← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§712.37-714.2

非质料智性中思想与思想对象的同一性

针对亚里士多德在《形而上学》1074b35中提出的疑难——即知识与感觉关涉他物而仅附带地关涉自身,以及在第一智性中优异状态究竟是由于思想还是由于被思想——亚历山大阐明了二者如何通过在非质料事物中知识与可知对象、智性与被思想对象同一这一论证而获得解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.32

" Φαίνεται δ’ ἀεὶ ἄλλου ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ ἡ δόξα καὶ ἡ διάνοια, ἑαυτῆς δὲ ἐν παρέργῳ." Εἰπὼν ὅτι τὸ ἄριστον καὶ θειότατον νόησίς ἐστιν, ἐπειδὴ ὡς ἔχει ἡ αἴσθησις καὶ ἡ ἐπιστήμη πρὸς τὰ αἰσθητὰ καὶ ἐπιστητά, οὕτως ἀνάγκη ἔχειν καὶ τὴν νόησιν πρὸς τὰ νοητά, συνεῖδεν ἐκ τούτου ἔνστασιν δυναμένην λέγεσθαι πρὸς τὰ ῥηθέντα τοιαύτην. εἴπερ ἡ ἐπιστήμη ἑτέρου ἐστὶ καὶ οὐχ ἑαυτῆς (ἡ γὰρ ἰατρικὴ ὑγιείας ἐστὶ καὶ οὐχ ἑαυτῆς· ἀεὶ γὰρ τὴν ὑγίειαν θεωρεῖ τίς ἐστι καὶ πῶς ἂν γένοιτο, κατὰ συμβεβηκὸς δὲ καὶ ποτε ἑαυτὴν θεωρεῖ, οἷον ὅτι ἰατρική ἐστι τέχνη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων), ὁμοίως καὶ ἡ αἴσθησις τῶν αἰσθητῶν ἐστι καὶ ἡ δόξα τῶν δοξαστῶν· ὡς οὖν ἐπὶ τούτων, εἰ ἔστι καὶ τὸ θειότατον καὶ ἄριστον αἴτιον νόησις, ἑτέρου ἂν εἴη καὶ οὐχ ἑαυτοῦ. ταύτῃ τῇ ἀπορίᾳ ἐπισυνάπτει καὶ ἄλλην καὶ διὰ τῆς προτέρας λύει τὴν δευτέραν. ἔστι δὲ ἡ δευτέρα ἀπορία τοιαύτη. εἰ ἄλλο ἐστὶ τὸ νοεῖν καὶ ἄλλο τὸ νοεῖσθαι (νοεῖν μὲν γάρ ἐστι κατάληψις ἄπταιστος τοῦ νοητοῦ, νοεῖσθαι δὲ τὸ καταλαμβάνεσθαι τὸ νοούμενον ὑπὸ τοῦ νοοῦντος), ὁ δὲ πρῶτος νοῦς αὐτός ἐστι τὸ νοοῦν, αὐτὸς τὸ νοούμενον, κατὰ πότερον αὐτῷ τὸ εὖ καὶ τὸ ἄριστον, κατὰ τὸ νοεῖν ἢ κατὰ τὸ νοεῖσθαι; οὐ γάρ ἐστι ταὐτὸν τὸ εἶναι νοήσει καὶ νοουμένῳ,1 τουτέστιν οὐκ ἔστι ταὐτὸν τὸ νοεῖν καὶ νοεῖσθαι, ὥστε συμβαίνει εἶναι εὔλογον τὴν ζήτησιν. ταῦτα εἰπὼν λύει τὴν προτέραν ἀπορίαν λέγων ἐπ’ ἐνίων ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ταὐτόν ἐστιν. ἡ γὰρ οἰκοδομικὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τῆς οἰκίας εἶδος, καὶ ἡ ἰατρικὴ ὁμοίως τὸ τῆς ὑγείας εἶδος. εἰ δὲ τοῦτο, καὶ τὸ θειότατον καὶ ἄριστον εἰ ἔστι νόησις, ἡ αὐτὴ ἔσται τῷ νοουμένῳ. τὸ δὲ ἐπ’ ἐνίων πρόσκειται διὰ τὰ σύνθετα· οὐ γάρ ἐστιν ἡ οἰκοδομικὴ ἡ αὐτὴ πάσῃ οἰκίᾳ, οἷον τῇδε τῇ μερικῇ τῇ ἐκ λίθων καὶ ξύλων, ἀλλὰ τῷ εἴδει αὐτῆς τῷ χωρὶς ὕλης νοουμένῳ. ὥστε ἐκ τούτου λύεται καὶ ἡ δευτέρα ἀπορία, ἣν καὶ σιγῇ παρῆλθεν ὡς προφανοῦς οὔσης τῆς λύσεως αὐτῆς. εἰ γὰρ ἡ νόησις καὶ τὸ νοούμενον αὐτός ἐστιν ὁ πρῶτος νοῦς, κατ’ ἄμφω ὑπάρξει αὐτῷ τὸ εὖ, κατὰ τὸ νοεῖν καὶ κατὰ τὸ νοεῖσθαι. ἐπ’ ἐνίων οὖν, φησίν, ἡ ἐπιστήμη ἐστὶ τὸ πρᾶγμα καὶ τὸ ἐπιστητόν· καὶ ποῖόν ἐστι τὸ ἐπιστητὸν τὸ τῇ ἐπιστήμῃ ταὐτὸν ἐπάγει ἐπὶ μὲν τῶν ποιητικῶν ἄνευ ὕλης ἡ οὐσία,2 τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τὸ ἄνευ ὕλης ταὐτόν ἐστι τῇ ἐπιστήμῃ. ποιητικὰς δὲ ἐπιστήμας καταχρώμενος τῷ τῆς ἐπιστήμης ὀνόματι λέγει οἰκοδομικὴν καὶ τὰς ὁμοίας. ἐπὶ δὲ τῶν θεωρητικῶν, οἷον γεωμετρίας ἀριθμητικῆς καὶ τῶν τοιούτων, ὁ λόγος, καὶ τίς ἐστιν ὁ λόγος ἐπάγει, τὸ πρᾶγμα καὶ ἡ νόησις ταὐτόν ἐστιν. ἡ γὰρ νόησις τοῦ ὅτι ἐκλείπει ἡ σελήνη ἡ αὐτή ἐστι τῷ αἰτίῳ καθ’ ὃ ἡ ἔκλειψις γίνεται, τὸ δὲ αἴτιον τῆς ἐκλείψεως αὐτὴ ἡ ἔκλειψίς ἐστιν· ὥστε ἡ νόησις τῆς ἐκλείψεως ἡ αὐτή ἐστι τῇ ἐκλείψει. ταῦτα εἰπὼν ὥσπερ συμπέρασμα ἐπάγει τὸ οὐχ ἑτέρου οὖν ὄντος τοῦ νοουμένου καὶ τοῦ νοῦ, ὅσα μὴ ὕλην ἔχει, ταὐτὸν ἔσται, ἴσον λέγων τῷ ἐπὶ τῶν κυρίως νοητῶν, τῶν ἀύλων καὶ καθ’ αὑτὰ ὄντων, ὁ νοῦς καὶ τὸ νοούμενον οὐχ ἕτερά ἐστιν ἀλλὰ ταὐτά· τὰ γὰρ κυρίως νοητά, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται, νοῖ εἰσι καὶ οἱ νοῖ νοητά. εἰ δὲ τοῦτο, καὶ ἡ νόησις τῷ νοουμένῳ μία, τουτέστιν ἡ αὐτή. τούτοις ἐπάγει καὶ ἄλλην ἀπορίαν λέγων

“然而知识、感觉、意见和推论思考似乎总是关涉他物,关涉自身则只是附带的。” 在说过最善且最神圣之物是思想之后,既然思想对于被思想者必然处于如同感觉和知识对于可感觉者和可知者所处于的关系,他便由此看出,针对所说的话可能会提出如下的反驳:如果知识确实是关涉他物而非关涉自身(因为医学是关涉健康的而非关涉自身的;它总是考察健康是什么以及它如何能够产生,只是偶然而偶或考察自身,例如考察医学是关于健康事物、患病事物以及两皆非的事物的技艺),同样感觉也是关涉可感觉者的,意见也是关涉可被意见者的;那么,如同在这些情况中一样,即使最神圣且最善的原因是思想,它也将是关涉他物而非关涉自身。对于这一个疑难,他又连带提出了另一个疑难,并通过前者解决了后者。这第二个疑难是这样的:如果思想是一回事,而被思想是另一回事(因为思想是对被思想者的无误把握,而被思想则是被思想者为思想者所把握),而第一智性自身既是思想者又是被思想者,那么对于它而言,优异与最善的状态是依何者而存在的呢,是依思想还是依被思想?因为对于思想而言的存在与对于被思想者而言的存在并不是同一的,也就是说,思想与被思想并不是同一的,以至于这一探讨顺理成章地是合理的。在说了这些之后,他通过说在某些情况下知识与可知者是同一的,从而解决了前一个疑难。因为建筑术无非就是房屋的形式,医学同样也是健康的形式。如果这是如此,即使最神圣且最善之物是思想,它也将与被思想者是同一的。而补充说“在某些情况下”,是因为复合事物的缘故;因为建筑术并不是与每一座房屋同一的,例如不是与由石头和木材构成的这一特定具体房屋同一,而是与不含质料地被思想的房屋形式同一。因此由此出发,第二个疑难也得到了解决,他把这第二个疑难默然略过,因为它的解决是显而易见的。因为如果思想与被思想者就是第一智性自身,那么优异的状态将依这两者而属于它,即既依思想也依被思想。因此他说,在某些情况下,知识就是事情本身和可知者;至于与知识同一的可知者是何种可知者,他补充道:“在制作之物上,是不具质料的实体”,也就是说,不具质料的实体和形式与知识是同一的。他借用“知识”这一名称,将建筑术和类似的技艺称为制作性科学。而在理论科学上,例如几何学、算术以及此类学问中,言明(定义)则是可知者,至于言明是什么,他补充道,事情与思想是同一的。因为关于月亮发生月食的思想,与月食赖以发生的原因是同一的,而月食的原因就是月食本身;所以关于月食的思想与月食是同一的。在说了这些之后,他像得出结论一样补充道:“因此,既然被思想者与智性并非不同,在一切不具质料的事物上,它们将是同一的”,这等于是在说:在真正的被思想者、即非质料的且依其自身存在的事物上,智性与被思想者并非不同,而是同一的;因为真正的被思想者正如在《论灵魂》中所说的那样是诸智性,而诸智性乃是被思想者。如果这是如此,思想与被思想者也是合一的,即同一的。对于这些,他又补充了另一个疑难,说:

语法注2 条
  1. 12.32οὐ γάρ ἐστι ταὐτὸν τὸ εἶναι νοήσει καὶ νοουμένῳ

    带与格(νοήσει καὶ νοουμένῳ)的“τὸ εἶναι + 与格”结构是亚里士多德表达本质的典型句式(“对于思想的存在与对于被思想者的存在”)。紧接着作者通过 τουτέστιν οὐκ ἔστι ταὐτὸν τὸ νοεῖν καὶ νοεῖσθαι 将其转换为主动与被动不定词(思想与被思想)的对立来加以阐释。

  2. 12.32ἐπὶ μὲν τῶν ποιητικῶν ἄνευ ὕλης ἡ οὐσία

    引用亚里士多德原文(1075a1-2)。该句为省略系动词和表语的对照句结构,正如亚历山大随后用 τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τὸ ἄνευ ὕλης ταὐτόν ἐστι τῇ ἐπιστήμῃ 所释明的那样,应补充理解为“在制作之物上,不具质料的实体[是与知识同一者/是可知者]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:712.37-714.2