- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:695.39-696.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了第一原因如何作为被爱者推动天体并进而推动他物,阐明天体的运动仅限于位置移动而非脱离其实体本性,并论证了第一推动者的不动性及其作为至善所必需的原理性。
ταῦτα εἰπὼν λέγει καὶ πῶς κινεῖ τὸ πρῶτον αἴτιον πάντα, ὅτι κινεῖ μὲν τὸ κυκλοφορητικὸν σῶμα ὡς ἐρώμενον καὶ ἐφετόν. κινούμενος δὲ ὑπ’ αὐτοῦ προσεχῶς ὁ οὐρανὸς αὐτὸς τὰ ἄλλα κινεῖ. ἐπεὶ δὲ πᾶσα κίνησις δοκεῖ ἐξιστᾶν τὸ πρᾶγμα ἀφ’ οὗ ἐστιν, εἶπε δὲ ὅτι ὁ οὐρανὸς κινεῖται, ἵνα μή τις ὑπολάβῃ ὅτι τῆς ἑαυτοῦ φύσεως ἐξίσταται, λέγει εἰ μὲν οὖν τι κινεῖται, ἐνδέχεται ἄλλως ἔχειν, τουτέστιν ἐπεὶ κινεῖται ὁ οὐρανός, ἐνδέχεται αὐτὸν ἄλλως ἔχειν. καὶ πῶς ἐνδέχεται κινούμενον ἄλλως ἔχειν [κινούμενος] ἐπάγει ὥστε εἰ φορὰ ἡ πρώτη καὶ ἐνέργειά ἐστιν ᾗ κινεῖται, ταύτῃ δὲ ἐνδέχεται. καὶ ὑποστικτέον εἰς τὸ κινεῖται.1 ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἐάν ἐστιν ἡ ἐνέργεια τοῦ οὐρανοῦ ἡ πρώτη φορά, διότι κινεῖται καὶ καθὸ ὅλως κίνησιν ἔχει, ταύτῃ λεχθήσεται ὡς ἐνδέχεται ἄλλως ἔχειν, ἤτοι κατὰ τόπον φέρεσθαι ἤτοι κύκλῳ κινεῖσθαι. τὸ δὲ καὶ εἰ μὴ κατ’ οὐσίαν ἀντὶ τοῦ εἰ καὶ μὴ2 κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖται, μηδὲ ἐξίσταται αὐτῆς (ἀίδιος γάρ ἐστι), κατὰ τὸ κύκλῳ φέρεσθαι οὐδὲν κωλύει, εἰ μὴ καὶ ἀναγκαῖον, κινεῖσθαι. ταῦτα εἰπὼν λέγει ἐπεὶ δὲ ἔστι τι κινοῦν ἐνεργείᾳ ὄν, ὡς εἴρηται, καὶ ἀκίνητον, τοῦτο οὐκ ἐνδέχεται ἄλλως ἔχειν ἢ ὅλως κινεῖσθαι. καὶ δείκνυσι τοῦτο δυνάμει λέγων, ὡς εἴπερ ὅλως δυνατὸν ἦν κινεῖσθαι, τὴν πρώτην ἂν ἐκινεῖτο τῶν κινήσεων. πρώτη δὲ τῶν κινήσεων ἡ κύκλῳ· ταύτην δὲ δέδεικται ὅτι κινεῖ· εἰ δὲ τὴν κύκλῳ κινεῖ, οὐκ ἂν αὐτὴν καὶ κινηθείη διὰ τὸ τὴν μίαν κίνησιν ἑνὸς εἶναι.3 εἰ δὲ ἡ κύκλῳ κίνησις ἐξ ἀνάγκης ἐστίν, ἐξ ἀνάγκης ἄρα καὶ τὸ κινοῦν αὐτήν ἐστιν ὄν. καὶ ᾗ ἀνάγκη, καλῶς, καὶ οὕτως ἀρχή. ὑποστικτέον εἰς τὸ ἀνάγκη. τὸ δὲ λεγόμενόν ἐστιν ὅτι ἐπεὶ τὸ ἀναγκαῖον ἕνα μὲν τρόπον λέγεται τὸ βίᾳ, ἄλλον δὲ οὗ οὐκ ἄνευ τὸ εὖ (ἄνευ γὰρ μαθήσεως ἐπιστήμη οὐ παραγίνεται), ἄλλον δὲ τρόπον λέγεται ἀναγκαῖον τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν, οἷαί εἰσιν αἱ ἀποδεικτικαὶ ἀρχαί, λέγει ὅτι ἐπειδὴ ἐξ ἀνάγκης ἐστὶ τὸ πρῶτον αἴτιον, καθὸ ἐξ ἀνάγκης ἐστί, καλῶς, καὶ οὕτω, τουτέστιν ὡς τὸ οὗ οὐκ ἄνευ λέγεται, ἀρχή. ὥστε ἐρωτώμενοι ὅτι τὸ πρῶτον αἴτιον ἀναγκαῖον ὂν πῶς ἐστιν ἀναγκαῖον, ῥητέον ὅτι οὕτως ἐστὶν ἀναγκαῖον ὅτι ἄνευ αὐτοῦ οὐκ ἔστι τὸ εὖ. καὶ συμπεραίνεται λέγων ὁ οὐρανὸς ἄρα καὶ ἡ φύσις πᾶσα ἐκ τοιαύτης ἤρτηται ἀρχῆς.
说了这些之后,他也说明了第一原因如何推动万物,即它作为被爱者与被欲求者推动作圆周运动的物体。而天体自身直接被它推动,进而推动其他事物。但是,既然一切运动似乎都会使事物脱离其本来所是,而他又说过天体在运动,为了不让人以为天体会脱离自身本性,他说:“因此,如果某物被推动,它就有可能处于不同的状态”,也就是说,既然天体被推动,它就有可能处于不同的状态。至于天体被推动如何有可能处于不同状态,他接着说:“因此,如果第一位移运动是它赖以被推动的现实态,那么在这方面它是有可能的。”并且应当在“被推动(κινεῖται)”处点断。他所说的大意如下:如果天体的现实态是第一位移运动,那么由于它在运动并且就它完全具有运动而言,在这方面它将被说成是有可能处于不同状态的,即就位置而言被承载,或者作圆周运动。而“即使不在实体上”这句话代替了:“即使它并非依其自身本性而被推动,也并未脱离其本性(因为它是永恒的),但在作圆周位移方面,如果它并非甚至是必然的,没有什么妨碍它被推动。”说了这些之后,他说:“而既然存在着某种在现实态中存在且不动的推动者,正如已经说过的,这一推动者绝不可能处于不同状态,也不可能受到任何运动。”并且他潜在地表明了这一点,说:如果它完全有可能被推动,它本该以诸运动中的第一种运动而被推动。而诸运动中的第一种是圆周运动;但已经证明它推动这种运动;如果它推动圆周运动,它自身就不可能也由这种运动而被推动,因为同一个运动只属于单一事物。“而如果圆周运动是出于必然的,那么推动它的事物出于必然也就是存在的。”“并且就它是必然的而言是善的,在此意义上是一原理。”应当在“必然(ἀνάγκη)”处点断。所说的意思是:既然必然性的一种含义是指出于强力者,另一种是指没有它善就不能存在者(因为没有学习,知识就不会产生),而必然性的又一种含义是指不可能处于不同状态者,例如诸证明原理,因此他说,既然第一原因出于必然,那么就它是出于必然的而言,它是善的,并且以这种方式——即作为被称为“没有它就不能存在者”——它是一原理。因此,当我们被问及第一原因作为必然者究竟如何是必然的时,应当回答说:它是以这样一种方式必然的,即没有它善就不存在。并且他总结道:“因此,天体与全自然都依赖于这样一种原理。”
- 12.23ὑποστικτέον εἰς τὸ κινεῖται
动词性形容词 ὑποστικτέον 表达必然性或应当(“应当在……处点断/加逗号”)。亚历山大在此处给出了对亚里士多德原文(1072b4)的断句指示,说明条件从句应当在 ᾗ κινεῖται 处截止,而将后文的 ταύτῃ δὲ ἐνδέχεται 作为归结主句来读。
- 12.23τὸ δὲ καὶ εἰ μὴ κατ’ οὐσίαν ἀντὶ τοῦ εἰ καὶ μὴ
对于引文 τὸ καὶ εἰ μὴ κατ’ οὐσίαν,注疏者将语气词语序 καὶ εἰ μὴ(“即使不……”)解释为等同于 εἰ καὶ μὴ。随后出现的 οὐδὲν κωλύει ... κινεῖσθαι 构成以 οὐδέν 为主语的动词 κωλύει 带不定词的句式,意为“没有什么妨碍其被推动”。
- 12.23διὰ τὸ τὴν μίαν κίνησιν ἑνὸς εἶναι
由介词 διά 加上带冠词的不定词(τὸ ... εἶναι)构成的表原因短语。对格 τὴν μίαν κίνησιν 作不定词 εἶναι 的逻辑主语,而 ἑνός 为属格表归属(属于一个事物),表示“因为单一的运动只属于单一的主体”。
