← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§711.34-712.36

第一原因的纯粹现实与思想自身之思想

在论证了第一智性绝不会转向低劣对象之后,注解者通过持续思想的劳顿、尊贵性的位阶以及相反者具有同一潜能这三个要点,阐明了第一原因必定是纯粹的现实(智性与思想)而非潜能,并确证了“思想的思想”的主客同一性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.31#3

εἰ γὰρ μεταβάλη1 ἐκ τῆς ἑαυτοῦ περιωπῆς, ἢ κρεῖττόν τι πάντως νοήσει ἢ χεῖρον· οὐκ ἔστι δὲ κρεῖττον αὐτοῦ τι· λείπεται δὴ τὸ χεῖρον. κίνησις δὲ τοῦτο καὶ ἔκστασις τῆς ἑαυτοῦ ἀρίστης διαγωγῆς. πίστις δὲ τούτου ἐκ τῶν τοῖς ἀνθρώποις συμβαινόντων. οἱ γὰρ ἀγαθοὶ ἄνθρωποι ὅταν φαῦλα νοῶσι, χείρονες ἑαυτῶν ἐκ τῆς τοιαύτης νοήσεως γίνονται· τούτου δὲ πίστις ὅτι μεταμέλονται, μεταμέλεται δέ τις ὅταν κακὸς γένηται. εἰπὼν δὲ ἀνωτέρω ὅτι ἡ οὐσία αὐτοῦ νοῦς ἐστι καὶ νόησις, νῦν αὐτὸ κατασκευάζει λέγων πρῶτον μὲν οὖν εἰ μὴ νόησις καὶ νοῦς ἐστιν ἡ οὐσία αὐτοῦ καὶ ἐν τούτῳ οὐσίωται, ἐν τῷ νοῦς καὶ νόησις εἶναι, ἀλλὰ δύναμις νοὸς καθ’ ἣν ὁ νοῦς δύναται νοεῖν (ἄλλο γὰρ νοῦς καὶ ἄλλο ἡ δύναμις αὐτοῦ, ὥσπερ ἄλλο μὲν τὸ χρῶμα καὶ ἄλλο ἡ δύναμις αὐτοῦ, καθ’ ἣν ὁρᾶσθαι δύναται), εἰ οὖν ἐστι δύναμις νοός, δέδεικται δὲ ὅτι συνεχῶς καὶ ἀεὶ νοεῖ, ἐπίπονον ἔσται τὸ συνεχὲς τῆς νοήσεως αὐτῷ. εἰ μὲν γὰρ ἐν τῷ εἶναι νοῦς καὶ νόησις οὐσίωται, οὐκ ἔσται ἐπίπονον τὸ συνεχὲς τῆς νοήσεως αὐτῷ, ὥσπερ οὐδὲ τῷ ἀνθρώπῳ ἐπίπονόν ἐστι τὸ εἶναι ἄνθρωπον, ὅτι ἐν τῷ εἶναι ἄνθρωπος οὐσίωται· ἀλλ’ ἔστιν ἐπίπονον τῷ ἀνθρώπῳ τὸ συνεχῶς βαδίζειν διὰ τὸ μὴ ἐν τῷ βαδίζειν οὐσιῶσθαι. ὡς οὖν ἐπὶ τοῦ ἀνθρώπου, οὕτω καὶ ἐπὶ τοῦ πρώτου νοῦ ἕξει, καὶ οὐκ ἔσται ἐπίπονον αὐτῷ τὸ συνεχὲς τῆς νοήσεως, εἰ νοῦς ἐστι καὶ νόησις. ἀλλὰ πῶς τῷ ἡμετέρῳ νῷ οὐσιωμένῳ ὄντι ἐν τῷ νοῦς εἶναι ἐπίπονόν ἐστι τὸ συνεχὲς τῆς νοήσεως; ἢ οὐκ ἔστιν ὁ ἡμέτερος νοῦς ἐνεργείᾳ νοῦς καὶ ἐνεργείᾳ ὡς ἐκεῖνος, ἀλλὰ δυνάμει. πρῶτον μὲν οὖν, φησίν, εἰ μὴ νοῦς ἐστιν ἀλλὰ δύναμις, ἐπίπονον ἕξει τὸ συνεχὲς τῆς νοήσεως. ἔπειτα οὐκ ἔσται αὐτὸς τὸ τίμιον, ἀλλ’ ἐκεῖνο ὃ νοῶν εἰς ἐνέργειαν ἀνάγεται δύναμις ὤν. τὸ γὰρ τελειοῦν καὶ εἰς ἐνέργειαν ἀνάγον τὸ δυνάμει τιμιώτερον τοῦ τελειουμένου. τὸ δὲ καὶ γὰρ νοεῖν καὶ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι οἶμαι ἐλλιπῶς ἀπηγγέλθαι2 ὥστε λείπειν τὸ ἔτι, ἵν’ ᾖ ἀρχὴ ἄλλου ἐπιχειρήματος, ὅτι τὸ πρῶτον αἴτιον οὐκ ἔστι δύναμις. ὥστε τὸ καὶ γὰρ κατ’ ἐμὴν γνώμην ἴσον ἐστὶ τῷ ἔτι, ὡς εἶναι τὸ πᾶν τοιοῦτον. ἔτι νοεῖν καὶ ἡ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι. πρόεισι δὲ ἡ δεῖξις ἐπὶ ἀξιώματι τῷ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις. εἴη ἂν οὖν λέγων ‘ἔτι εἰ μή ἐστιν ἡ οὐσία αὐτοῦ νόησις καὶ νοῦς ἀλλὰ δύναμις, ἡ δὲ αὐτὴ καὶ μία δύναμίς ἐστι τῶν ἐναντίων, τῷ πρώτῳ αἰτίῳ νοοῦντι τὰ κάλλιστα ὑπάρξει αὐτῷ ἡ νόησις ἤτοι καὶ τὸ νοεῖν τὰ χείριστα, ὅπερ ἄτοπον. ὥστε εἰ τὸ νοεῖν τὰ χείριστα φευκτόν (κρεῖττον γὰρ τὸ μὴ νοεῖν αὐτά, ὥσπερ καὶ τὸ μὴ ὁρᾶν τὰ αἰσχρότατα κρεῖττον τοῦ ὁρᾶν), ἐπεὶ οὖν ἐκ τοῦ λέγειν τὸ πρῶτον αἴτιον δύναμιν συνάγεται τὸ νοεῖν αὐτὸ τὰ φαῦλα, τοῦτο δὲ ἀσεβές, οὐκ ἂν εἴη ἡ πρώτη καὶ θειοτάτη καὶ ἀρίστη οὐσία δύναμις.’ τὸ γὰρ οὐκ ἂν εἴη τὸ θειότατον καὶ ἄριστον ἡ νόησις τὸ ἡ νόησις ἀντὶ τοῦ δύναμις νῦν εἴληπται.3 νοῦς ἄρα ἐστὶ καὶ οὐ δύναμις, καὶ νοεῖ ἑαυτὸν ὡς ἄριστον. εἰ δὴ νόησις ὢν ἑαυτόν, ἤτοι τὴν νόησιν, νοεῖ, καὶ ἔστιν ἡ νόησις νοήσεως, ἤτοι αὐτὸς τὸ νοοῦν αὐτὸς τὸ νοούμενον.

因为如果[第一智性]从它自身的了望台上发生转变,它无论如何要么思想某种更好的事物,要么思想某种更差的事物;但没有任何东西比它更好;剩下的便唯有更差的事物。而这是运动,以及对它自身最善生活的脱离。关于这一点的确据来自发生于人身上的事情。因为善人在思虑低劣之事时,会由于这种思虑而变得比自身更差;关于这一点的确据在于他们会后悔,而当某人变坏时他就会后悔。既然前面已经说过它的实体是智性和思想,现在他便论述这一点自身,说:首先,如果它的实体并非思想和智性,且并非由于作为智性和思想而获得其实体性,而是智性赖以能够思想的智性潜能(因为智性是一回事,而其潜能是另一回事,正如颜色是一回事,而颜色赖以能被看见的潜能是另一回事)——因此,如果它是智性的潜能,而且已经证明它连续且恒常地思想,那么思想的连续性对它而言将是繁重的。因为如果它是在作为智性和思想之中获得其实体性,那么思想的连续性对它而言就不会是繁重的,正如对人而言作为人并不繁重一样,因为他是在作为人之中获得其实体性的;但对人而言连续地行走是繁重的,因为他并非在行走之中获得其实体性。因此,正如在人身上那样,在第一智性身上也将如此,如果它是智性和思想,思想的连续性对它而言就不会是繁重的。然而,对在作为智性之中获得其实体性的我们这智性而言,为何思想的连续性却是繁重的呢?抑或难道不是因为我们的智性并非现实态上的智性、并非像那个智性一样处于现实态,而是处于潜能态吗?因此他说,首先,如果它不是智性而是潜能,它将把思想的连续性视为繁重的。其次,它自身将不是尊贵的,而是〔第一智性〕作为潜能通过思想它而得以被提升至现实态的那个事物才是尊贵的。因为使潜能之物完满并将其提升至现实态的事物,比被完满的事物更为尊贵。至于“因为思想和思想活动甚至对于思想最恶之事者也会存在”这一句,我认为表述是有所缺漏的,以至于缺失了“此外”,以作为证明第一原因并非潜能的另一个论证的开端。因此依我之见,“因为”等同于“此外”,使得整句如下:此外,思想和思想活动甚至对于思想最恶之事者也会存在。而这一证明是基于“相反者具有同一潜能”这一公理而进行的。因此,他所说的当是:“此外,如果它的实体不是思想和智性而是潜能,且相反者具有同一且唯一的潜能,那么对于思想着最美好事物的第一原因而言,思想、即思想最恶之事也会属于它,而这是荒谬的。因此,如果思想最恶之事是应当避免的(因为不思想它们更为优越,正如不看最丑恶的事物优于观看它们一样),那么既然从称第一原因为潜能这一说法中推导出了它思想低劣的事物,而这是不虔敬的,第一、最神圣且最善的实体就不可能是潜能。”因为在“思想就不会是最神圣且最善的”这句话中,“思想”在此是用来代替“潜能”的。因此,它是智性而非潜能,并且作为最善者而思想自身。既然作为思想,它思想自身,即思想“思想”,那么它也就是思想的思想,即它自身是思想者,它自身也就是被思想者。

语法注3 条
  1. 12.31εἰ γὰρ μεταβάλη

    此处作不定过去时虚拟式 μεταβάλῃ(省去下加标 iota,且无 ἄν 而与将来时直陈式归结句 νοήσει 搭配的条件句从属分句),引出第一智性脱离对其自身的观照这一假设。

  2. 12.31τὸ δὲ καὶ γὰρ νοεῖν καὶ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι οἶμαι ἐλλιπῶς ἀπηγγέλθαι

    带有中性定冠词的整个引用句 τὸ δὲ ... νοοῦντι 作为宾格不定式结构(受 οἶμαι 支配的 ἐλλιπῶς ἀπηγγέλθαι)的主语。亚历山大将亚里士多德原文中的 καὶ γάρ 判定为相当于 ἔτι(“此外”)的省略句式,标志着一个独立新论证的开端。

  3. 12.31τὸ ἡ νόησις ἀντὶ τοῦ δύναμις νῦν εἴληπται

    注解者对亚里士多德所引原文(οὐκ ἂν εἴη τὸ θειότατον καὶ ἄριστον ἡ νόησις)的句法及训诂说明:指出句中的“思想(ἡ νόησις)”在此处上下文被借用指代“潜能(δύναμις)”。中性定冠词 τὸ 将引用的词语进行了名物化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:711.34-712.36