← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§696.32-697.32

第一原因的沉思生活与理智的阶段

亚历山大注释了亚里士多德《形而上学》卷12第7章(1072b14)中关于第一原因的沉思生活与人类短暂的最高智性体验之对比,并阐明了理智从感觉经验经由对普遍者的把握走向习性理智与现实理智的发展过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.24#1

" Διαγωγὴ δέ ἐστιν οἵα ἡ ἀρίστη μικρὸν χρόνον ἡμῖν." Ὁ ἡμέτερος νοῦς δυνάμει ὢν τὰ νοητὰ ὅταν ἐκ τῆς ἄκρας ἐπιστήμης καὶ τῆς ἄγαν εὐζωΐας ἐνεργείᾳ γένηται τὰ νοητά, τότε ζῶμεν τὴν ἀρίστην καὶ μακαριωτάτην καὶ πάσης ἡδονῆς ἐπέκεινα ζωήν, ἥτις λόγῳ μέν ἐστιν ἀνερμήνευτος, γινώσκεται δὲ τοῖς τὸ μακάριον τουτὶ παθοῦσι πάθος.1 λέγει οὖν ὅτι οἵα ἐστὶν ἡ ἀρίστη ἡμῖν διαγωγὴ ἐπὶ μικρὸν χρόνον (οὐ γὰρ ἀεί, ἀλλ’ ὅταν ἐνεργείᾳ γένηται ὁ ἡμέτερος νοῦς τὰ νοητά), ταύτην τὴν ζωὴν ἀεὶ ἔχει τὸ πρῶτον αἴτιον. ἡμῖν μὲν γὰρ ἀδύνατον τοιαύτην ζωὴν ζῆν ἀεὶ ἀλλὰ ποτέ, τῷ δὲ πρώτῳ αἰτίῳ, ὡς μικρὸν ὕστερον εἰσόμεθα, δυνατόν. ἐπεὶ γὰρ ἡ ἐνέργεια αὐτοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ νοεῖν ἑαυτόν,2 ἡ δὲ ἐνέργεια αὐτοῦ ἡδονὴ αὐτοῦ ἐστιν, ἐπὶ τούτῳ ἄρα ταύτην ἀεὶ ζῇ τὴν ζωήν, λέγω δὴ τὸ νοεῖν ἑαυτόν. ἥτις οὖν ἡμῖν ποτε ζωὴ καὶ διαγωγὴ γίνεται, ταύτην ἀεί ἐστι τὸ πρῶτον αἴτιον, τουτέστιν αὐτός ἐστιν ἀεὶ ἡ ἀρίστη ζωή. καὶ διὰ τοῦτο, φησί, καὶ τὴν αἴσθησιν καὶ τὴν ἐγρήγορσιν καὶ τὴν νόησιν ἥδιστά φαμεν, ὅτι ἐνέργειαί τινες οὖσαι ἰνδάλματά τινα καὶ σκιαί εἰσιν τῆς ἣν ἐνεργοῦμεν ἐνεργείας καὶ ἣν ζῶμεν ζωήν, ὅταν ὁ ἡμέτερος νοῦς γένηταί πως τὰ νοητά. τὰς δὲ ἐλπίδας πάλιν καὶ μνήμας φιλοῦμεν διὰ τὰς ἐνεργείας· μεμνημένοι γάρ τινος ἐνεργείας ἢ ἐλπίζοντες ἐνεργῆσαι φιλοῦμεν τὴν ἐλπίδα καὶ τὴν μνήμην. εἰ οὖν ἐλπίδας καὶ μνήμας ἀγαπῶμεν διὰ τὰς ἐνεργείας, ταύτας δ’ οὕτως ἀσπαζόμεθα διὰ τὴν γινομένην ἡμῖν ποτε ἐνέργειαν, θαυμαστή τις ἂν αὕτη εἴη. καὶ ἔστι, φησίν, ἡ καθ’ αὑτὴν νόησις τοῦ καθ’ αὑτὸ ἀρίστου. λέγοι δ’ ἂν καθ’ αὑτὴν νόησιν τὸν κατ’ ἐνέργειαν νοῦν, ὅστις διαφέρει τοῦ καθ’ ἕξιν, ὅστις πάλιν καθ’ ἕξιν διαφέρει τοῦ δυνάμει. ἔστι γὰρ ὁ καθ’ ἕξιν νοῦς εἶδος καὶ δύναμις καὶ τελειότης τοῦ δυνάμει νοῦ, ἥτις ἕξις ἐν αὐτῷ γίνεται ἔκ τε τῆς τοῦ καθόλου περιλήψεως καὶ ἐκ τοῦ τὰ εἴδη χωρίζειν ἀπὸ τῆς ὕλης δύνασθαι, ἃ τρόπον τινὰ ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ τὸ εἶδός τινος χωρὶς τῆς ὕλης λαβὼν ἔχει τὸ κοινόν τε καὶ καθόλου (ὁ γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου λαβὼν χωρὶς τῶν ὑλικῶν περιστάσεων ἔχει τὸν κοινὸν ἄνθρωπον· ἡ γὰρ τῶν καθ’ ἕκαστα πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης λαμβάνεται· τοῦτο γὰρ ἐν αὐτῇ γίνεται, ἐπεὶ τά γε εἴδη αὐτῶν, καθ’ ἅ εἰσιν ἄνθρωποι, οὐδεμίαν ἔχει διαφοράν), ὅ τε τὸ κοινὸν τὸ ἐπὶ τοῖς καθ’ ἕκαστα συνιδὼν τὸ εἶδος πάλιν χωρὶς τῆς ὕλης λαμβάνει· τοῦτο γὰρ ἐν αὐτοῖς τὸ κοινόν τε καὶ ταὐτόν. ἐγγίνεται δὲ ἡ τοιάδε ἕξις τῷ νῷ τὴν ἀρχὴν κατὰ μετάβασιν ἀπὸ τῆς περὶ τὰ αἰσθητὰ συνεχοῦς ἐνεργείας, ὥσπερ ὄψιν τινὰ ἀπ’ αὐτῶν λαμβάνοντος τοῦ καθόλου θεωρητικήν,3 ὃ κατ’ ἀρχὰς μὲν νόημα καὶ ἔννοια καλεῖται, πλεονάσαν δὲ καὶ ποικίλον καὶ πολύτροπον γινόμενον ὡς δύνασθαι καὶ χωρὶς τῆς αἰσθητικῆς ὑποβάθρας ποιεῖν τοῦτο, νοῦς ἤδη.

“而它的生活状态就像我们在短时间内所达到的最好状态一样。” 我们的理智在潜能上是可知对象,当出于极高的知识和极其优渥的生活而在现实中成为可知对象时,那时我们就过着一种最好且最福乐的、超越一切快乐的生活,这种生活在言辞上是不可名状的,但却为经历过这种福乐感受的人所知晓。因此他说,犹如我们在短时间内所拥有的最好的生活状态(因为这并非总是如此,而只是在我们的理智在现实中成为可知对象时才如此),第一原因始终拥有这种生活。因为对我们而言,始终过这种生活是不可能的,而只能有时如此,但对于第一原因来说,正如我们稍后就会知道的,这却是可能的。因为既然它的现实活动不外乎思想自身,而它的现实活动就是它的快乐,因此正是由于这一点,它始终过着这种生活,我指的正就是思想自身。因此,有时为我们所有的那种生活与状态,第一原因始终就是这本身,也就是说,它自身始终就是最美好的生活。并且他说,正因如此,我们也说感觉、清醒和思考是最令人愉快的,因为作为某种现实活动,它们乃是当我们的理智在某种方式下成为可知对象时,我们所现实化出的那种活动以及我们所过的那种生活的一种意象和阴影。然而对于希望和回忆,我们又是因那些现实活动而喜爱的;因为回忆起某种现实活动,或者希望进行现实活动,我们才喜爱希望和回忆。因此,如果我们由于诸现实活动而珍爱希望和回忆,并且由于那有时属于我们的现实活动而如此欣然接受这些〔现实活动〕,那么这种现实活动必定是某种令人惊叹的事物。并且他说:“自身性的思考所针对的是自身最好的事物。”他所说的“自身性的思考”大概是指现实态的理智,它不同于具有性相的理智,而具有性相的理智又不同于潜能的理智。因为具有性相的理智乃是潜能理智的形式、能力和完满,这种性相之所以在它之中生成,既是由于对普遍者的把握,也是由于能够将形式与质料相分离,而这两者在某种方式上是彼此同一的。因为那在没有质料的情况下把握了某物的形式的人,就拥有了共同的和普遍的东西(因为那在没有质料性附随情况的状态下把握了人的形式的人,就拥有了普遍的人;因为个别事物之间的相互差异是从质料中获得的,因为这种差异在质料中产生,而它们据以成为人的形式本身没有任何差异),而那察知了个别事物之上的共同属性的人,也同样在没有质料的情况下把握了形式;因为这就是它们之中共同且同一的东西。这样一种性相最初通过从关于感觉事物的连续活动中的转变而在理智中产生,就好像理智从它们那里获得了一种观照普遍者的视界,这在起初被称为思想和观念,但当它增多并变得丰富多样、以至于即使没有感觉基础也能做到这一点时,它便已经是理智了。

语法注3 条
  1. 12.24τοῖς τὸ μακάριον τουτὶ παθοῦσι πάθος

    此处为同源宾语(内宾语)结构,中性名词 πάθος 与同根动词 πάσχω 的分词连用,意为“经历过这种福乐感受的人”。

  2. 12.24ἐπὶ τούτῳ ἄρα ταύτην ἀεὶ ζῇ τὴν ζωήν, λέγω δὴ τὸ νοεῖν ἑαυτόν

    介词短语 ἐπὶ τούτῳ 承接前句所陈述的理由(思想自身即是其现实态与快乐),表示“正因如此”。句末的 λέγω δὴ τὸ νοεῖν ἑαυτόν 则是同位语从句,用以阐明前述“这种生活(ταύτην τὴν ζωήν)”的具体内容。

  3. 12.24ὥσπερ ὄψιν τινὰ ἀπ’ αὐτῶν λαμβάνοντος τοῦ καθόλου θεωρητικήν

    在句法上,这是一个属格独立结构,其逻辑主语是理智(νοῦς),在意义上松散地承接前面的与格 τῷ νῷ。形容词 θεωρητικήν 为阴性单数宾格,修饰 ὄψιν τινά,而属格 τοῦ καθόλου 则作为宾格性属格依附于 θεωρητικήν(“对普遍者的观照”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:696.32-697.32