← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§698.32-700.11

第一理智的观照与作为永恒生命的神

注解亚里士多德《形而上学》第12卷第7章(1072b23–1072b30),阐述第一理智思想自身的优越性、观照的至福以及神作为永恒至善的有生命物的定义,并批驳毕达哥拉斯派与斯派乌西波关于始基不完满的观点,证明第一原因是无形体且不可变异的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.25

" Ὥστε ἐκεῖνο μᾶλλον τούτου ὃ δοκεῖ ὁ νοῦς θεῖον ἔχειν.1" Πάντων τῶν τοῦ νοὸς θειότατόν ἐστιν ἡ θεωρία. ὃ οὖν θεῖον ἔχει ὁ ἐνεργείᾳ νοῦς (ἔχει δὲ θεῖον τὸ νοεῖν ἑαυτόν), τοῦτο μᾶλλον ἐκείνου, τουτέστι τοῦ πρώτου νοός ἐστιν· ἐκεῖνο οὖν φησιν, ὅπερ δοκεῖ τοῦ ἐνεργείᾳ νοῦ θειότατον καὶ τιμιώτατον, τοῦτο δ’ ἐστὶ τὸ νοεῖν ἑαυτόν, τοῦτο μᾶλλον ἐκείνου τοῦ πρώτου νοός ἐστιν· μᾶλλον γὰρ καὶ ἀκριβέστατα νοεῖ ἑαυτὸν ὁ πρῶτος νοῦς, ἤπερ ὁ ἐνεργείᾳ νοῦς ἑαυτόν. οὔτε οὖν ὁ ἐνεργείᾳ νοῦς ἑαυτὸν νοεῖ, ὥσπερ ὁ πρῶτος νοῦς ἑαυτόν, οὔτε ἀεί, ἀλλὰ ποτὲ καὶ ὀλιγάκις· ὁ δὲ πρῶτος νοῦς ἑαυτὸν ἀεὶ νοεῖ. οὐδὲν γὰρ ὁ πρῶτος νοῦς ἄλλο νοεῖ ἢ ἑαυτόν· τῷ μὲν γὰρ εἶναι νοητὸς νοεῖται πρὸς ἑαυτοῦ, καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ ἑαυτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται, δηλονότι ὑπὸ τοῦ ἐνεργείᾳ νοοῦντος· ἀεὶ δὲ ἐνεργείᾳ νοῶν ἐστι νοῦς αὐτὸς μόνος· ἀεὶ ἄρα ἑαυτὸν νοήσει. μᾶλλον δὲ καθ’ ὅσον ἐστὶν ἁπλοῦς· ὁ γὰρ ἁπλοῦς νοῦς ἁπλοῦν τι νοεῖ, οὐδὲν δὲ ἄλλο ἁπλοῦν ἐστι νοητὸν πλὴν αὐτός· ἀμιγὴς γὰρ οὗτος καὶ ἄυλος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ δυνάμει· ἑαυτὸν ἄρα μόνον νοήσει. καθὸ μὲν γὰρ νοῦς ἐστιν, ἑαυτὸν ὡς νοητὸν νοήσει· καθὸ δὲ ἐνεργείᾳ καὶ νοῦς ἐστι καὶ νοητόν, ἑαυτὸν νοήσει ἀεί· καθὸ δὲ ἁπλοῦς μόνος, ἑαυτὸν μόνον νοήσει· αὐτός τε γὰρ μόνος ἁπλοῦς ὢν ἁπλοῦ τινος νοητικός ἐστι, καὶ μόνος ἁπλοῦς τῶν νοητῶν ἐστι [τινός]. καὶ ἔστιν ἡ θεωρία, ἐν ᾗ ἑαυτὸν νοεῖ, τὸ ἥδιστον καὶ ἄριστον. εἰ οὖν ὁ θεὸς ἀεὶ οὕτως εὖ ἔχει ὥσπερ ἡμεῖς ποτε εὖ ἔχομεν, θαυμαστὸν ἂν εἴη τὸ θεῖον. εἰ δὲ μᾶλλον καὶ πλέον ὅσον οὐδὲ εἰπεῖν ἔχει τοῦ ἐνεργείᾳ νοῦ, τοσοῦτον ἔσται θαυμασιώτερον ὅσον καὶ πλεονεκτεῖ. ἀλλὰ μὴν ἔχει οὕτω· θαυμασιώτατον ἄρα καὶ πολυτίμητον τὸ θεῖον. ἀλλὰ μὴν καὶ ζωὴ ὑπάρχει τῷ πρώτῳ νῷ· ἡ γὰρ νοῦ ἐνέργεια ζωή, ἐκεῖνο δέ ἐστιν ἡ ἐνέργεια, ἐκεῖνο ἄρα ἡ ζωή. ἡ ἐνέργεια οὖν ἐκείνου, ἥτις καὶ καθ’ αὑτήν ἐστιν ἐνέργεια, ζωή ἐστιν ἀρίστη καὶ ἀίδιος. εἶτα ἐκ τῶν δειχθέντων ὑπάρχειν τῷ πρώτῳ νῷ ὁρίζεται αὐτόν, λέγων ὅτι ἐστὶν ὁ πρῶτος νοῦς ζῷον ἀίδιον ἄριστον· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα ἀίδια, ἀλλὰ τὸ ἄριστον αὐτός ἐστι μόνος ὁ πρῶτος νοῦς. ὥστε εἰ ζῷον ἀίδιόν ἐστιν ὁ θεός, πᾶν δὲ ἀίδιον ἐν συνεχείᾳ θεωρεῖται (εἰ γὰρ διαλιμπάνει, οὐκ ἀίδιον), ζωὴ καὶ αἰὼν συνεχής (αἰὼν γάρ ἐστιν ἡ ἑκάστῳ συμπαρεκτεινομένη ζωή) ὑπάρχει τῷ θεῷ. τοῦτο γάρ ἐστιν ὁ θεός, ἡ αἰώνιος καὶ ἀρίστη ζωή.

“因此,理智似乎作为神圣事物而具有的,不如说是属于那个[第一理智]而不是属于这个。” 在属于理智的一切事物中,最神圣的是观照。因此,现实态的理智所神圣地拥有的(而它神圣地拥有思想自身),这不如说是属于那个,即属于第一理智;因此他说,在现实态的理智看来最神圣且最可尊贵的事物,亦即思想自身,这不如说是属于那个第一理智;因为第一理智比现实态的理智思想自身更加且最精确地思想自身。因此,现实态的理智既不像第一理智思想自身那样思想自身,也不是始终如此,而只是有时且罕见地如此;但第一理智始终思想自身。因为第一理智除自身之外不思想任何别的事物;因为凭借作为可知对象,它被自身所思想,并且凭借在现实中且以自身本性作为可知对象,它将始终是被思想的对象,显然是被在现实中进行思想者所思想;而始终在现实中进行思想的理智唯有它自身;因此它将始终思想自身。而且在它是单纯的这一程度上,它更思想自身;因为单纯的理智思想某种单纯的事物,而除自身之外没有任何别的单纯可知对象;因为它是无杂染的、非质料的,并且在自身中不含有任何潜在的东西;因此它将只思想自身。因为只要它是理智,它就将自身作为可知对象来思想;只要它在现实中既是理智又是可知对象,它就将始终思想自身;只要它唯独是单纯的,它就将只思想自身;因为唯独它是单纯的,故而能够思想某种单纯的事物,并且在可知对象中唯独它是单纯的。而它思想自身的这种观照,乃是至乐与至善的。因此,如果神始终处于像我们有时处于的这种良好状态,那么这神圣者将是令人惊异的。而如果比现实态的理智更加且甚至到了无法言说地处于更良好状态,那么它在多大程度上超越,就将在多大程度上更为令人惊异。然而事情确实如此;因此这神圣者乃是至为惊异且极可尊贵的。不仅如此,生命也属于第一理智;因为理智的活动就是生命,而那个理智就是活动,因此那个理智就是生命。因此那个理智的活动,作为就自身而言也是活动的活动,乃是至善且永恒的生命。接着,他根据被证明属于第一理智的诸属性给它下定义,说第一理智是永恒且至善的有生命物;因为虽然还有其他永恒的有生命物,但至善的唯有第一理智本身。因此,如果神是永恒的有生命物,而一切永恒者都是在连续性中被观照的(因为如果它间断,就不是永恒的),那么生命和连续的延存(因为延存就是与每一事物相伴延展的生命)就属于神。因为这就是神:永恒且至善的生命。

§12.26

"Ὅσοι δ’ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος." Δείξας ὅτι ὁ θεὸς ἡ πρώτη ἀρχὴ ζῷον ἀίδιον ἄριστόν ἐστιν, αἰτιᾶται τοὺς Πυθαγορείους καὶ Σπεύσιππον εἰπόντας ὅτι τὸ κάλλιστον καὶ ἄριστον οὐκ ἔστιν ἐν ἀρχῇ, οὐδὲ δυνατὸν λέγειν τὴν ἀρχὴν ἄριστον, διότι τὸ σπέρμα καὶ τὸ καταμήνιον ἀρχαὶ μέν εἰσι τῶν ζῴων καὶ οὐκ εἰσιν ἄριστα, ἀλλ’ ἔστι μᾶλλον ἄριστον τὸ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου γεγονός. οὐκ ὀρθῶς οὖν, φησίν, οἴονται ὅτι τὸ σπέρμα τὸ ἀτελὲς καὶ τὸ καταμήνιόν εἰσιν ἀρχαί, ἀλλ’ ὁ πατὴρ καὶ ἡ μήτηρ, οἵτινες πρὸς τῷ τέλειοι εἶναι καὶ πρότεροί εἰσι τοῦ σπέρματος καὶ τοῦ καταμηνίου. ὥστε πρότερός ἐστιν ὁ ἄνθρωπος τοῦ σπέρματος, οὐχ ὁ ἐκ τοῦ σπέρματος γεγονώς, ἀλλ’ ὁ πατὴρ ἐξ οὗ τὸ σπέρμα. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν ἔστιν οὐσία ἀίδιος καὶ κεχωρισμένη καὶ ἄλλη τῶν αἰσθητῶν, δῆλον. δέδεικται δὲ καὶ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὅτι καὶ ἀσώματος καὶ ἀμερής ἐστιν ἡ τοιαύτη οὐσία. καὶ ὑπομιμνήσκει τῶν ἐκεῖ ῥηθέντων ὅτι ἡ τοιαύτη ἀρχὴ κινεῖ ἀΐδιον κίνησιν, τὸ δὲ ἀΐδιον κινοῦν κίνησιν ἀπειροδύναμον εἶναι ἀνάγκη· δέδεικται γὰρ καὶ τοῦτο ἐκεῖσε. ἡ δὲ ἄπειρος δύναμις ἐν πεπερασμένῳ σώματι εἶναι οὐ δύναται· δέδεικται γὰρ καὶ τοῦτο ἐκεῖσε. ἄπειρον δὲ σῶμα ὅτι οὐκ ἔστιν ὅλως, δέδεικται καὶ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως, δέδεικται δὲ καὶ ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ. ἀσώματον ἄρα τὸ ἀπειροδύναμόν ἐστιν. ἀλλὰ μὴν καὶ ἀπαθές ἐστι τὸ πρῶτον αἴτιον καὶ ἀναλλοίωτον· εἰ γὰρ ὅλως ἐκινεῖτο, τὴν πρώτην ἂν ἐκινεῖτο τῶν κινήσεων τὴν κατὰ τόπον, ταύτην δὲ δέδεικται ὅτι οὐ κινεῖται· εἰ δὲ μὴ ταύτην, σχολῇ γε τὰς ἄλλας.2

“凡是像毕达哥拉斯派和斯派乌西波那样设想的人……” 在证明了作为第一本原的神是永恒且至善的有生命物之后,他斥责了毕达哥拉斯派和斯派乌西波,因为他们说最美和至善的不在始基之中,也不能把始基称为至善,理由是种子和经血虽然是动物的始基,但并不是至善的,相反,从种子和经血生成的事物不如说是至善的。因此他说,他们认为不完全的种子和经血是始基,这种想法是不正确的,相反,父亲和母亲才是始基,他们除了是完全的之外,还先于种子和经血。因此,人先于种子,不是从种子生成的那个人,而是种子所从出的父亲。并且他得出结论说,存在着永恒的、分离的、有别于可感事物的实体,这是明确的。而且在《物理学》第八卷中也已证明,这样的实体也是无形体的且不可分的。并且他提醒人们注意那里所说的话:这样的始基推动永恒的运动,而推动永恒运动的事物必然具有无限的能力;因为这一点在那里也已经证明了。而无限的能力不可能存在于有限的物体之中;因为这一点在那里也已经证明了。至于无限物体完全不存在,这在《物理学》第三卷中已被证明,在《论天》第一卷中也已被证明。因此,具有无限能力的事物是无形体的。此外,第一原因也是无受性的和不可变异的;因为如果它受到任何推动,它本应按照诸运动中第一种的位置运动而被推动,但已经证明它不以这种运动被推动;如果不以此运动被推动,更谈不上以其他运动被推动了。

语法注2 条
  1. 12.25Ὥστε ἐκεῖνο μᾶλλον τούτου ὃ δοκεῖ ὁ νοῦς θεῖον ἔχειν.

    在引文的比较结构“ἐκεῖνο μᾶλλον τούτου”中,“ἐκεῖνο”(第一理智)与“τούτου”(现实态的人类理智)指称不同层次的理智。关系分句“ὃ δοκεῖ ὁ νοῦς θεῖον ἔχειν”补充说明了主语所具有的神圣特质(观照与思想自身)。亚历山大在随后的释义“τοῦτο μᾶλλον ἐκείνου ... ἐστιν”中,将格转换为领属性属格(“这一神圣品质属于那个第一理智,而非属于这个理智”)。

  2. 12.26σχολῇ γε τὰς ἄλλας

    短语“σχολῇ γε”是在否定语境中表示“更不用说……”或“远非……”的固定惯用表达。此处构成省略句,省略了支配宾格“τὰς ἄλλας [κινήσεις]”的谓语动词(κινεῖται),承接前文的否定意义(“已经证明它不以此运动被推动”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:698.32-700.11