιεν οἱ ἐλεύθεροι), ἀλλ’ οὖν τά γε πλεῖστα ἔξεστιν αὐτοῖς ποιεῖν, τοῖς δὲ ἀνδραπόδοις καὶ τοῖς θηρίοις ἤτοι τοῖς ἀλόγοις ζῴοις καὶ μικρὰ τὰ ὑπ’ αὐτῶν πραττόμενα καὶ μικρὰ συντελεῖ πρὸς τὴν τῆς πόλεως σύστασιν, τὸν δὲ πλείονα χρόνον ὅ τι ἔτυχε πράττουσι, τουτέστιν ὀλίγον χρόνον καὶ ὀλίγον συντελεῖ πρὸς τὴν τῆς πόλεως σύστασιν τὰ ὑπ’ αὐτῶν πραττόμενα, τὸν δὲ πλείονα χρόνον πράττουσι μέν, ἀλλ’ οὐδὲν ὧν πράττουσι πρὸς πόλεως σύστασιν ὠφελεῖ (οὐ γὰρ ἐξῆν τότε τοῖς δούλοις ἢ στρατεύεσθαι ἢ νόμους μετέρχεσθαι ἢ φιλοσοφεῖν ἢ ἄλλο τι τῶν μεγάλως πρὸς πολιτείας σύστασιν συντεινόντων πράττειν, ἀλλ’ ἢ ξυλοτομεῖν ἢ μαγειρεύειν ἢ ἄλλο τι τοιοῦτον ποιεῖν), ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν εἰς τὴν τοῦ ὅλου φύσιν συντεινόντων ἔχει, καὶ τινὰ μὲν πρὸς τὴν τοῦ ὅλου φύσιν τε καὶ σύστασιν συντείνει μέγιστα, τινὰ δ’ ἧττον. λαβὼν οὖν εἰς ὑπόδειγμα τὴν πολιτείαν ἀπὸ ταύτης μετάγει τὸν λόγον ἐπὶ τὴν τοῦ ὅλου φύσιν καὶ λέγει τοιαύτη γὰρ ἑκάστου ἀρχὴ αὐτῶν ἡ φύσις ἐστί, τουτέστιν ἡ φύσις καὶ ἡ ἀρχὴ τῶν εἰς τὴν τοῦ ὅλου φύσιν συντελούντων. καὶ οὐ λέγει περὶ πάντων ἁπλῶς νῦν, ἀλλὰ περὶ τῶν ἐν γενέσει ὄντων καὶ φθορᾷ. ἡ φύσις οὖν καὶ ἡ ἀρχὴ τούτων τοιαύτη· καὶ ποδαπή, ἐπάγει, λέγω δ’ οἷον εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, τουτέστιν ἀνάγκη ἅπασι τοῖς ἐν γενέσει (περὶ γὰρ τούτων νῦν, ὡς εἴρηται, λέγει) ἐλθεῖν εἰς τὸ διακριθῆναι, ἤτοι ἄλλο ἐξ ἄλλου γενέσθαι· εἰς τοῦτο γὰρ συνῆλθεν ἡ φύσις τῶν ἐν γενέσει, καὶ τοῦτο αὐτοῖς κοινόν, τὸ γίνεσθαι πάντα ἐκ πάντων, ἐκ στοιχείων σύνθετα καὶ ἐκ συνθέτων στοιχεῖα ἄλλον τρόπον· ὥστε δῆλον ὅτι τὰ ἐν γενέσει ἅπαντα κοινὸν ἔχουσι τὸ ἐξ ἀλλήλων γίνεσθαι. εἰπὼν δὲ ὅτι τὰ ἐν γενέσει πάντα κοινωνεῖ κατὰ τὴν ὕλην καὶ τὸ γίνεσθαι ἐξ ἀλλήλων, ἐπάγει καὶ ἄλλα οὕτως ἐστὶν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον, τουτέστιν οὐ μόνον κατὰ τὸ γίνεσθαι ἐξ ἀλλήλων κοινωνεῖ εἰς συμπλήρωσιν τοῦ ὅλου, ἀλλὰ καὶ κατὰ ἄλλα, οἷον χρώματα σχήματα μεγέθη. ταῦτα γὰρ πάντα συντελεῖ εἰς τὴν τοῦ ὅλου φύσιν· οὐδὲν γὰρ αἰσθητὸν χωρὶς μεγέθους καὶ σχήματός ἐστιν. οὕτω μὲν οὖν ὁ ἡμέτερος καθηγεμὼν τὸ παρὸν ἐξηγεῖτο χωρίον. μήποτε δὲ τὸ εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, τὸ ἅπασιν οὐκ ἐπὶ τῶν ἐν γενέσει μόνον ἀκούειν δεῖ,2 ἀλλ’ ἐπὶ πάντων, καὶ αὐτῶν φημι τῶν κυκλοφορητικῶν καὶ θείων σωμάτων, ἵν’ ᾖ τὸ λεγόμενον ‘ἀνάγκη ἅπασι καὶ τοῖς ἐν γενέσει καὶ τοῖς κυκλοφορητικοῖς ἐλθεῖν εἰς τὸ διακριθῆναι ἤτοι συστῆναι τὸν ὅλον κόσμον’, ἵν’ ᾖ τὸ διακριθῆναι ἀντὶ τοῦ συστῆναι.3 οὕτως γὰρ Ἀναξαγόρας ἔλεγεν ὅτι διακρίνας ὁ νοῦς ἀπ’ ἀλλήλων τὰς ὁμοιομερείας συνέστησε τὸ πᾶν. τὸ δὲ καὶ ἄλλα οὕτως ἐστὶν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον συνεχὲς ἂν εἴη τῷ περὶ τῆς πολιτείας ὑποδείγματι, ὡς εἰ ἔλεγεν ‘ὥσπερ ἐπὶ τῇ τῆς πολιτείας συστάσει πάντα κοινωνεῖ ἀλλήλοις, οὕτως εἰσὶ καὶ ἄλλα τινὰ κοινωνοῦντα καὶ βοηθοῦντα ἀλλήλοις εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, οἷον ἐπὶ τῆς οἰκίας οἱ μὲν οἰκοδομοῦσιν, οἱ δὲ διακομίζουσι τὸν πηλόν, οἱ δὲ λεαίνουσι τὰ ξύλα, πάντες δὲ πάντα ταῦτα διὰ τὴν τῆς οἰκίας ποιοῦσιν ὁλότητα.’

因此,正如已经说过的,这些事物都被协同安排向着单一之物,即整体的单一自然与完满,但并非全都以同样的方式。相反,正如在一个家室或城邦中,自由人绝不被许可、任凭或容准去做这件事而不做那件事,而是容许他们行医、从军,并且简言之,去做主要有助于城邦建构的一切事情——或者即便并非全部(因为有某些事情,例如清理狭窄街巷之类,是自由人所不会做的),但他们至少被容许去做绝大多数事情;而对于奴隶与野兽,即无理性的动物,由他们所做的事情既微小,对城邦的建构也贡献甚微,且在大多数时间里他们都是随遇而为。这就是说,由他们所做的事情在微少的时间里且微少地对城邦的建构有所贡献,在大多数时间里他们虽有所作为,但所做的事情中没有什么是对城邦的建构有益的(因为当时奴隶既不被允许从军,也不被允许从事法律或哲学,亦不被允许做其他任何极大促进城邦建构之事,而只被允许砍柴、做饭或做其他类似的事情)。因此,正如在这些事情上如此,在促进整体自然的事物上亦是如此,有些事物极大地促进整体的自然与建构,有些事物则程度较小。于是,在以城邦作为模范例之后,他把论述从城邦转移到整体的自然,并说道:“因为对于它们中的每一者而言,这般的本原就是自然”,即那些对整体自然有所贡献的事物的自然与本原。他现在并非毫无限定地谈论万物,而是谈论那些处于生成与消亡之中的事物。因此,这些事物的自然与本原就是这般的;至于它是何种性质,他接着说:“我的意思是,例如所有事物必然至少归于分解”,这就是说,对于生成中的所有事物而言(因为正如所言,他现在正是在谈论这些事物),必然归于分解,也就是由此一生彼。因为生成之物的自然正汇聚于此,而这也是它们的共同之处:万物从万物产生,复合体由元素产生,元素又以另一方式由复合体产生;由此可见,生成中的所有事物共有着相互产生这一特性。在说明了生成中的所有事物在质料上以及在相互产生上相通之后,他接着说道:“同样,所有事物朝向整体相通之处还有其他方面”,这就是说,它们不仅在相互产生上为了整体的完满而相通,而且在其他方面如颜色、构型与量度上也相通。因为所有这些都对整体的自然有所贡献;没有任何可感觉之物是没有量度与构型的。我们的师长就是这样解释当前这个段落的。然而或许,“所有事物必然至少归于分解”中的“所有事物”,不应当只理解为生成中的事物,而应当理解为万物,即我所说的那些旋转的、神圣的天体本身,以便所说的话意为“对于生成中的事物与旋转的天体两者而言,所有事物都必然归于分解,也就是全宇宙得以建构”,从而“被分解”是用来代替“被建构”。因为阿那克萨哥拉正是这样说的:智性将同质部分彼此区分开,从而建构了万有。而“同样,所有事物朝向整体相通之处还有其他方面”这句话,也可以与关于城邦的模范例相承接,就好像他是说:“正如在城邦的建构中万物相互相通,同样,也存在其他某些事物彼此相通、相互协助以达成整体的完满,正如在房屋建造中,有人砌墙,有人运泥,有人刨木,但所有人做这一切都是为了房屋的完整性。”

语法注3 条
  1. 12.34τοῖς μὲν ἐλευθέροις οὐδαμῶς ἔξεστι καὶ ἐφεῖται καὶ δέδοται τόδε μὲν πράττειν τόδε δὲ μή

    此处改述了亚里士多德原文(1075a19-20)“自由人最不被允许随遇而行”之意。句中“做这件事而不做那件事”指任意妄为、随心所欲的选择,与后文必须承担城邦建构所要求的职责形成对比。

  2. 12.34μήποτε δὲ τὸ εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, τὸ ἅπασιν οὐκ ἐπὶ τῶν ἐν γενέσει μόνον ἀκούειν δεῖ

    μήποτε 引导委婉的推测或提问(“或许……应当”),用来引出与前文师长之解(仅指生成消灭之物)不同的备选方案,即将 ἅπασιν 扩展至包含天体在内的万物。

  3. 12.34ἵν’ ᾖ τὸ διακριθῆναι ἀντὶ τοῦ συστῆναι

    ἵνα 引出的从句在此表示预期的解释效果(“从而使得……”)。此处通过诉诸阿那克萨哥拉通过“分离”构建宇宙的学说,将通常意为“分解、离析”的不定词 διακριθῆναι 解释为代替“建构、成立”(συστῆναι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:715.31-716.39