- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:697.32-698.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了潜能理智如何通过获得性相而进阶为现实态理智的过程,说明人类理智在脱离质料思考形式时与可知对象同一并附随地思想自身,而第一理智则在首要意义上且最就自身而言地思想自身。
ὅταν γὰρ ἐν ἕξει γένηται διὰ τὰς συνεχεῖς ἐνεργείας τοιαύτῃ, ὡς δι’ ἑαυτοῦ λοιπὸν ἐνεργεῖν δύνασθαι, τότε ὁ ὡς ἕξις καλούμενος νοῦς γίνεται, ἀνάλογος ὢν τῷ ἐπιστήμονι, ὃς τοῦ τε κατὰ δύναμιν ἐπιστήμονος λεγομένου καὶ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντός ἐστι μεταξύ· ὃς ὅσον ἀπολείπεσθαι δοκεῖ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντος, τοσοῦτον πλεονεκτεῖ τὸν κατὰ δύναμιν ἐπιστήμονα. ἐνεργοῦσα δὲ ἥδε ἡ ἕξις ὁ κατ’ ἐνέργειαν γίνεται νοῦς· ὁ γὰρ κατὰ ἕξιν νοῦς ἀποκείμενά πώς ἐστιν ἀθρόα καὶ ἠρεμοῦντα τὰ νοήματα. καὶ ἐπεί ἐστιν ὁ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ εἶδος τὸ νοούμενον, ὥσπερ ἡ κατ’ ἐνέργειαν αἴσθησις τὸ κατ’ ἐνέργειαν αἰσθητόν, ὁ ἐν ἕξει νοῦς1 (οὗτος δέ ἐστιν ὁ ὑφ’ αὑτοῦ νοεῖν δυνάμενος καὶ τὰ τῶν νοητῶν εἴδη λαμβάνειν καθ’ αὑτά), οὗτος ἤδη δύναται καὶ ἑαυτὸν νοεῖν· ἐπεὶ γὰρ τὸ νοούμενον εἶδος αὐτός ἐστιν, εἴ γε νοῶν ὃ νοεῖ γίνεται. ὁ ἄρα ἕξιν ἔχων τοῦ τὰ εἴδη νοεῖν, οὗτος ἕξιν καὶ δύναμιν ἔχει τοῦ νοεῖν ἑαυτόν· ὃ γὰρ δύναται νοεῖν, τοῦτο αὐτὸ νοῶν γίνεται, καὶ ἔστιν, ὅταν νοῇ, προηγουμένως μὲν καὶ καθ’ αὑτὸ νοῶν τὸ νοητὸν εἶδος, κατὰ συμβεβηκὸς δὲ ἑαυτόν, τῷ συμβεβηκέναι αὐτῷ, ὅταν νοῇ, γίνεσθαι ἐκεῖνο ὃ νοεῖ.2 πρὸ μὲν οὖν τοῦ κατ’ ἐνέργειαν τὸν νοῦν νοεῖν πρὸς ἄλληλά ἐστι τὸ νοοῦν καὶ τὸ νοούμενον καὶ ἀντικείμενα ἀλλήλοις ὡς τὰ πρός τι· ὅταν δὲ ἐνεργῶσιν, ἓν γινόμενα παύεται τῆς ἀντιθέσεως· οὐδὲ γὰρ ὑφαρμόζειν αὐτοῖς οἷόν τέ ἐστι τὸν τοῦ πρός τι λόγον. διὸ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτὸς γινόμενος τῷ νοητῷ, εὐλόγως ἑαυτὸν λέγεται νοεῖν. ὁ δὴ νοῦς ὁ κατ’ ἐνέργειαν ἑαυτὸν νοεῖ· ὃ γὰρ νοεῖ, τοῦτο αὐτὸ γίνεται· τὰ γὰρ εἴδη χωρὶς ὕλης νοεῖ· οὐ γὰρ τόδε ἀλλὰ τὸ τῷδε εἶναι νοεῖ, ὡς προείρηται. ἐπεὶ οὖν ὁ κατ’ ἐνέργειαν νοῦς καθ’ αὑτὸ ἄριστός ἐστιν, ἡ τούτου νόησις, ἣν αὐτὸς ἑαυτὸν νοεῖ, ἡ καθ’ αὑτὸ νόησις καὶ τοῦ καθ’ αὑτὸ ἀρίστου ἐστίν. ἔστι δ’ ὁ κατ’ ἐνέργειαν νοῦς ἄριστον, οὐχ ὅτι τὰ εἴδη χωρὶς ὕλης νοῶν ἐκεῖνα γίνεται, ἀλλ’ ὅτι καὶ τὸν πρῶτον νοῦν ὡς δυνατὸν νοῶν ἐκεῖνός πως γίνεται. εἰ οὖν ἡ καθ’ αὑτὸ νόησις τοῦ καθ’ αὑτὸ ἀρίστου ἐστί, καὶ ἡ καθ’ αὑτὸ μάλιστα νόησις ἔσται τοῦ καθ’ αὑτὸ μάλιστα ἀρίστου. αὕτη δ’ ἐστὶν ἡ τοῦ πρώτου νοῦ, καθ’ ἣν αὐτὸς ἑαυτὸν νοεῖ καὶ καθ’ ἣν αὐτός ἐστι τὸ νοοῦν, αὐτὸς τὸ νοούμενον. ἑαυτὸν οὖν νοεῖ ὁ ἐνεργείᾳ νοῦς κατὰ μετάληψιν τοῦ νοητοῦ· ἕξιν γὰρ ἔχων, ὥσπερ εἴρηται, τοῦ τὰ εἴδη νοεῖν θιγγάνων αὐτῶν. ἔστι δὲ καὶ ὁ ἐνεργείᾳ νοῦς οἷον εἶδος τοῦ δυνάμει νοῦ· ἔχει ἄρα ἕξιν καὶ τοῦ ἑαυτὸν νοεῖν· ὥστε ὅταν ἑαυτὸν νοῇ, ταὐτὸν γίνεται ὁ νοῦς καὶ τὸ νοητόν· τὸ γὰρ δεκτικὸν τοῦ νοητοῦ καὶ τῆς οὐσίας, ἤτοι τοῦ νοός, αὐτός ἐστιν ὁ νοῦς. ἐνεργεῖ δὲ ὁ τοιοῦτος νοῦς ἔχων ἐν ἑαυτῷ τὰ νοητὰ χωρίσας· ἐχώρισε γὰρ τῆς ὕλης καὶ παρ’ ἑαυτῷ ἔχει καὶ νοεῖ.
因为当它通过连续的现实活动而处于这样一种性相之中,以至于从此能够凭借自身进行现实活动时,那时被称为作为性相的理智就生成了,它类似于有知识者,而这有知识者介于被称为潜能上的有知识者与按照知识进行现实活动的人之间;他在多大程度上显得不如按照知识进行现实活动的人,就在多大程度上超越了潜能上的有知识者。而这一性相在活动时便成为现实态的理智;因为具有性相的理智在某种意义上就是一并积存并处于静止的思想。并且既然现实态的理智不外乎是被思想的形式,犹如现实态的感觉就是现实态的感觉对象一样,具有性相的理智(这也就是能够凭借自身进行思考、并就它们自身把握可知对象的诸形式的理智),它如今也能够思想自身了;因为既然它在思想时会成为它所思想的对象,那么它自身就是被思想的形式。因此,拥有思想诸形式的性相者,也就拥有思想自身的性相和能力;因为凡是它能够思想的,在思想时它就会成为这事物本身,并且当它思想时,在首要意义上且就自身而言,它是在思想可知形式,但在附随意义上则是在思想自身,因为在思想时成为它所思想的那个对象,乃是附随于它的情况。因此,在理智于现实中进行思想之前,思想者与被思想者彼此相关,并且作为关系事物而相互对立;但当它们活动时,它们合而为一,便脱离了这种对立;因为关系事物的定义甚至不可能适用于它们。因此,现实态的理智通过与可知对象成为同一,理所当然地被称为思想自身。现实态的理智确实思想自身;因为凡是它所思想的,它就成为这事物本身;因为它是脱离质料而思想诸形式的;因为正如前文所说,它所思想的不是这个具体事物,而是这一事物的本质存在。因此,既然现实态的理智就自身而言是最好的,那么它的这种思考(即它自身思想自身),就是就自身而言的思考,也是针对就自身而言最好的事物的思考。现实态的理智之所以是最好的,不仅因为在脱离质料思想诸形式时它成为了那些形式,而且因为在尽可能地思想第一理智时它在某种方式上也成为了那个[第一理智]。因此,如果说就自身而言的思考是针对就自身而言最好的事物的,那么最就自身而言的思考也必定是针对最就自身而言最好的事物的。而这就是第一理智的思考,依此思考它自身思想自身,并且依此思考它自身就是思想者,自身就是被思想者。因此,现实态的理智是通过承受可知对象而思想自身;因为正如所说,它在触及诸形式时拥有思想它们的性相。而且现实态的理智也仿佛是潜能理智的形式;因此它也拥有思想自身的性相;以至于当它思想自身时,理智与可知对象成为同一;因为那接受可知对象和实体、即接受理智的接受者,正是理智自身。而这样的理智在自身中保有分离出来的可知对象来进行活动;因为它将它们从质料中分离出来,保存在自己身边并进行思想。
- 12.24τὸ γὰρ δεκτικὸν τοῦ νοητοῦ καὶ τῆς οὐσίας, ἤτοι τοῦ νοός, αὐτός ἐστιν ὁ νοῦς
主谓结构对应亚里士多德原著(Metaph. 1072b22)。主语为带有冠词与强调代词的 αὐτός... ὁ νοῦς(“理智自身”),表语为中性实体化词组 τὸ δεκτικόν(“接受者”)。属格短语 τοῦ νοητοῦ καὶ τῆς οὐσίας 为宾格性属格,ἤτοι τοῦ νοός 则作为同位语对 τῆς οὐσίας 作出解释性限定(“即理智”)。
- 12.24προηγουμένως μὲν καὶ καθ’ αὑτὸ νοῶν τὸ νοητὸν εἶδος, κατὰ συμβεβηκὸς δὲ ἑαυτόν, τῷ συμβεβηκέναι αὐτῷ, ὅταν νοῇ, γίνεσθαι ἐκεῖνο ὃ νοεῖ
对比结构“προηγουμένως μὲν... κατὰ συμβεβηκὸς δὲ...”,分词 νοῶν 同时统领这两个短语。带冠词的不定词与格结构 τῷ συμβεβηκέναι 作原因状语(“因……对其而言成为附随事实”),解释了人类理智由于在思想时化为了所思对象,从而在附随意义上思想自身的语法和逻辑依据。
