← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§710.35-711.34

第一智性的本性与作为思想对象的自身

围绕第一智性(神)如何为最善这一疑难,注疏者通过考察智性是否思想、是整体还是部分思想以及思想何物等区分,论证了智性作为最善实体乃是思想其自身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.31#2

Τὰ δὲ περὶ τὸν πολυτίμητον καὶ πρῶτον νοῦν ἔχει, φησί, τινὰς ἀπορίας. ὅτι μὲν γὰρ ὁ τοιοῦτος νοῦς τὸ θειότατον πάντων ἐστὶ καὶ τὸ ἄριστον φανερόν· πῶς δὲ ἔχον καὶ διάγον ἄριστόν ἐστιν1 ἔχει τινὰς δυσκολίας. καὶ δείκνυσιν ἐκ διαιρέσεως τὴν δυσκολίαν. πότερον, φησί, νοεῖ ἢ οὐ νοεῖ; εἰ γὰρ μὴ νοεῖ ἀλλ’ ἔχει ὡς ὁ καθεύδων, τί ἂν ἄλλο σεμνότερον ἔχοι;2 εἰ δὲ νοεῖ, πότερον ὅλος ὁ νοῦς καὶ καθ’ ὅλον ἑαυτὸν νοεῖ, ἢ μέρος τι αὐτοῦ νοεῖ μέρος δὲ οὐ νοεῖ; ὥσπερ ἐπὶ τῆς τοῦ ἀνθρώπου ἔχει ψυχῆς· αὕτη γὰρ οὐχ ὅλη νοεῖ ἀλλὰ μέρος αὐτῆς ὁ καλούμενος νοῦς. εἰ οὖν οὕτω νοεῖ, οὐκ ἔστιν ὅλη ἡ οὐσία αὐτοῦ ἀρίστη, ἀλλ’ ἐκεῖνο καθ’ ὃ νοεῖ, ὥσπερ οὐδὲ ἡ τοῦ ἀνθρώπου πᾶσα ψυχὴ τιμία, ἀλλ’ ὁ νοῦς καὶ τὸ λογικὸν μέρος καθ’ ὃ καὶ νοοῦμεν. ἀλλ’ ἄτοπον τὸ μὴ πᾶσαν αὐτοῦ τὴν οὐσίαν ἀρίστην εἶναι. εἴτε νοεῖ, φησί, τούτου δὲ ἄλλο κύριον, τουτέστιν, εἴτε νοεῖ, μὴ ὅλη δὲ ἡ οὐσία αὐτοῦ νοῦς ἐστιν, ἀλλὰ τούτου ἤτοι τοῦ νοεῖν ἄλλο ἐστὶ κύριον, ὥσπερ καὶ ἐφ’ ἡμῖν (οὐ γὰρ ἡ ψυχὴ αἰτία καὶ κυρία τοῦ νοεῖν ἡμᾶς ἀλλ’ ὁ νοῦς), εἰ δὴ ἄλλο ἐστὶ τὸ κύριον τοῦ νοεῖν τὸν νοῦν (οὐ γάρ ἐστι τοῦτο αὐτοῦ ἡ οὐσία ἡ νόησις, τουτέστιν οὐ γὰρ ἐνδέχεται εἶναι τὴν οὐσίαν αὐτοῦ νόησιν καὶ νοῦν, εἴπερ μὴ ὅλη ἡ οὐσία αὐτοῦ νοεῖ, ἀλλὰ μέρος τι), οὐκ ἂν εἴη ἡ οὐσία αὐτοῦ ἡ ἀρίστη, ἀλλ’ ἐκεῖνο ἔσται τὸ ἄριστον καθ’ ὃ νοεῖ. καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη. εἰ μηθὲν νοεῖ ὁ νοῦς, τί ἂν ἄλλο σεμνότερον ἔχοι· οὐθὲν γάρ ἐστι σεμνότερον νοήσεως καὶ θεωρίας. εἰ δὲ νοεῖ μέν, μὴ ἔστι δὲ ἡ ὅλη οὐσία αὐτοῦ νόησις καὶ νοῦς, ἀλλὰ τοῦ νοεῖν αὐτὸν ἄλλο ἐστὶ κύριον (οὐδὲ γὰρ ἐνδέχεται πᾶσαν τὴν οὐσίαν αὐτοῦ νοῦν εἶναι, εἴπερ μὴ ὅλος νοεῖ ἀλλὰ κατά τι), εἰ δὴ ταῦθ’ οὕτως ἔχει, οὐκ ἂν εἴη ὁ πρῶτος νοῦς ἡ ἀρίστη οὐσία, ὅπερ ἀδύνατον. ἀδύνατον ἄρα καὶ ᾧ τοῦτο ἠκολούθησε,3 τοῦτο δὲ ἦν τὸ μὴ ὅλον νοεῖν καὶ ὅλην τὴν οὐσίαν αὐτοῦ νοῦν εἶναι. ἔτι, φησίν, εἰ ὅλη αὐτοῦ ἡ οὐσία, ὡς δέδεικται, νοεῖ καὶ ἔστιν ἢ νοῦς ἢ νόησις, τί νοεῖ; ἢ γὰρ αὐτὸς ἑαυτὸν νοεῖ ἢ ἕτερόν τι. καὶ εἰ ἕτερον, ἢ ἀεὶ τὸ αὐτὸ νοεῖ, ἢ νῦν μὲν ἕτερον ἄλλοτε δὲ ἄλλο· καὶ εἰ ἄλλοτε ἄλλο, πότερον πάντα ἀγαθά ἐστιν ἃ κατ’ ἄλλους καὶ ἄλλους χρόνους νοεῖ, ἢ δεῖ τίθεσθαι ὅτι καὶ τὰ τυχόντα καὶ φαῦλα νοεῖ, καὶ οὐδὲν διαφέρει εἴτε φαῦλα νοεῖ εἴτε καὶ τἀναντία τούτοις; δεῖ οὖν ταῦτα τίθεσθαι, ἢ χρὴ λέγειν ὅτι ὥσπερ ἐφ’ ἡμῖν ἄτοπόν ἐστι καὶ οὐδεὶς εὖ ζῶν ἀνέξεται διανοεῖσθαι περί τινων, οἷον περὶ τρόπου πορνείας πῶς ἄν εὖ πορνεύσειεν, οὕτως ἀσεβέστατόν ἐστι τὸ λέγειν ὅτι διανοεῖται ἡ θειοτάτη καὶ ἀρίστη οὐσία φαῦλα καὶ τὰ τυχόντα. δῆλον οὖν ὅτι οὐδὲν φαῦλον νοεῖ, ἀλλὰ τὸ θειότατον καὶ τιμιώτατον νοεῖ. θειότατον δὲ καὶ τιμιώτατον αὐτός ἐστιν ὁ νοῦς· ἑαυτὸν ἄρα νοεῖ, καὶ οὐ μεταβάλλει ἐκ τοῦ ἑαυτὸν νοεῖν εἰς τὸ καὶ ἕτερόν τι νοῆσαι.

他说,关于备受尊崇的第一智性的事情具有某些疑难。因为显而易见,这样的智性是万物中最神圣且最善的;但它处于何种状态、以何种方式度日才是最善的,这具有某些困难。他通过区分法指明了这一困难。他说:“它是思想着,还是不思想?”因为如果不思想,而是像沉睡者那样,它还能拥有什么别的更为庄严的东西?但如果它思想,是整个智性且依其自身的全体而思想,还是它的某个部分思想而另一部分不思想?正如在人的灵魂上所具有的情形那样;因为人的灵魂并非整体都在思想,而是它的被称为智性的那个部分在思想。因此,如果它以这种方式思想,它的整个实体就不是最善的,而是它赖以思想的那个[部分]才是最善的,正如人的整个灵魂并非都是尊贵的,而是我们赖以思想的智性及理性部分才是尊贵的一样。然而,它的整个实体并非最善的,这是荒谬的。“或者如果它思想,但这受另一事物主导”,他说;也就是说,如果它思想,但它的整个实体并非智性,而是另一事物主导着这一点,即主导着思想,正如在我们身上那样(因为并不是灵魂,而是智性才是我们思想的原因和主导者),既然主导智性思想的是另一事物(因为这一点即思想并非它的实体;也就是说,如果并非它的整个实体在思想,而是某个部分在思想,那么它的实体就不可能是思想和智性),它的实体就不会是最善的,而是它赖以思想的那个事物将是最善的。论证的总括如下:如果智性什么都不思想,它还能拥有什么别的更为庄严的东西?因为没有任何东西比思想和观照更为庄严。但如果它一方面思想,另一方面它的整个实体却并非思想和智性,而是另一事物主导着它的思想(因为如果并非整体思想而是根据某一部分思想,它的整个实体就不可能是智性)——既然这些情况如此,第一智性就不会是最善的实体,而这是不可能的。因此,引出这一结果的前提也是不可能的,而这前提就是:并非整体在思想,且它的整个实体并非智性。此外,他说,如果如已证明的那样,它的整个实体在思想,并且是智性或思想,那么它在思想什么?因为它要么思想自身,要么思想某种别的事物。如果思想别的事物,它要么始终思想同一事物,要么此时思想一物、彼时思想另一物。如果是彼时思想另一物,它在不同时刻所思想的那些事物是否全都是善的,还是必须假定它也思想随便什么事物和低劣的事物,并且无论思想低劣的事物还是与其相反的事物都毫无区别?那么,是否必须假定这些,还是应当说:正如在我们身上这是荒谬的,任何正当生活的人都不能忍受去思虑某些事情——例如关于卖淫的方式,怎样才能巧妙地卖淫——同样,说那最神圣且最善的实体去思虑低劣的事物和随便什么事物乃是极不虔敬的?因此显而易见,它不思想任何低劣的事物,而是思想最神圣、最尊贵的事物。而最神圣且最尊贵的事物就是智性自身;因此,它思想自身,并且并不从思想自身转变为也思想某种别的事物。

语法注3 条
  1. 12.31πῶς δὲ ἔχον καὶ διάγον ἄριστόν ἐστιν

    在由 πῶς 引导的间接疑问句中,中性分词 ἔχον 和 διάγον 与主语(回指上文的 τὸ θειότατον πάντων 或泛指智性)保持一致。διάγω 在此处作不及物动词使用,意为“度日”或“处于某种存在状态”。

  2. 12.31τί ἂν ἄλλο σεμνότερον ἔχοι

    带有 ἄν 的希求法(ἔχοι)表潜势。从上下文看,主语为智性(ὁ νοῦς),σεμνότερον 为中性单数宾格比较级形容词,充当 ἔχοι 的直接宾语(“它还能具有什么别的尊严?”)。

  3. 12.31ἀδύνατον ἄρα καὶ ᾧ τοῦτο ἠκολούθησε

    关系代词 ᾧ 为与格,由动词 ἠκολούθησε(源自 ἀκολουθέω)所支配,指代被省略的先行词(前提)。这是典型的逻辑推论句式,意为“因此,引出这一[荒谬]结论的前提也是不可能的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:710.35-711.34