- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:714.3-714.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《形而上学》第12卷第9章(1075a5),亚历山大探讨了被思想者是否为复合者的问题,论证了非质料实体是不可分的,第一智性并非经由时间进程、而是在不可分割的“现在”中无部分且无时间地思想自身。
" Ἔτι δὴ λείπεται ζητῆσαι εἰ τὸ νοούμενον σύνθετόν ἐστι· μεταβάλοι γὰρ ἂν ἐν τοῖς μέρεσι τοῦ ὅλου." Καὶ εἴη ἂν λέγων, εἰ ἔστι τὸ νοούμενον πᾶν (καθόλου γὰρ ἐπὶ παντὸς νοουμένου ἀκουστέον τοῦ λεγομένου) σύνθετον, οὐκ ἐν τῷ νῦν οὐδ’ ἐν ἀκαρεῖ χρόνου ὁ νοῦς νοήσει τὸ νοούμενον, ἀλλὰ μεταβάλοι ἂν ἐκ τοῦ νοεῖν τόδε εἰς τὸ νοεῖν τόδε τὸ μέρος αὐτοῦ, τοῦτο δὲ γενήσεται διὰ χρονικῆς παρατάσεως· ἐν ἄλλῳ γὰρ χρόνῳ1 τόδε τὸ μέρος νοήσει καὶ ἐν ἄλλῳ τόδε. καὶ λύει λέγων ὅτι πᾶν τὸ μὴ ἔχον ὕλην, οἷά ἐστι τὰ νοητά, ἀδιαίρετον καὶ ἀμερὲς καὶ οὐδέν ἐστιν αὐτῶν σύνθετον. πρὸς τούτοις λέγει καὶ πῶς ἑαυτὸν ὁ πρῶτος νοῦς νοεῖ, καὶ λέγει ὅτι οὐ διὰ χρόνου, ὡς φέρε εἰπεῖν ὅτι ἐν τῷδε μὲν τοῦ χρόνου μέρει τόδε τὸ μέρος αὐτοῦ νοεῖ, ἐν τῷδε δὲ τόδε (μεριστὸν γὰρ ἂν ἦν), ἀλλ’ ἀμερὴς ὢν ἐν ἀμερεῖ, εἰ θέμις λέγειν, τῷ νῦν τῷ ἀτόμῳ ἑαυτὸν νοεῖ· ὥσπερ γάρ, φησίν, ὁ ἀνθρώπινος νοῦς (ἢ εἴ τις μὴ βούλοιτο λέγειν ὅτι ὁ ἀνθρώπινος νοῦς, λεγέτω καθολικώτερον ὅτι ὁ τῶν συνθέτων νοῦς), ὥσπερ οὖν ὁ ἀνθρώπινος ἢ ὁ τῶν συνθέτων νοῦς ἔχει ἔν τινι χρόνῳ, οἷον ὅταν ἐνεργήσῃ καὶ τὸ τρισμακάριστον πάθος πάθῃ (τότε γὰρ ὁ ἀνθρώπινος νοῦς οὐκ ἐν τῳδὶ τοῦ χρόνου μέρει ἢ ἐν τῳδὶ τόδε ἢ τόδε τοῦ ἀρίστου νοεῖ2 καὶ ἐφάπτεται αὐτοῦ ὡς δυνατὸν ἐφάψασθαι αὐτοῦ· μεριστὸν γὰρ ἂν καὶ οὕτως ἦν τὸ πρῶτον αἴτιον· ἀλλὰ νοεῖ αὐτὸ ἐν ὅλῳ τινί, οἷον τῷ ἀμερεῖ καὶ ἀτόμῳ νῦν), οὕτω τὸν ἅπαντα αἰῶνα ὁ πρῶτος νοῦς αὐτὸς ἑαυτὸν νοεῖ ἀμερῶς καὶ ἀχρόνως. εἴρηται δὲ διαρκῶς ἐν τῷ τρίτῳ τῆς Περὶ ψυχῆς πραγματείας πῶς ὁ κατ’ ἐνέργειαν νοῦς τὸ κυρίως νοεῖ νοητόν. οὐκ ἔχει οὖν, φησίν, ὁ ἀνθρώπινος νοῦς τὸ εὖ ἤτοι τὴν ἀρίστην διαγωγὴν ἤτοι τὴν νόησιν ἤτοι τὴν ἁφὴν καὶ θεωρίαν τοῦ ἀρίστου καὶ πρώτου νοῦ, ὑπάρχοντος δηλαδὴ τοῦ πρώτου νοῦ ἑτέρου παρὰ τὸν ἀνθρώπινον νοῦν, ταύτην δὴ τὴν ἀρίστην διαγωγὴν οὐκ ἔχει ὁ ἀνθρώπινος νοῦς ἐν χρόνῳ καὶ διὰ χρόνου, ἀλλ’ ἐν ὅλῳ τινί. λέγει δὲ ὅλον τι τὸ ἄτομον νῦν, ὃ πέρας μὲν ἐστι χρόνου, οὐ χρόνος δέ. ἐπειδὴ γὰρ οἷον εἶδός ἐστι τοῦ ἀνθρωπίνου νοῦ ὁ θεῖος νοῦς, ὅταν αὐτοῦ ἅψασθαι δυνηθῇ, πᾶν δὲ εἶδος ἐν τῷ ἀτόμῳ νῦν ἐπιγίνεται, δῆλον ὅτι καὶ τῷ ἀνθρωπίνῳ νῷ ἐν τῷ αὐτῷ νῦν ἡ τοῦ πρώτου νοῦ γνῶσις καὶ ἁφὴ ἐπιγίνεται.
“此外,尚有待探讨的是:被思想者是否是复合的;因为[若是如此]它就将在整体的各部分之间发生转变。” 而他的意思会是:如果一切被思想者(因为所说的话必须普遍地对一切被思想者来理解)都是复合的,那么智性就既不是在“现在”也不是在刹那时间中思想被思想者,而是将从思想它的这一部分转变为思想它的那一部分,而这将通过时间的延展而发生;因为在这一时间中它将思想这一部分,在另一时间中则思想那一部分。而他通过说明一切不具质料之物——如诸被思想者那样——都是不可分的和无部分的,且它们之中没有一个是复合的,从而解决了这个疑难。除此之外,他还说明了第一智性如何思想自身,他说并非通过时间,譬如说并非在时间的这一部分中思想自身的这一部分,而在那一部分中思想那一部分(因为若是如此它就会是可分的),而是在无部分的情况下,如果可以这样说的话,在无部分的、不可分割的“现在”中思想自身。因为正如他说的那样,人类的智性(或者如果有人不愿说是“人类的智性”,不妨更普遍地说是“复合者的智性”),正如人类的或复合者的智性在某一时间中所处的状态那样,例如当它实现活动并承受那至福的体验时(因为在那时,人类的智性并非在时间的这一部分或那一部分中思想最善者的这一部分或那一部分并触及它——只要触及它是可能的——,因为若是那样第一原因也将是可分的;而是在某个整体中,例如在无部分的、不可分割的“现在”中思想它),第一智性自身也是这样在整个永恒中无部分且无时间地思想自身。至于现实的智性如何思想真正的被思想者,在《论灵魂》论著的第三卷中已经充分论述过了。因此他说,人类的智性不拥有优越状态,即最善的生活方式,即思想,即对最善且第一的智性的触及与观照——第一智性显然是不同于人类智性的——,人类的智性确实并非在时间之中并通过时间拥有这种最善的生活方式,而是在某个整体中拥有它。而他把这不可分割的“现在”称为“某个整体”,它虽然是时间的极限,却不是时间。因为既然神圣智性在人类智性能够触及它时宛如人类智性的形式,而一切形式都是在不可分割的“现在”中附丽而生的,那么显而易见,对于人类智性而言,关于第一智性的知识与触及也是在同一个“现在”中附丽而生的。
- 12.33οὐκ ἔχει οὖν, φησίν, ὁ ἀνθρώπινος νοῦς τὸ εὖ ... ταύτην δὴ τὴν ἀρίστην διαγωγὴν οὐκ ἔχει ὁ ἀνθρώπινος νοῦς ἐν χρόνῳ
动词 οὐκ ἔχει 的直接宾语 τὸ εὖ 之后,由 ἤτοι... ἤτοι... 引出多重同格重述短语(最善的生活方式、思想、对第一智性的触及与观照),在插入属格绝对句(ὑπάρχοντος...)之后,借由带有指示代词的短语 ταύτην δὴ τὴν ἀρίστην διαγωγὴν 对宾语进行了复指重述(epanaleptikon),随后修饰语 ἐν χρόνῳ καὶ διὰ χρόνου, ἀλλ’ ἐν ὅλῳ τινί 才与述谓动词结合。
- 12.33ὥσπερ γάρ, φησίν, ὁ ἀνθρώπινος νοῦς ... οὕτω τὸν ἅπαντα αἰῶνα ὁ πρῶτος νοῦς αὐτὸς ἑαυτὸν νοεῖ
这是一个长大的比较句式(ὥσπερ... οὕτω...)。中间插入了对“人类智性”这一表述的修正与补充(ἢ εἴ τις μὴ βούλοιτο...),随后用 ὥσπερ οὖν 加以重新接续,并包含解释人类智性在现实活动时状态的长插入句(τότε γάρ...),最终才落实到主句的相关联成分 οὕτω 以下(即第一智性在整个永恒中无部分且无时间地思想自身)。
