← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§708.28-709.25

第一推动者的非质料性与第一原因的唯一性

亚历山大完成了关于所有天体位移皆有助于星辰运动从而不动实体的数目得以确定的论证,随后阐释了亚里士多德基于第一推动者是非质料的现实活动(“本质不具有质料”)来证明宇宙及第一原因在数目上是唯一的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.30#2

ἀλλ’ εἴπερ ἐστὶν ἡ φορὰ χάριν φορᾶς, ἢ χάριν ἑαυτῆς ἔσται, οἷον ἡ βάδισις χάριν βαδίσεως, ὅπερ καταγέλαστον, ἢ χάριν ἄλλης, οἷον ἡ λεύκανσις χάριν γλυκάνσεως· εἰ δὲ τοῦτο, ἔσται καὶ ἡ γλύκανσις χάριν ἄλλης καὶ τοῦτο εἰς ἄπειρον. λείπεται δὴ εἰ ἔστι παρὰ τὰς εἰρημένας περιφορὰς ἄλλη, χάριν φερομένου σώματος εἶναι.1 ἀλλ’ αἱ συντελοῦσαι πρὸς τὰς τῶν φερομένων σωμάτων φορὰς πᾶσαί εἰσιν. οὐκ ἄρα ἔστιν ἑτέρα φορὰ παρὰ ταύτας, ὥστε οὐδὲ οὐσία ἄλλη τις ἀκίνητος καὶ ἀσώματος πλὴν ὅσας εἴπομεν. καὶ τὰ μὲν λεγόμενα οἶμαι τοιαῦτα. τὸ δὲ κατὰ τὴν λέξιν τὴν τέλος ἔσται πάσης φορᾶς τῶν φερομένων τι θείων σωμάτων κατὰ τὸν οὐρανόν, ἴσον ἐστὶ τῷ2 πᾶσα ἐγκύκλιος φορὰ τέλος ἔχει ἄστρον τι καὶ ἕνεκεν ἐκείνου γίνεται· οὗ γὰρ ἕνεκά τι γίνεται, ἐκεῖνο τέλος ἐστὶ τοῦ δι’ ἐκεῖνο γινομένου. Ταῦτα εἰπὼν δείκνυσιν ὅτι ὁ οὐρανὸς καὶ ὁ κόσμος εἷς ἐστιν. ἀναγκαῖον γὰρ ἦν τῷ δεδειχότι ὅτι τὸ πρῶτον αἴτιον ἕν ἐστι ζητεῖν, πότερον καὶ ἡ ὑπ’ αὐτοῦ παραγομένη καὶ ἀϊδίως κινουμένη οὐσία μία ἐστὶν ἢ πολλαί. λέγει οὖν ὅτι εἰ μή ἐστιν εἷς ὁ κόσμος ἀλλὰ πλείους μὲν τῷ ἀριθμῷ, ὡς Σωκράτης Πλάτων Καλλίας, εἷς δὲ τῷ εἴδει, ἔσονται καὶ ἄριστα καθ’ αὑτὰ καὶ κυρίως ἄριστα ὅσοι καὶ οἱ κόσμοι· τοῦ γὰρ ἑνὸς καὶ συνεχῶς καὶ ἀϊδίως κινουμένου δέδεικται ὅτι ἓν τὸ κινητικόν· ὥστε ἔσονται αἱ πρῶται ἀρχαὶ καὶ τὰ κυρίως ἄριστα πλείω μὲν τῷ ἀριθμῷ εἴδει δὲ τὰ αὐτά. καθὸ γὰρ ζῷα καὶ καθὸ ἀίδια καὶ καθὸ ἄριστα οὐδὲν ἄν διαφέροιεν, ὥσπερ οὐδὲ ὁ Σωκράτης καὶ ὁ Πλάτων καθὸ ἄνθρωποι· ὥστε ἔσονται ζῷα ἀίδια ἄριστα τῷ μὲν ἀριθμῷ πολλὰ τῷ δὲ εἴδει τὰ αὐτά. ἀλλὰ τὰ μὲν τῷ εἴδει τὰ αὐτὰ τῷ ἀριθμῷ δὲ ἕτερα παρὰ τῆς ὕλης τοῦτο ἔχει· ἡ γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης τοῦτο ἔχει, ἐπεὶ τά γε εἴδη αὐτῶν καθ’ ἅ εἰσιν ἄνθρωποι ἢ ἵπποι οὐδεμίαν ἔχει διαφοράν. ἀλλὰ μὴν τὸ πρῶτον καὶ ἄριστον ἄϋλον καὶ ἐνέργεια ὂν ἐδείχθη· οὐκ ἄρα εἰσὶ πολλὰ ζῷα ἀΐδια ἄριστα· ὥστε οὐδὲ κόσμοι πλείους. κατὰ δὲ τὴν λέξιν τὴν εἷς γὰρ λόγος καὶ ὁ αὐτὸς πολλῶν, οἷον ἀνθρώπου, τὸ εἷς ἀντὶ τοῦ ἕτερος γὰρ ὁ λόγος τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος· ὁ δὲ Σωκράτης εἷς, ἤτοι καὶ ὁ Σωκράτους καθὸ Σωκράτης ἕτερος. εἰ δὲ τοῦτο, εἴπερ εἰσὶ τὰ πρῶτα αἴτια πολλά, ἕτερος ἔσται ἑνὸς ἑκάστου αὐτῶν ὁ λόγος καθὸ ἄτομα καὶ μερικά· ὥστε καὶ σύνθετα ἔσται καὶ ἔνυλα, καὶ ἕτερος ὁ λόγος τοῦ κοινῶς κατηγορουμένου αὐτῶν εἴδους, ὅπερ ἀδύνατον. τὸ δὲ τὸ δὲ τί ἦν εἶναι οὐκ ἔχει ὕλην τὸ πρῶτον ἀντὶ τοῦ τὸ δὲ πρῶτον τί ἦν εἶναι,3 ἤτοι τὸ πρῶτον εἶδος καὶ ὁ λόγος καὶ ἡ ἐνέργεια, αὐτό φημι τὸ ζῷον ἀίδιον ἄριστον, οὐκ ἔχει ὕλην.

但如果位移是为了位移,它要么是为了自身(正如步行是为了步行,这是荒谬可笑的),要么是为了另一种[运动](正如变白是为了变甜);但若是后者,变甜也将为了另一种[运动],并且这将进行至无穷。因此剩下的结论是,如果除了所述及的周转运动之外还有另一种,它是为了被运载的物体。但是,所有有助于被运载物体的位移的运动都已存在。因此,在这些之外没有别的位移,从而除了我们所说的那么多之外,也没有任何其他不动且非物体的实体。我想,所说的内容便是如此。 另一方面,关于文句“在天界中被运载的神圣物体之一将是一切位移的目的”,这等同于:每一个圆周位移都以某一颗星辰为目的,并且因它而发生;因为凡某物为其缘故而发生者,那本身便是因它而发生者的目的。 在说了这些之后,他表明天界与宇宙是唯一的。因为对于表明了第一原因是一的人而言,探讨由它产生并永恒运动的实体也是单一的还是多数的,乃是必然的。于是他说,如果宇宙不是唯一的,而是在数目上为多(如苏格拉底、柏拉图、卡利亚斯),在种形式上为一,那么自在最善的且本义上最善的事物也将与宇宙一样多;因为关于那一而连续且永恒运动的事物,已经证明推动它的是单一的;因此,第一本原和本义上最善的事物在数目上将为多,但在种形式上是同一的。因为就其作为动物而言,就其作为永恒者而言,以及就其作为最善者而言,它们没有任何差异,正如苏格拉底与柏拉图就其作为人而言毫无差异一样;因此将有在数目上为多但在种形式上同一的永恒且最善的动物。 然而,凡在种形式上同一而在数目上相异的事物,都是因质料而具有这一点[差异];因为个别的人彼此之间的差异是因质料而具有这一点,既然它们据以成为人或马的种形式本身并无任何差异。然而,第一且最善者已被证明是非质料的并且是现实活动;因此并不存在许多永恒且最善的动物;从而也没有多个宇宙。 关于文句“因为多数事物的定义是一且相同的,例如人的[定义]”,其中“一”代替了:“因为人就其作为人而言的定义是相异的”;“而苏格拉底是一”,亦即“苏格拉底就其作为苏格拉底而言的[定义]也是相异的”。如果是这样,假若第一原因有许多个,那么它们每一个就其作为不可分割的个别者而言的定义都将是相异的;因此它们也将是复合的且含有质料的,并且普遍述说于它们之上的种形式的定义也将是相异的,而这是不可能的。 而文句“但‘是什么’不具有质料,第一的”,是代替了:“但第一的‘是什么’,即第一形式、定义和现实活动——我指的是那永恒且最善的动物自身——不具有质料。”

语法注3 条
  1. 12.30λείπεται δὴ εἰ ἔστι παρὰ τὰς εἰρημένας περιφορὰς ἄλλη, χάριν φερομένου σώματος εἶναι

    不定式短语 χάριν φερομένου σώματος εἶναι(“是为了被运载的物体”)作无人称动词 λείπεται(“剩下的是……”)的主语,条件从句 εἰ ἔστι παρὰ τὰς εἰρημένας περιφορὰς ἄλλη(“如果除了所述及的周转运动之外还有另一种”)插在二者之间。

  2. 12.30τὸ δὲ κατὰ τὴν λέξιν τὴν τέλος ἔσται πάσης φορᾶς τῶν φερομένων τι θείων σωμάτων κατὰ τὸν οὐρανόν, ἴσον ἐστὶ τῷ

    主语是由定冠词将介词短语名词化构成的 τὸ δὲ κατὰ τὴν λέξιν τὴν...(“至于……这一文句”),谓语为 ἴσον ἐστὶ τῷ(“等同于……”),后接相当于说明其含义的从句。

  3. 12.30τὸ δὲ τί ἦν εἶναι οὐκ ἔχει ὕλην τὸ πρῶτον ἀντὶ τοῦ τὸ δὲ πρῶτον τί ἦν εἶναι

    亚历山大运用固定句式 ἀντὶ τοῦ(“代替了……”)来解释亚里士多德原文中的倒装(hyperbaton):句末的 τὸ πρῶτον 应当在句法上与前面的主语 τὸ τί ἦν εἶναι 结合理解,即相当于 τὸ δὲ πρῶτον τί ἦν εἶναι(“第一本质”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:708.28-709.25