- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:709.26-710.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德论及古代神话传统(1074a38)的注解。亚历山大阐明了核心的神圣真理(即第一实体是神明)与古代智者为维持城邦秩序和人类利益而添加的神话及拟人化要素之间的区分。
" Παραδέδοται δὲ παρὰ τῶν ἀρχαίων καὶ παμπαλαίων ἐν μύθου σχήματι." Δείξας ὅτι εἰσὶ θεοὶ καὶ τοσοῦτοι ὅσαι αἱ σφαῖραι, ἐξηρτημένοι τῆς θειοτάτης καὶ ἀρίστης οὐσίας καὶ ὑπ’ ἐκείνην ὄντες καὶ ἐκεῖθεν τὸ ἄριστοι εἶναί τε καὶ λέγεσθαι ἔχοντες, λέγει ὅτι οὐ μόνον ἡμεῖς ταύτην περὶ τούτων τὴν ἔννοιαν ἔχομεν, ἀλλὰ παρὰ τῶν ἀρχαίων καὶ παμπαλαίων παρειλήφαμεν ἐν μύθου σχήματι ὅτι εἰσὶ θεοί, οὐχ ἑτέρους τινὰς διὰ τῶν μύθων αἰνιττόμενοι,1 ἀλλὰ τούτους οὓς ἡμεῖς φαμεν. εἰσὶν οὖν θεοὶ καὶ θεῖον πλῆθος περιέχον τὴν ὅλην φύσιν καὶ τὸν ἅπαντα κόσμον· οὐ σωματικῶς δὲ περιέχει ὡς ὁ μέδιμνος τοὺς ἐν αὐτῷ πυρούς (ἀμερὲς γὰρ πᾶν τὸ θεῖον), ἀλλ’ ὡς κυβερνῶν καὶ ἀγαθῦνον καὶ τὴν ὡς ἔχει τάξιν καὶ εὐκοσμίαν ἀεὶ παράγον. εἰπὼν δὲ ὅτι ἐν μύθου σχήματι καταλελειμμένα, τὴν αἰτίαν τοῦ πῶς μυθικῶς περὶ θεῶν ἔλεγον ἐπάγει τὰ λοιπὰ μυθικῶς προῆκται πρὸς τὴν πειθὼ τῶν πολλῶν, δυνάμει λέγων ὅτι μόνον τοῦτο σαφῶς ἀποφηνάμενοι, ὡς εἰσι θεοί, τὰ λοιπὰ ὅσα περὶ αὐτῶν εἶπον, οἷον ὅτι ὁ Κρόνος καὶ ἡ Ῥέα ἐγέννησε τὸν Δία καὶ τὰ λοιπά, μυθικῶς εἰρήκασι πρὸς τὸ πεῖσαι τοὺς πολλοὺς καὶ πρὸς τὸ χρῆσθαι νόμοις, καὶ ὅλως πρὸς τὸ συμφέρον τοῦ ἀνθρωπείου βίου μυθικῶς ταῦτα ἀπεφήναντο. σοφοὶ γὰρ ὄντες καὶ γινώσκοντες ὅτι αἱ πανηγύρεις καὶ τὰ συμπόσια ἐξημεροῖ τοὺς ἀνθρώπους καὶ ἑνοῖ καὶ φιλεῖν ἀλλήλους καὶ ὑπὲρ ἀλλήλων ἀποθνήσκειν ποιεῖ, ταῦτα δὲ συνίστησι τὰς πόλεις, τὸ δὲ μονοῦσθαι ἀποθηριοῖ καὶ διασχίζει καὶ ἀναιρεῖν ἀλλήλους παρασκευάζει, καὶ διὰ τοῦτο βουληθέντες συστῆσαι τὰς πανηγύρεις καὶ τὰ συμπόσια,μύθους ἐπλάσαντο, οἷον ὅτι τήμερον ὁ Ζεὺς ἐκ τῆς Ῥέας ἐγεννήθη, καὶ διὰ τοῦτο δεῖ πάντας ἀθροισθῆναι καὶ ἑορτάσαι τὴν γενέθλιον ἡμέραν τοῦ θεοῦ καὶ συνεστιαθῆναι. ἀλλὰ καὶ ἀνθρωποειδεῖς αὐτοὺς ποιήσαντες οὐδὲ τοῦτο μάτην πεποιήκεσαν ἀλλὰ πρὸς τὸ συμφέρον τῶν πολλῶν· βουλόμενοι γὰρ ἀποτρέψαι τοὺς ἀνθρώπους ἀπὸ τοῦ τύπτειν ἀλλήλους πεποιήκασι τοὺς θεοὺς ἀνθρωποειδεῖς, αἰνιττόμενοι διὰ τούτου ὅτι ὁ τύπτων ἄνθρωπον τὸ θεῖον εἶδος τύπτει καὶ περιυβρίζει. καὶ οὐ μόνον ἀνθρωποειδεῖς αὐτοὺς ποιοῦσιν, ἀλλὰ πρὸς περισσοτέραν ὠφέλειαν τοῦ ἀνθρωπείου γένους ποιοῦσι τοὺς θεοὺς ὁμοίους καὶ τῶν ἄλλων ζῴων τισίν. ἐπειδὴ γὰρ ἡ τῶν Αἰγυπτίων χώρα πάνυ πολὺ πλῆθος ὄφεων ἀναδίδωσιν ὡς οὐδεμία ἄλλη βλάβῃ βλάπτον τοὺς ἐκεῖσε οἰκοῦντας, ὧν ἡ φύσις καὶ ὁ θεὸς προνοουμένη2 ἀνῆκε τὰς καλουμένας ἴβεις φονευτρίας τῶν ὄφεων, βουλόμενοι οἱ ἐκεῖσε σοφοὶ ἀποτρέψαι τοὺς Αἰγυπτίους τοῦ φονεύειν τὰς ἴβεις (ἐφόνευον γὰρ αὐτάς τινες, καὶ ταῦτα σωτείρας οὔσας τοῦ τῶν Αἰγυπτίων γένους) τεθείκασι νόμον παρακελευόμενον μηδενὶ ἐξεῖναι Αἰγυπτίων φονεύειν ἶβιν. διὰ τί, φησίν· ὅτι οἱ θεοὶ οἷς ἂν φανεῖεν ἐν εἴδει ἴβεων φαίνονται. ὧν, φησὶν ὁ Ἀριστοτέλης, τούτων πάντων τῶν περὶ θεῶν μυθικῶς λεγομένων εἴ τις χωρίσας τὸ πρῶτον ῥηθὲν λάβοι,3 ὅτι ἃς ἡμεῖς πρώτας οὐσίας καὶ θεούς φαμεν, ταύτας καὶ ἐκεῖνοι θεοὺς ἐνόμιζον, θείως ἂν εἰρῆσθαι νομίσειεν. καὶ ὥσπερ κατὰ τὸ εἰκὸς πολλάκις ὑπὸ κατακλυσμῶν τεχνῶν καὶ ἐπιστημῶν φθαρεισῶν λείψανά τινα κατελείπετο, ἐξ ὧν πάλιν ὡς δυνατὸν αἱ τέχναι καὶ ἐπιστῆμαι εὕρηνται, οὕτω καὶ τῆς δόξης, ἣν εἶχον περὶ τῶν θεῶν οἱ παμπάλαιοι ἄνθρωποι (εἶχον δὲ δόξαν ὅτι εἰσὶ θεοί), ταύτης δὴ τῆς δόξης μέχρι τοῦ νῦν περισῴζεται λείψανά τινα. ἀλλ’ ἀπὸ τῶν τοιούτων, φησί, λειψάνων καὶ τῆς πατρίου ὑπολήψεως τοῦτο μόνον ἐστὶν ἡμῖν δῆλον, ὅτι καὶ ἐκεῖνοι θεοὺς εἶναι ᾤοντο.
“然而,从古代与最古远的人们那里,以神话的形式流传下来。” 在表明了存在着诸神,其数目与天球相同,依存于最神圣且最善的实体,居于其下,并从那里获得成为最善者与被称为最善者之后,他说,不仅我们对它们怀有这样的观念,而且我们还从古代与最古远的人们那里以神话的形式承袭了存在着诸神这一说法,他们通过神话所暗示的并非其他某些存在,而恰恰是我们所说的这些。因此,存在着诸神,即包含整个自然与全部宇宙的神圣多数;但它并非如容量斗容纳其中的小麦那样以肉体方式包容(因为凡神圣者皆无部分),而是作为统治着、善化着、并始终产生如其所是的秩序与整肃者而包容。在说了“以神话的形式被遗留下来”之后,他补充了他们何以神话般地谈论诸神的原因:“其余的部分则是为了说服大众而神话般地引入的”,潜在地意指:他们仅仅明白地宣告了这一点,即诸神存在,而关于它们所说的一切其余事情——例如克洛诺斯与瑞亚生下了宙斯等等——都是为了说服大众和遵行法律而神话般地言说的,并且大体上是出于人类生活的利益而神话般地宣告了这些事情。因为他们身为智者,深知公众节庆与会饮能教化众人,使之团结,使之彼此相爱并甘愿为彼此赴死,而这些维系着城邦,相反,离群索居则使人野蛮化、四分五裂并促使彼此残杀;正因如此,他们想要建立节庆与会饮,便编造了神话,诸如:今日宙斯由瑞亚所生,因此众人必须聚集起来庆祝神明的诞辰并共同宴饮。并且,他们把[神明]塑造成具有人形,即便这一点也并非徒劳而为,而是为了大众的利益;因为他们希望阻止人们彼此殴打,便把诸神造为人形,以此暗示凡殴打人者便是在殴打和侮辱神圣的形式。而且他们不仅把诸神造为人形,更为了人类更大的益处,把诸神造得类似于其他某些动物。因为埃及人的土地滋生了极其大量的毒蛇,远非其他土地可比,给当地居民带来危害,自然与神明眷顾他们,放出了所谓以捕杀毒蛇为生的鹮;当地的智者为了阻止埃及人捕杀鹮(因为有些人捕杀它们,而且这还是在它们是埃及人族类的救星的情况下),便制定了一条法律,勒令任何埃及人均不得捕杀鹮。“这是何故?”他说,“因为诸神若对谁显现,乃是以鹮的形式显现。”亚里士多德说,如果有人将神话般述说诸神的这一切事情中最初说出的一点分离出来把握——即我们称为第一实体与诸神的事物,那些人也认为是诸神——他定会认为这是出于神启而说出的。正如很可能多次在技术与科学因大洪水而毁灭之际,留下了某些残余,人们依凭这些残余尽可能地重新发现了技术与科学,同样,关于最古远的人们对诸神所持有的意见(而他们持有的意见是诸神存在),正是这一意见的某些残余一直留存至今。但是他说,从这样的残余以及祖传的领会中,对我们而言显而易见的仅有这一点:那些人也认为存在着诸神。
- 12.31οὐχ ἑτέρους τινὰς διὰ τῶν μύθων αἰνιττόμενοι
主格阳性复数分词 αἰνιττόμενοι 在语法形态上可与 παρειλήφαμεν 的主语(我们)一致,但通过神话进行暗示的实际主体显然是传下传统的“古代与最古远的人们”(παρὰ τῶν ἀρχαίων καὶ παμπαλαίων)。此处系根据被动句 παραδέδοται 所蕴含的逻辑施事者(如同使用了主动语态 παραδεδώκασιν 一样)而产生的意念一致(constructio ad sensum)。
- 12.31ὧν ἡ φύσις καὶ ὁ θεὸς προνοουμένη
对于复合主语 ἡ φύσις(阴性)与 ὁ θεός(阳性),分词 προνοουμένη 采用了阴性单数形式,仅与位置在前的名词(ἡ φύσις)在性和数上保持一致。
- 12.31ὧν, φησὶν ὁ Ἀριστοτέλης, τούτων πάντων τῶν περὶ θεῶν μυθικῶς λεγομένων εἴ τις χωρίσας τὸ πρῶτον ῥηθὲν λάβοι
句首的关系代词 ὧν 被紧随其后的指示代词部分属格短语 τούτων πάντων τῶν περὶ θεῶν μυθικῶς λεγομένων 重复复指。全句的骨架为潜在条件句:条件从句 εἴ τις χωρίσας τὸ πρῶτον ῥηθὲν λάβοι(如果有人将最初所说之事物分离出来把握)与带有 ἄν 的希求法主句 θείως ἂν εἰρῆσθαι νομίσειεν(他定会认为这是出于神启而说的)相对应。
