- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:705.8-706.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者讨论了亚里士多德《形而上学》卷Λ第8章中同心天球体系的总数(55个),以及在不计入对太阳和月亮所增添运动时的计算(47个),分析了其中出现的计算不合之处,并提出了包括索西格内斯观点在内的若干解决方案。
καὶ εἴη ἂν τὸ λεγόμενον ‘οὕτω κινεῖσθαι νενοήσθωσαν αἱ ἀνελίττουσαι, ὥστε ποιεῖν τὴν πρώτην καὶ ἐξωτάτην τῶν σφαιρῶν τῶν φερουσῶν τὸν Δία σφαῖραν ἀεὶ τὴν αὐτὴν θέσιν φυλάττειν πρὸς τὴν σφαῖραν ἐν ᾗ ἐνδέδεται ὁ ἀστήρ, καὶ μηδέποτε ἡγεῖσθαι τὰ λαμβανόμενα ἐν τῇ πρώτῃ σφαίρᾳ σημεῖα τῶν λαμβανομένων ἐν τῇ σφαίρᾳ ἐν ᾗ ὁ ἀστὴρ ἐνδέδεται σημείων, ἀλλ’ ἀεὶ συνανατέλλειν καὶ συνδύνειν.’ τὸ δὲ ὥστε ἐν αἷς μὲν αὐτὰ φέρεται σφαίραις αἱ μὲν ὀκτὼ αἱ δὲ πέντε καὶ εἴκοσίν εἰσιν, ἴσον ἐστὶ τῷ ὥστε κατὰ τὸν Κάλλιππον ὀκτὼ μὲν εἶναι τὰς τοῦ ἡλίου καὶ τῆς σελήνης, εἴκοσι δὲ καὶ πέντε τὰς τῶν ἄλλων, Κρόνου Διὸς καὶ τῶν λοιπῶν. τὸ γὰρ πρὸ ὀλίγου ῥηθὲν τὸ τῷ δ’ ἡλίῳ καὶ τῇ σελήνῃ δύο ᾤετο προσθετέας εἶναι ἴσον ἐστὶ τῷ ἀνὰ μίαν·1 ἐπεὶ γὰρ ὁ Εὔδοξος ἓξ ἐτίθετο τὰς τοῦ ἡλίου καὶ τῆς σελήνης, ὁ δὲ Κάλλιππος ὀκτὼ αὐτάς φησι, δῆλον ὅτι ἀνὰ μίαν αὐταῖς προσέθηκεν. ὁμοίως καὶ ταῖς λοιπαῖς τῶν πέντε ἀστέρων σφαίραις ἀνὰ μίαν προσέθηκε· τοῦ γὰρ Εὐδόξου τέτταρας λέγοντος εἶναι ἑκάστου τῶν λοιπῶν πέντε ἀστέρων, οὗτος πέντε αὐτὰς πεποίηκεν. τὸ δὲ τούτων δὲ μόνας ἀνελιχθῆναι οὐ δεῖ, ἐν αἷς τὸ κάτω φέρεται, ἀντὶ τοῦ μόνας τὰς τὴν σελήνην (αὕτη γάρ ἐστι κατωτάτω πάντων τῶν ἀστέρων) φερούσας οὐ δεῖ ἔχειν ἀνελιττούσας. τὸ δὲ αἱ μὲν τὰς τῶν πρώτων δύο ἀνελίττουσαι ἓξ ἔσονται, ἀντὶ τοῦ αἱ τοῦ Κρόνου καὶ Διὸς ἀνελίττουσαι ἓξ ἔσονται· ἐπεὶ γὰρ τέτταρές εἰσιν αἱ τὸν Κρόνον φέρουσαι καὶ τέτταρες αἱ τὸν Δία, δεῖ δὲ καθ’ ἕκαστον ἀστέρα τὰς ἀνελιττούσας μιᾷ ἐλάττους εἶναι, ἓξ ἔσονται αἱ τοῦ Κρόνου καὶ Διὸς ἀνελίττουσαι, ἐπὶ δὲ τῶν λοιπῶν τεττάρων, Ἄρεος Ἀφροδίτης Ἑρμοῦ ἡλίου, πέντε καθ’ ἕκαστον οὐσῶν τῶν φερουσῶν, τέτταρες. γίνονται οὖν αἱ πᾶσαι ἀνελίττουσαι δὶς μὲν τρεῖς αἱ Κρόνου καὶ Διός, τετράκις δὲ τέτταρες Ἄρεος Ἀφροδίτης Ἑρμοῦ ἡλίου· ὥστε πᾶσαι δύο καὶ εἴκοσιν· ἦσαν δὲ αἱ φέρουσαι ὀκτὼ μὲν αἱ Κρόνου καὶ Διός, πέντε δὲ καὶ εἴκοσι τῶν λοιπῶν πέντε· τριῶν οὖν τούτων καὶ τριάκοντα ταῖς δύο καὶ εἴκοσι συντεθεισῶν ἀνελιττούσαις, αἱ πᾶσαί εἰσι πέντε καὶ πεντήκοντα. ταῖς γὰρ τὴν σελήνην φερούσαις, ὡς εἴρηται, οὐδὲν δεῖ ἀνελιττουσῶν, ἐσχάτης οὔσης· οὕτω γὰρ Ἀριστοτέλης εἴρηκεν, ὅτι μόνας οὐ δεῖ ἀνελιχθῆναι ἐν αἷς φέρεται τὸ κάτω τεταγμένον ἄστρον. τὸ δὲ ἐπαχθὲν εἰ δὲ τῇ σελήνῃ τε καὶ τῷ ἡλίῳ μὴ προσθείη τις ἃς εἴπομεν κινήσεις, ἑπτὰ καὶ τετταράκοντα ἔσονται πᾶσαι, τοῦτο ταραχὴν ποιεῖ. ἐὰν γὰρ ἀφέλωμεν τὰς τοῦ ἡλίου δύο καὶ τὰς τῆς σελήνης δύο, ἃς προσέθηκε Κάλλιππος, καὶ δηλονότι δύο ἄλλας ἀπὸ τοῦ ἡλίου τὰς ἀνελιττούσας ἐκείνας (ἀφῃρημένων γὰρ ἐκείνων δεῖ συναφαιρεῖν καὶ τὰς μελλούσας αὐτὰς ἀνελίττειν), ἓξ μὲν ἔσονται ἀφῃρημέναι, δύο αἱ φέρουσαι τὸν ἥλιον καὶ δύο αἱ ταύτας ἀνελίττουσαι πρὸς ταῖς δύο ταῖς τῇ σελήνῃ προστεθείσαις ὑπὸ Καλλίππου· οὐκέτι δὲ συμβαίνει τούτων ἀφαιρεθεισῶν ἀπὸ τῶν πέντε καὶ πεντήκοντα λοιπὰς εἶναι πάσας ἑπτὰ καὶ τετταράκοντα, ἀλλὰ ἐννέα καὶ τετταράκοντα καταλιμπάνεσθαι· ἢ ὡς ἐπιλελησμένος ὅτι τῆς σελήνης οὐ τέτταρας ἀλλὰ δύο μόνας ἀφεῖλεν, εἰ μὴ ἄρα δεῖ λέγειν ὅτι τοῦ μὲν ἡλίου τὰς τέτταρας ἀφεῖλεν, ἃς αὐτὸς προστέθεικεν ἀνελιττούσας, καὶ ἀμφοτέρων, ἃς ὁ Κάλλιππος, καὶ οὕτως ὀκτὼ τῶν ἀφαιρεθεισῶν οὐσῶν ἀπὸ τῶν πεντήκοντα καὶ πέντε, αἱ λοιπαί εἰσιν ἑπτὰ καὶ τετταράκοντα, καὶ οὕτω συμβαίνει εἶναι ὃν Ἀριστοτέλης φησὶν ἀριθμόν· ἢ ὥς φησιν ὁ Σωσιγένης2 ἐπιστήσας, βέλτιον εἶναί φησι λέγειν τοῦ ἀριθμοῦ παρόραμα νομίζειν τοῖς γράφουσι γεγονέναι, ἢ τὰς αὐτὰς ἑβδόμας καὶ ὀγδόας σφαίρας ποιεῖν.
而所表达的意思大概是:“设想反卷的[天球]以这样一种方式运动,使得承载木星的诸天球中第一且最外层的天球,相对于那颗星体固定在其中的天球始终保持相同的位置,并且在第一天球上所取的诸点绝不领先于在那颗星体固定在其中的天球上所取的诸点,而是始终共同升起并共同落下。”而“以至于它们在其中被运载的天球,前者是八个,后者是二十五个”这一文句,等同于:以至于按照卡利普斯,太阳和月亮的天球是八个,而其他星体——土星、木星及其余——的天球是二十五个。因为不久前所说的“对于太阳和月亮,他认为应当加上两个”等同于“各加一个”;因为既然欧多克索斯将太阳和月亮的天球设定为六个,而卡利普斯称它们为八个,显而易见他给它们各加了一个。同样,对于其余五颗星体的天球,他也各加了一个;因为欧多克索斯说其余五颗星体中每一颗都有四个天球,而此人将它们设为了五个。 而“在这些之中,唯有排在下方的[星体]在其中运行的天球无需反卷”这一文句,等同于:唯有承载月亮(因为这是所有星体中处于最下方的)的天球无需拥有反卷天球。而“反卷最初两颗[星体之天球]的将是六个”这一文句,等同于:土星和木星的反卷天球将是六个;因为既然承载土星的天球有四个,承载木星的天球也有四个,而就每一颗星体而言反卷天球必须少一个,所以土星和木星的反卷天球将是六个,而在其余四颗——火星、金星、水星、太阳——的情况下,承载它们的天球对于每一颗而言既然是五个,反卷天球就是四个。因此,全部反卷天球为土星和木星的二乘三,以及火星、金星、水星、太阳的四乘四;因此全部为二十二个。而承载天球则是土星和木星的八个,其余五颗星体的二十五个;因此将这三十三个与二十二个反卷天球相加,总共是五十五个。因为如前所述,承载月亮的天球完全不需要反卷天球,既然它是最后一个;因为亚里士多德就是这样说的:唯有排在下方的星体在其中运行的天球无需反卷。 然而,随后添加的“如果有人不对月亮和太阳加上我们所说的运动,总数将是四十七个”这一文句,引起了困惑。因为如果我们去掉卡利普斯所添加的太阳的两个和月亮的两个,并显然从太阳去掉反卷它们的另外两个(因为既然那些被去掉了,就必须同时去掉将要反卷它们的天球),那么被去掉的将是六个,即承载太阳的两个和反卷它们的两个,外加卡利普斯给月亮添加的两个;但在从五十五中去掉这些之后,却不再得出其余全部是四十七,而是留下了四十九。那么,这难道是仿佛他忘记了自己对月亮不是去掉了四个而是仅仅去掉了两个吗,除非确实应当说,对于太阳他去掉了他自己所添加的反卷的四个,并且去掉了卡利普斯对两者所添加的[天球],这样从五十五中被去掉的天球既然是八个,其余的就是四十七,从而得出了亚里士多德所说的数目?或者,正如索西格内斯在考察后所说,他主张与其将相同的天球作为第七和第八天球,不如说应当认为抄写员在数字上发生了笔误。
- 12.28ἀνὰ μίαν
介词 ἀνά 加上阴性单数宾格(省略了 σφαῖραν),构成表示分配的用法(distributive),意为“各自加上一个[天球]”。这是注疏者将前文的“加上两个”等同于“太阳和月亮各加一个”的关键句法依据。
- 12.28ἢ ὡς ἐπιλελησμένος ... ἢ ἄρα δεῖ λέγειν ... ἢ ὥς φησιν ὁ Σωσιγένης
亚里士多德在计算上出现的差异(从55中扣除却得出47而非49)通过析取连词 ἤ 与条件连词 εἰ μὴ ἄρα 提出了三种可能的解释。第一种是 ὡς 加上阳性单数分词 ἐπιλελησμένος(以亚里士多德为主语)构成的“仿佛忘却了……”的省略句;第二种转为由 εἰ μὴ ἄρα 引导、以非人称动词 δεῖ 为核心的条件从句;第三种则通过 ὥς φησιν 引入索西格内斯的见解,构成了句式更替(anakolouthon)。
