- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:706.16-707.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德将对应于天球数目的不动实体数目表述为“合情合理”而非“必然”的原因得到了阐明;亚历山大进而解释了推动天球的动因并非其灵魂,而是从属于第一理智的超越性非形体神明,它们作为各自天球所欲求的“最善者”而引发运动。
" Τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον, ὥστε καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους." Ἱστορήσας τὸ πλῆθος τῶν σφαιρῶν καὶ εἰπὼν ὡς κατὰ μὲν τὸν Εὔδοξόν εἰσιν αἱ πᾶσαι σφαῖραι εἴκοσι καὶ ἕξ, κατὰ δὲ Κάλλιππον τριάκοντα καὶ τρεῖς, κατὰ δὲ τὴν αὑτοῦ παρατήρησιν πεντήκοντα καὶ πέντε, ἔχων δὲ καὶ δεδειγμένον ὅτι ἡ μία καὶ ἁπλῆ καὶ ἀίδιος κίνησις ὑφ’ ἑνὸς καὶ ἁπλοῦ καὶ ἀμεροῦς κινητικοῦ γίνεται, θαρρούντως ἀποφαίνεται ὅτι ὅσον τυγχάνει ὂν τὸ τῶν σφαιρῶν καὶ αἰσθητῶν οὐσιῶν πλῆθος, τοσαύτας εὔλογον ὑπολαβεῖν καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους. ἐπεὶ δὲ ἱστόρησε μόνον, οὐ μὴν καὶ ἀπέδειξεν ὅτι αἱ σφαῖραι πεντήκοντα καὶ πέντε εἰσὶ καὶ εἶπεν ὅτι εὔλογον τὸ τὰς ἀκινήτους οὐσίας τοσαύτας ὑπολαβεῖν, ἐπάγει τὸ γὰρ ἀναγκαῖον ἀφείσθω τοῖς ἰσχυροτέροις λέγειν, ὡς ἂν εἰ ἔλεγεν ‘ἡμεῖς μὲν τὰς σφαίρας πεντήκοντα καὶ πέντε ἱστορήσαντες οὔ φαμεν ὅτι ἀναγκαῖον τοσαύτας εἶναι· εἰ δέ τινες ἰσχυρότερον καὶ κρεῖττον ἡμῶν εἴποιεν, ἐκεῖνοι τὸ ἀναγκαῖον προσθέτωσαν, ἀλλ’ οὐ τὸ εὔλογον ὡς ἡμεῖς’, φιλοσόφως πάντως ταῦτα λέγων. ἀλλὰ τίνα τὰ τῶν σφαιρῶν ποιητικὰ αἴτια, ἃ νῦν παραδίδωσι; πότερον αἱ ψυχαὶ καὶ τὰ εἴδη αὐτῶν; ἢ οὐ τὰς τούτων ψυχάς φησιν, ἐπεὶ οὐχ αὗται θεοί; αὗται γὰρ εἴδη οὖσαι τῶν σφαιρῶν ἐν αὐταῖς εἰσι, καὶ κινοῦσιν αὐτὰς κύκλῳ διὰ μέσης τῆς φύσεως μιᾶς οὔσης καὶ τῆς αὐτῆς κινήσεως (οὐ γὰρ ἄλλη ἡ τῆς ψυχῆς καὶ ἄλλη ἡ τῆς φύσεως κίνησις), καὶ ἔχουσιν ἀπὸ μὲν τῆς φύσεως αἱ σφαῖραι τὴν αὐτοφυᾶ καὶ ἀβίαστον καὶ κατ’ αὐτὸ τὸ εἶδος ἐπιτηδειότητα πρὸς τὸ κινεῖσθαι, ἀπὸ δὲ τῆς ψυχῆς τὴν μεταβατικὴν ἐνέργειαν, πρὸς ἣν πεφύκασι διὰ τὴν φύσιν. οὐ τὰς τούτων οὖν ψυχὰς λέγει, ἀλλ’ ἑτέρας οὐσίας ἀσωμάτους καὶ χωρὶς σώματος, ὑφειμένας μὲν τοῦ πρώτου νοῦ ὅσον αἱ σφαῖραι, εἰ χρὴ λέγειν, τῆς ἀπλανοῦς,1 ὑπερτέρας δὲ τῶν ψυχῶν τῶν σφαιρῶν· ὥστε αἱ σφαῖραι ὑπὸ μὲν τῶν οἰκείων ψυχῶν κινοῦνται, ὥσπερ εἴρηται, ὑπὸ δὲ τῶν τοιούτων θεῶν, ὡς ἡ ἀπλανὴς ὑπὸ τοῦ πρώτου νοός. κινεῖται δὲ ἡ ἀπλανὴς ὑπὸ τοῦ πρώτου κινητικοῦ τὴν ἐπ’ ἄπειρον κίνησιν· οὐ γάρ ἐστιν ἡ ψυχὴ τῆς ἀπλανοῦς αἰτία τοῦ ἐπ’ ἄπειρον κινεῖσθαι, οὐδ’ ὑπ’ αὐτῆς τοῦτο ἔχει, ἀλλ’ ὑπὸ τοῦ πρώτου κινητικοῦ. ὥσπερ γὰρ τὴν κίνησιν ἀπὸ ψυχῆς ἔχει, ὥσπερ εἴρηται, οὕτω τὸ ἐπ’ ἄπειρον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ὅσα τοιαῦτα ἀπὸ τῆς ἀκινήτου νοερᾶς αἰτίας ἐφήκει τῷ οὐρανῷ. ὡς οὖν ὁ οὐρανὸς ὑπὸ τοῦ πρώτου κινεῖται κινητικοῦ, οὕτω καὶ αἱ πλανώμεναι σφαῖραι ὑπὸ τῶν οἰκείων κινητικῶν, τελειουμένων καθ’ ἑκάστην καὶ ἀγαθυνομένων ὑπὸ τοῦ πρώτου κινητικοῦ, ἄλλα μὲν μᾶλλον ἄλλα δὲ ἧττον, τὰ μὲν τῆς Κρονιακῆς σφαίρας μᾶλλον, τὰ δὲ τῆς ἡλίου ἧττον, καὶ τὰ λοιπὰ ὁμοίως. λέγονται δὲ καὶ τὰ τοιαῦτα κινητικὰ αἴτια ἄριστα, οὐχ ὡς τὸ πρῶτον καὶ οὗ ταῦτα ἐξήρτηται (ἐκεῖνο μὲν γὰρ ἀνενδεὲς τῶν ἑαυτοῦ καλῶν ὑπέρπληρες, ταῦτα δὲ ἐπιστρέφεται πρὸς ἐκεῖνο καὶ τῆς ἐκείνου πληροῦται ἀγαθοδοσίας), ἀλλὰ λέγεται ἄριστα ὡς πρὸς τὰς σφαίρας ἃς κινοῦσιν· ὡς γὰρ ἀρίστων τούτων ἐφίενται· οὗ γάρ τι ἐφίεται, ὡς ἀρίστου τούτου ἐρᾷ.2 ὥστε ὁ πολυτίμητος νοῦς ἁπλῶς λέγεται ἄριστον, ὡς καὶ ὁ πρῶτος οὐρανὸς ἁπλῶς μέγας· ταῦτα δὲ λέγεται ἄριστα ὡς πρὸς τὰς ὑπ’ αὐτῶν κινουμένας σφαίρας, ὥσπερ καὶ τοδὶ τὸ μέγεθος λέγεται μέγα ἢ μεῖζον, οἷον φέρε τὸ δεκάπηχυ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τοδὶ τὸ δίπηχυ ἢ πεντάπηχυ.
“因此,诸天球的数目便设定为这么多,从而不动的诸实体与诸本原也是[这么多]。” 在考订了天球的数目并说明按照欧多克索斯全部天球为二十六个、按照卡利普斯为三十三个、按照他自己的观察为五十五个之后,又因为已经证明了单一、单纯且永恒的运动是由一个单纯且无部分的推动者造成的,他便满怀信心地断言:无论天球与可感实体的数目恰好是多少,合情合理地设想不动的诸实体与诸本原也是这么多。但既然他只是进行了考订,却并未证明天球就是五十五个,并且只是说设想不动的诸实体为这么多是合情合理的,所以他接着说道:“因为必然之事当留待更有力者去言说”,仿佛是在说:“我们虽然考订了天球为五十五个,却并不断言它们必然是这么多;但如果有人能说出比我们更有力、更卓越的见解,就让他们加上‘必然’,而不是像我们这样加上‘合情合理’”,他说出这些话完全是出于哲学的态度。 然而,他如今所传授的诸天球的动力因究竟是什么?难道是它们的灵魂与形式吗?或者他所说的并不是这些天球的灵魂,因为这些并不是神?因为这些灵魂既然是诸天球的形式,便存在于它们自身之中,并通过作为中介的自然将它们作圆周运动,而该运动是单一且同一的运动(因为灵魂的运动并非一事而自然的运动又为另一事);天球从自然那里获得了顺乎本性、非强迫的且依照形式本身而适于运动的能力,而从灵魂那里获得了位移的现实活动,诸天球正是通过自然而在本性上适合于这种活动。因此他所指的不是这些天球的灵魂,而是另外的不具有形体且脱离形体的诸实体,它们在第一理智之下的从属程度,如果可以这样说的话,正如诸天球之于恒星天球,但它们高于诸天球的灵魂;以至于诸天球一方面如前所述由其固有的灵魂所推动,另一方面则由这样的神明所推动,正如恒星天球由第一理智所推动一样。 恒星天球由第一推动者推动以进行无限的运动;因为恒星天球的灵魂并非无限运动的原因,恒星天球也不是从它〔灵魂〕那里拥有这一点的,而是从第一推动者那里拥有的。因为正如它如前所述从灵魂拥有运动一样,无限性、始终按照同一方式同样地并且围绕同一事物在同一状态中运动,以及所有诸如此类的事情,也同样是从不动的理智原因降临于天球的。因此,正如天由第一推动者所推动一样,行星天球也由其固有的推动者所推动,这些推动者在每一个天球中都由第一推动者加以成全并赋予善性,有的较多,有的较少,属于土星天球的较多,属于太阳天球的较少,其余的也是如此。并且这样的推动原因也被称为“最善者”,这并不是如同第一者以及这些推动者所依凭者那样[无条件地最善](因为那第一者完全不缺乏其自身的诸般美好且充盈有余,而这些推动者则归向于它并充满着它所赐予的善),而是相对于它们所推动的天球而言被称为最善者;因为它们是将这些推动者作为最善者而欲求的;因为某种东西所欲求之物,它是将其作为最善者来爱恋的。因此,崇高可敬的理智在无条件的意义上被称为最善,正如第一天在无条件的意义上被称为大一样;而这些推动者则是相对于由它们推动的天球而言被称为最善,正如这一个量度被称为大或较大,例如设想十肘不是在无条件意义上[被称为大],而是相对于这二肘或五肘而言的大。
- 12.29ὑφειμένας μὲν τοῦ πρώτου νοῦ ὅσον αἱ σφαῖραι, εἰ χρὴ λέγειν, τῆς ἀπλανοῦς
ὑφειμένας 是与 ἑτέρας οὐσίας 一致的中被动态完成时分词(宾格阴性复数),意为“从属于”或“低于”,属格 τοῦ πρώτου νοῦ 表示比较的标准。ὅσον 作为副词性关系词表示比较的程度,其后承前省略了动词(如 ὑφεῖνται)并支配属格 τῆς ἀπλανοῦς,解作“正如[其余]天球从属于恒星天球的程度一样”。
- 12.29οὗ γάρ τι ἐφίεται, ὡς ἀρίστου τούτου ἐρᾷ
该句 οὐ γάρ τι ἐφίεται, ὡς ἀρίστου τούτου ἐρᾷ 是支持前一句 ὡς γὰρ ἀρίστων τούτων ἐφίενται(“因为它们是将这些作为最善者而欲求的”)的普遍原理。词条中的 οὐ 系属格关系代词 οὗ(作 ἐφίεται 的宾语并与后文 τούτου 呼应)之误,τι 作不定主语(“某物所欲求之物”);全句表明欲求行为必然将其对象(τούτου)作为最善者(ὡς ἀρίστου)来热望(ἐρᾷ)。
