← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§714.35-715.31

作为内在秩序与第一智性的宇宙之善

针对《形而上学》1075a11,亚历山大考察宇宙的善是内在秩序还是分离的第一智性,借助将领与军队的比喻论证二者兼备,并阐明万物以不同程度的共通性共同促成整体的完满。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.34#1

" Ἐπισκεπτέον δὲ καὶ ποτέρως ἔχει ἡ τοῦ ὅλου φύσις τὸ ἀγαθὸν καὶ τὸ ἄριστον." Ὃ ζητεῖ τοιοῦτόν ἐστιν. ἐπειδὴ ἡ τοῦ ὅλου (λέγων ὅλον τὸν κόσμον τοῦτον τὸν αἰσθητόν) φύσις ἀγαθὴ καὶ ἀρίστη ἐστί, πότερον τὸ αἴτιον, καθ’ ὃ ὅδε ὁ κόσμος ἀγαθὸς καὶ ἄριστός ἐστιν, ἕτερόν τι καὶ οὐσίαν τινὰ καὶ φύσιν καθ’ αὑτὴν οὖσαν χρὴ λέγειν, ἢ αὐτὴν τὴν τάξιν καθ’ ἣν τέτακται, ὥστε εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τοῦδε τοῦ κόσμου τὴν τάξιν αὐτοῦ. καὶ ἀποκρίνεται λέγων ἢ ἀμφοτέρως.1 δεῖ γὰρ λέγειν ὅτι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τοῦ παντὸς διττόν ἐστιν, ἥ τε τάξις αὐτοῦ (ἔχει γὰρ καὶ δι’ αὑτὴν τὸ ἀγαθὸν καὶ τὸ ἄριστον) καὶ ὁ πρῶτος νοῦς· ἔχει γὰρ καὶ δι’ αὑτὸν καὶ μάλιστα τὸ καλὸν καὶ ἄριστον. καὶ σαφηνίζει προθύμως δι’ ὑποδείγματος τὸ λεγόμενον. ὥσπερ γάρ, φησί, τὸ στράτευμα ἔχει καὶ ἐν τῇ τάξει τὸ εὖ καὶ ἔστιν αὐτῷ ἀγαθὸν καὶ ἄριστον ἡ τοιάδε τάξις, ἔστι δὲ τῷ στρατεύματι εὖ καὶ ἀγαθὸν καὶ ὁ στρατηγός, καὶ μᾶλλον οὗτός ἐστι τὸ εὖ (διὰ γὰρ τὸν στρατηγόν ἐστι καὶ ἡ τοῦ στρατεύματος τάξις, ἀλλ’ οὐ διὰ τὴν τάξιν ὁ στρατηγός) οὕτως ἐστὶ τῷ παντὶ τὸ εὖ καὶ τὸ ἀγαθὸν καὶ ἄριστον καὶ διὰ τὴν τάξιν, ἔστι δὲ καὶ διὰ τὸν πρῶτον νοῦν, δι’ ὅν ἐστι καὶ ἡ τάξις τοῦ παντός. ταῦτα εἰπὼν θεοφιλῶς καὶ φιλοσόφως λέγει ὅτι οὐδὲν τῶν ὄντων μάτην ἐστὶν ἀλλὰ πάντα συντέτακται καὶ συντελεῖ, εἰ καὶ ἡμῖν πολλὰ ἀγνοεῖται, πρὸς ἑνὸς κόσμου συμπλήρωσιν καὶ ἀπαρτισμὸν καὶ τὸ καλὸν αὐτοῦ καὶ ἄριστον καὶ εὖ. καὶ τίνα ἐστὶ τὰ συντεταγμένα πρὸς τὴν τοῦ ὅλου συμπλήρωσιν, καταλέγει, πτηνὰ πλωτὰ φυτὰ καὶ τὰ λοιπά. ἀλλ’ εἰ καὶ πάντα πάντως συντελεῖ, ἀλλ’ οὐχ ὁμοίως ἅπαντα, ἀλλὰ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον. τάχα δὲ εἰ καὶ τὰ μὲν αὐτῶν μέγιστα συμβάλλεται τὰ δ’ ὀλίγον εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, ἀλλ’ οὐχ οὕτως ἔχει ὥστε μὴ εἶναι θατέρου πρὸς θάτερον κοινωνίαν, ἀλλ’ ἔστι πᾶσι κοινόν τι, ἢ καὶ τὸ ὑποκείμενον καὶ τὸ σχῆμα ᾗ τὸ ὑποκείμενον μόνον ᾗ οὔτε τὸ ὑποκείμενον οὔτε τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα.2 τὰ μὲν γὰρ ἄφθαρτα καὶ θεῖα σώματα τοῖς ἐν γενέσει οὔτε κατὰ τὸ ὑποκείμενον οὔτε κατὰ τὸ σχῆμα ἢ τὸ εἶδος κοινωνεῖ, ἀλλ’ ἴσως κατὰ τὸ λαμπρόν, εἰ καὶ μὴ παντελῶς ὅμοιον τὸ ἐκείνων λαμπρὸν τοῖς ἐν γενέσει εὑρισκομένοις λαμπροῖς· ἀλλήλοις δὲ κοινωνεῖ καὶ τῷ εἴδει καὶ τῷ ὑποκειμένῳ. τὰ δὲ ἐν γενέσει τινὰ μέν τισι καὶ κατὰ τὴν προσεχῆ αὐτοῖς ὕλην κοινωνεῖ, πάντα δὲ πᾶσι κατὰ τὴν ἀνείδεον.

“还必须考察,整体的自然是以两种方式中的哪一种具有善与最善的。” 他所探究的是这样的问题:既然整体的(他所说的“整体”是指这个可感觉的宇宙)自然是善且最善的,那么使这个宇宙成为善且最善的原因,究竟应当说是别的某物、某种自身存在的实体与自然,还是应当说是宇宙借以被安排的秩序本身,以至于这个宇宙的善与最善就是它的秩序?他回答说:“抑或以两种方式兼具。”因为必须说,万有的善与最善是双重的,即它的秩序(因为〔秩序〕凭自身也具有善与最善)与第一智性(因为第一智性凭自身、且最根本地具有优美与最善)。他很欣然地通过一个比喻把所说的话阐明了。因为他说,正如军队在秩序中也具有优良状态,且这般的秩序对军队而言是善且最善的,但对军队而言,将领也是优良与善,并且将领更根本地是这优良(因为军队的秩序是因将领而存在的,但将领并非因秩序而存在),同样地,对于万有而言,通过秩序有其优良、善与最善,但通过第一智性也有,而万有的秩序也正是因第一智性而存在的。在说了这些之后,他以敬神而哲思的方式说明,存在之物中没有什么是徒劳的,而是万物都被协同安排,并共同贡献于一个宇宙的完满与达成,以及它的优美、最善与优良,哪怕我们对许多事情是一无所知。接着他列举了协同安排以达成整体之完满的事物是什么:飞禽、游水者、植物以及其余之物。然而,即便万物确实都作出贡献,却并非全以同样方式,而是有些贡献较多,有些贡献较少。或许,即便它们之中有的对整体的完满作出最大的贡献,有的只作出微小的贡献,但情况绝非一方与另一方毫无相通之处,而是在所有事物中都存在某种共同之物,或者是底层质料与构型二者,或者仅是底层质料,或者既非底层质料亦非构型,而是颜色。因为不朽而神圣的天体与生成变化中的事物,既不在底层质料上也不在构型或形式上相通,而或许是在光辉上相通,即使它们的光辉与生成界中所见的光辉并非全然相似;但在彼此之间,它们无论在形式上还是在底层质料上都是相通的。相反,生成界中的事物,有些事物与另一些事物在邻近质料上也相通,而所有事物与所有事物在无形式的质料上都是相通的。

语法注2 条
  1. 12.34ἢ ἀμφοτέρως

    引用亚里士多德在1075a13的原话。连词 ἤ 针对前文的二选一疑问(是内在秩序还是分离实体)提出第三种选项或答案(“抑或以两种方式兼具”)。

  2. 12.34ἢ καὶ τὸ ὑποκείμενον καὶ τὸ σχῆμα ᾗ τὸ ὑποκείμενον μόνον ᾗ οὔτε τὸ ὑποκείμενον οὔτε τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα

    此处列举万物共通性的诸种方式。抄本中作 ᾗ... ᾗ...,在句法和文脉上相当于 ἤ(或者……)或关系副词(就某方面而言……就另一方面而言……),构成一系列析取可能项:或者共同具有底层质料与构型,或者仅具底层质料,或者既非底层质料亦非构型,而是颜色。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:714.35-715.31