← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§69.15-71.9

阿那克萨戈拉的二本原与向柏拉图的过渡

亚历山大解释了亚里士多德如何从阿那克萨戈拉的说法中推导出“一”与不定物质这两个本原并将其与柏拉图学说相比照,并说明了从自然哲学家转向考察毕达哥拉斯派与柏拉图的过渡划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.69

" Ἐκ δὴ τούτων συμβαίνει λέγειν αὐτῷ τὰς ἀρχὰς τό τε ἕν." Συγκεφαλαιοῦται τὴν Ἀναξαγόρου δόξαν περὶ τῶν ἀρχῶν, ἣ συγκατέθετο ἄν,1 εἴ τις τοῖς λεγομένοις ὑπ’ αὐτοῦ ἑπόμενος συνδιήρθρου αὐτά, ὅτι ἦν κατ’ αὐτὸν ἀρχὴ τό τε ἓν (ὁ γὰρ νοῦς ἁπλοῦς ὢν κατ’ αὐτὸν καὶ ἀμιγὴς εἴη ἂν ἀνάλογον τῷ ἑνί) καὶ θάτερον, τουτέστι τὸ ἀόριστον· τοιοῦτον γὰρ ἦν ἡ ὕλη πρὶν ὁρισθῆναι καὶ εἰδοποιηθῆναι, ἀόριστος καὶ μηδὲν ἐνεργείᾳ ἀλλὰ δυνάμει ἅπαντα ἔχουσα ἃ δύναται γενέσθαι, ὁποῖον ἐκεῖνος τὸ μῖγμα ὑπέθετο. ὥστε λέγει μὲν οὔτε ὀρθῶς οὔτε σαφῶς. ἀλλ’ οὐδ’ εἰ οὕτως λέγει ὡς αὐτὸς αὑτῷ βοηθῶν εἴρηκεν αὐτὸν βούλεσθαι λέγειν, ὀρθῶς ἂν λέγοι πάντῃ· δύο γὰρ μόνας ἀρχὰς ἂν λέγοι ἀντὶ τεσσάρων. ἔτι οὐδὲ πάντῃ οἷόν τε λέγειν αὐτὸν οὕτως εἰρηκέναι (τὰ γὰρ ὁμοιομερῆ τὰ ἐν τῷ μίγματι φαίνεται οὐ δυνάμει λέγων εἶναι ἀλλ’ ἐνεργείᾳ), ἀλλ’ οὐδὲ σαφῶς τι τούτων ὧν λέγει εἰρηκέναι. βούλεται μέντοι παραπλήσιον τοῖς τε ὕστερον λέγουσι, τοῖς περὶ Πλάτωνα λέγει, τοῖς τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἀρχὰς θεμένοις τῶν ὄντων· καὶ τοῖς φαινομένοις μᾶλλον, ἐλλείπει τὸ ἀκόλουθα·2 ἀκόλουθα γὰρ ταῦτα μᾶλλον τοῖς φαινομένοις ὧν λέγειν δοκεῖ.

“因此从这些事情出发,他所说的本原便归结为‘一’……” 他总结了阿那克萨戈拉关于本原的见解——如果有人追随他所说的话而一同将其分节,他大概也会赞同这见解——即根据他的看法,本原既是“一”(因为知性在他看来是单纯且未混合的,因而可类比于“一”),又是“另一者”,也就是“不定者”(因为质料在被规定和被赋予形式之前正是如此,即不定的、在现实上不成其为任何东西,但在潜能上具备所有能够生成之物,正如他所假定的混合物一样)。因此,他说得既不正确也不清楚。然而,即使他是按照[亚里士多德]自己施以援手时所说的那种他意欲表达的方式来谈论,他也绝不是完全正确地在谈论;因为他所说的只是两个本原而非四个。此外,绝不能说他是完全按照这种方式表述的(因为他似乎认为混合物中的同质部分不是在潜能中存在,而是在现实中存在),而且也不能说他清楚地陈述了他所说的这些事物中的任何一个。不过,他意欲[表达的]却十分接近于那些后来的论者所说的话——他指的是柏拉图学派,即那些将“一”与“不定的二”确立为实在者的本原的人。而在“并且更多地[符合]现象”中,缺失了“符合”一词;因为与他表面上所说的那些内容相比,这些内容更加符合现象。

§1.70

"Ἀλλὰ γὰρ οὗτοι μὲν τοῖς περὶ γένεσιν λόγοις καὶ φθορὰν καὶ κίνησιν οἰκεῖοι τυγχάνουσι μόνον." Ἱστορήσας τὰς τῶν ἀρχαίων δόξας τὰς περὶ τῶν ἀρχῶν, χωρίζει νῦν τοὺς φυσικοὺς ἀπὸ τῶν ἀσωμάτους ὑποθεμένων οὐσίας, καὶ παραιτησάμενος ἐκείνους ὡς οὐ περὶ πάσης τῆς οὐσίας πραγματευσαμένους, οὐδὲ ὄντα χρήσιμα τὰ ὑπ’ αὐτῶν λεγόμενα εἰς τὴν προκειμένην πραγματείαν, ἐπὶ τὸ διερευνᾶσθαι τὰς δόξας τῶν τε Πυθαγορείων καὶ Πλάτωνος ὡς οἰκειοτέρας τῆς προκειμένης πραγματείας μέτεισιν·3 οὗτοι γὰρ περὶ πάντων τῶν ὄντων λέγοντες ἐτίθεντό τινας οὐσίας ἑτέρας παρὰ τὰς γενητάς τε καὶ φυσικὰς καὶ ὅλως σωματικάς τε καὶ αἰσθητάς, ὥστε χρησιμωτέρα εἰς τὴν προκειμένην πραγματείαν ἡ τῆς τούτων δόξης ἐξέτασις, ἐπεὶ ἡ ζήτησις ἡμῖν περὶ τοιούτων αἰτίων ἃ οὐδὲ τῶν φύσει οὐδὲ τῶν ἐν κινήσει ἐστίν, ἀλλὰ περὶ νοητῶν τε καὶ ἀσωμάτων.

“然而,这些人恰好仅适合于关于生成、消灭以及运动的学说。” 在叙述了古人关于本原的见解之后,他现在将自然哲学家与那些假定了非物体的实体的人区分开来,并将前者置之不理,理由是他们并没有探讨全部的实体,而且他们所说的内容对于当前的探讨也没有用处,从而转向考察毕达哥拉斯派和柏拉图的见解,因为它们更适合当前的探讨。因为这些人在谈论所有实在者时,确立了某些不同于生成的、自然的、总体而言是物体的且可感觉之实体的其他实体;因此,对这些人见解的审查对于当前的探讨更为有用,因为我们的探究所关涉的是既不属于自然之物也不属于运动中之物的那类原因,而是关涉可理知的与非物体的原因。

语法注3 条
  1. 1.69ἣ συγκατέθετο ἄν

    关系代名词 ἣ(主格阴性单数)的先行词是前面的 τὴν Ἀναξαγόρου δόξαν。由于中动相动词 συγκατέθετο(源自 συγκατατίθημι,“同意、赞同”)通常以人为主语,在句法上要么阿那克萨戈拉被暗示为主语,而 ἣ 宽松地代替了与格 ᾗ(“他大概会赞同这见解”),要么是将见解本身拟人化为主语。结合上下文,理解为阿那克萨戈拉本人会同意对他的这种分节最为通顺。

  2. 1.69καὶ τοῖς φαινομένοις μᾶλλον, ἐλλείπει τὸ ἀκόλουθα

    亚历山大指出亚里士多德原文中短语 καὶ τοῖς φαινομένοις μᾶλλον(“并且更多地[符合]现象”)存在省略(ἔλλειψις)。他明确说明此处缺少谓词形容词 ἀκόλουθα(“相符、符合”),并在紧随其后的分句 ἀκόλουθα γὰρ ταῦτα μᾶλλον τοῖς φαινομένοις ὧν λέγειν δοκεῖ 中给出了补全该句法结构的依据。

  3. 1.70Ἱστορήσας ... μέτεισιν

    这一长句的主干由连词 καί 连接的两个主动词构成:首先是由不定过去时分词 Ἱστορήσας(“叙述了……之后”)引导的 χωρίζει νῦν τοὺς φυσικοὺς ...(“他现在区分出自然哲学家……”);其次是由过去时分词 παραιτησάμενος(“置之不理”)修饰的主动词 μέτεισιν(“转向……”),其中 παραιτησάμενος 带领表示原因的 ὡς 从句,说明将其搁置的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:69.15-71.9