← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§707.26-708.28

不动实体的数目与天球运动数目的相符

亚历山大注解了亚里士多德如何以不存在不有助于星辰运行的位移为由,排除了存在不推动任何事物的超越实体的可能性,从而论证了不动实体的数目与天球运动的数目(五十五)精确相符。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.30#1

" Εἰ δὲ μηδεμίαν οἷόν τε εἶναι φορὰν μὴ συντείνουσαν πρὸς ἄστρου φοράν." Εἰπὼν ὅτι ὅσα ἐστὶ τὰ κινούμενα, τοσαῦτα καὶ τὰ κινοῦντα εἶναι εὔλογον ὑπολαβεῖν, ἐπειδή τις ἔμελλε λέγειν ὅτι ‘καὶ τί κωλύει εἶναί τινας οὐσίας ἀσωμάτους καὶ καθ’ αὑτάς, μηδὲν δὲ κινούσας; εἰ δὲ τοῦτο ἐνδέχεται, οὐκ εὔλογον, ὅσα ἐστὶ τὰ κινούμενα, τοσαύτας εἶναι καὶ τὰς ἀσωμάτους οὐσίας, καὶ οὔτε πλείους οὔτε ἐλάττους’, ταύτην δυναμένην τὴν ἔνστασιν πρὸς τὸν λόγον φέρεσθαι λύει λέγων· εἰ δὴ πᾶν τὸ τετευχὸς τοῦ ἀρίστου τέλος καὶ αὐτὸ τοῦτο ἄριστον καὶ ἐφετὸν ὄν (πᾶς γὰρ θεὸς ἄριστος καὶ εἰ μὴ ὡς ὁ πρῶτος), τούτου ἀνάγκη τι ἐφίεσθαι·1 πᾶν γὰρ ἐφετὸν ἐφιεμένου τινός ἐστιν ἐφετόν. εἴπερ οὖν εἰσι καὶ ἄλλαι τινὲς οὐσίαι ἄρισται, πᾶν δὲ ἄριστον ἐφετόν, ἐφετὰς ἀνάγκη αὐτὰς εἶναι· εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὰ ἐφιέμενα αὐτῶν εἶναι καὶ κινεῖσθαι δι’ αὐτάς. ἀλλ’ εἴπερ εἰσὶ τὰ κινούμενα, ἔσονται καὶ κινήσεις· οὐδὲν γὰρ κινούμενον ἄνευ κινήσεως. ἀλλὰ μὴν κινήσεις παρὰ τὰς πεντήκοντα καὶ πέντε οὔκ εἰσιν, οὐδὲ κινούμενα ἄρα παρὰ ταῦτα, οὐδὲ κινητικὰ ἄρα. προάγει δὲ τὸν λόγον ὑποθετικῶς λέγων εἰ δὲ μηδεμίαν οἷόν τ’ εἶναι φορὰν μὴ συντείνουσαν πρὸς ἄστρου φοράν, καὶ προσυπακουστέον τοῦ οὐκ ἂν εἴη κίνησις ἄλλη·2 εἰ γὰρ ἔσται, μάτην ἔσται. καὶ ἔστι τὸ λεγόμενον κατασκευαστικὸν τοῦ οὐκ ἔστιν ἄλλη κίνησις παρὰ τὰς εἰρημένας· εἰ δὲ τοῦτο, οὐδὲ κινούμενα, ὥστε οὐδὲ κινοῦντα. εἰ οὖν μὴ ἔστι τις φορὰ μὴ συντείνουσα πρὸς ἄστρου φοράν (καὶ γὰρ καὶ αἱ τῶν φερουσῶν τοὺς ἀστέρας σφαιρῶν φοραὶ καὶ αἱ τῶν ἀνελιττουσῶν πρὸς τὰς τῶν ἄστρων φορὰς συντελοῦσι), πᾶσαι δὲ αἱ συντείνουσαι κινήσεις πρὸς τὰς τῶν ἄστρων φοράς εἰσι καὶ οὐδεμία λείπει, οὐκ ἔστιν ἄλλη κίνησις παρ’ αὐτάς. εἰ γὰρ ἔστι, μάτην ἔσται, οὐδὲν δὲ μάτην οὔθ’ ὁ θεὸς οὔθ’ ἡ φύσις ποιεῖ. εἰ δὲ μὴ κίνησίς ἐστιν ἄλλη, οὐδὲ κινούμενον οὐδὲ κινοῦν· ὥστε τὸ μὲν τοιοῦτον ἐπιχείρημα ἐκ τοῦ μὴ εἶναι ἄλλην κίνησιν δεῖξαι συναπέδειξεν ὅτι οὐδὲ ἄλλη οὐσία. τὸ δὲ ἔτι δὲ πᾶσαν φύσιν καὶ πᾶσαν οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν προηγουμένως ἐστὶ δεικτικὸν3 τοῦ μὴ εἶναι ἄλλας οὐσίας. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ἔτι εἰ πᾶσαν φύσιν καὶ οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν ἤτοι ἀσώματον τοιαύτην εἶναι χρὴ ἡμᾶς νομίζειν, ἤτοι ἀρίστην καὶ ἐφετὴν καὶ τελικὴν αἰτίαν, οὐδεμία ἂν εἴη παρὰ τὰς εἰρημένας κινητικὰς αἰτίας ἑτέρα φύσις, ἀλλ’ ἀνάγκη πεντήκοντα εἶναι καὶ πέντε μὴ συναριθμουμένου καὶ τοῦ πρώτου αἰτίου· εἰ γάρ εἰσιν ἕτεραι οὐσίαι παρὰ ταύτας, κινοῖεν ἄν, ἐπειδὴ ἀνάγκη τελικὰ αἴτια καὶ ἐφετὰ εἶναι αὐτάς· τούτου γάρ ἐστι δεικτικὸν τὸ ὡς τέλος οὖσαι φορᾶς. τὸ γὰρ ἐφετὸν τέλος ἐστὶ τῆς δι’ αὐτὸ γινομένης φορᾶς ἢ ὅλως κινήσεως. ἀλλ’ ἀδύνατον ἄλλας εἶναι φορὰς παρὰ τὰς εἰρημένας. καὶ τοῦ ἀδύνατον καὶ ἄλλας εἶναι τὴν αἰτίαν ἐπάγει. εἰ γὰρ ἔστι καὶ ἄλλη φορά, ἢ χάριν φερομένου σώματος ἔσται ἢ ἕνεκεν ἄλλης φορᾶς.

“但若不可能有任何不有助于星辰位移的位移。” 在说明了合情合理地设想被推动者有多少推动者便也有多少之后,鉴于有人可能会提出:“又有何妨碍存在某些非肉体的、自存的、却不推动任何事物的实体呢?如果这是可能的,那么非肉体实体恰好如被推动者一样多,既不多也不少,就不是合情合理的了”,他便通过如下说法消解了这个可能针对该论证提出的异议:如果凡是达致最善者皆是目的,且其自身正是这最善者和欲求之对象(因为每一个神都是最善的,即便并不像第一者那样),那么必然有某种东西欲求于它;因为凡被欲求者皆是某一欲求者的被欲求者。因此,如果确实还有其他某些最善的实体,而凡最善者皆是被欲求者,那么它们必然是被欲求者;而如果是这样,欲求它们并因它们而运动的事物也必然存在。但是,如果被推动者存在,运动也将存在;因为没有任何被推动者能脱离运动。然而,除了这五十五种运动之外并没有别的运动;因此除了这些之外也没有被推动者,从而也没有推动者。 他以假言的方式推进论证,说道:“但若不可能有任何不有助于星辰位移的位移”,并且必须在思想中补充上:“就不会有别的运动;因为若要有,它将是徒劳的。”而所说的话正是为了确立“除了所述及的运动之外没有别的运动”;如果这样,也就没有被推动者,因而也没有推动者。因此,如果没有一种位移不有助于星辰的位移(因为无论是运载星辰的天球的位移,还是反向旋转的天球的位移,都对星辰的位移有所助益),并且所有有助于星辰位移的运动都已存在而无一遗漏,那么除了它们之外就没有别的运动。因为若有,它将是徒劳的,而无论是神还是自然都不会徒劳地造就任何事物。而若没有别的运动,也就没有被推动者,也没有推动者;因此,这样一个论证由表明没有别的运动,一同证明了也没有别的实体。 另一方面,“此外,凡不受动的且自在的每一个自然和每一个实体”这一句话,首要地是表明没有别的实体。而他所说的意思是这样的:此外,如果凡不受动的且自在的自然与实体——亦即非肉体的——我们都应当认为是这种性质的,即最善的、作为欲求对象的且作为目的原因的,那么除了所述及的推动原因之外,就不会有任何其他的自然,若不把第一原因也合并计算在内,必然是五十五个;因为如果在这些之外还有别的实体,它们就会引发运动,既然它们必然是目的原因和欲求对象;因为“作为位移的目的”所指明的正是这一点。因为被欲求者正是因它而产生的位移或一般而言运动的目的。但是,除了所述及的位移之外不可能有其他位移。于是[亚里士多德]接着给出了不可能还有其他位移的原因。因为如果还有另一种位移,它要么是为了被运载的物体,要么是为了另一种位移。

语法注3 条
  1. 12.30τούτου ἀνάγκη τι ἐφίεσθαι

    非人称结构 ἀνάγκη [ἐστί] 支配不定式 ἐφίεσθαι,其中不定代词 τι 作为不定式的逻辑主语,属格指示代词 τούτου 则作为 ἐφίεσθαι 所支配的受词(“必然有某种东西欲求于它”)。

  2. 12.30προσυπακουστέον τοῦ οὐκ ἂν εἴη κίνησις ἄλλη

    非人称动形词 προσυπακουστέον(“必须在思想中补充理解”)支配带有属格冠词 τοῦ 的从句 τοῦ οὐκ ἂν εἴη κίνησις ἄλλη,用以指明在亚里士多德的条件句之后需要补充理解的归结从句。

  3. 12.30τὸ δὲ ἔτι δὲ πᾶσαν φύσιν καὶ πᾶσαν οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν προηγουμένως ἐστὶ δεικτικὸν

    中性单数冠词 τό 将接续的亚里士多德原文引文(ἔτι δὲ πᾶσαν φύσιν...)整体名词化作为主语,谓语部分为 προηγουμένως ἐστὶ δεικτικὸν τοῦ μὴ εἶναι ἄλλας οὐσίας。这是注解书中直接引用原文作为名词性主语的标准句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:707.26-708.28