- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:695.9-695.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大区分了“一”与“单纯”,从而为存在多数不动实体保留了空间,并阐释了第一原因作为最善的目的因,如何作为无法完全把握的被爱者而永恒引起运动。
" Ἔστι δὲ τὸ ἓν καὶ ἁπλοῦν οὐ τὸ αὐτό." Ἔνστασίν τινα διὰ τούτων λύει δυναμένην πρὸς τὰ λεγόμενα φέρεσθαι τοιαύτην· εἰ ἡ πρώτη οὐσία καὶ ἀκίνητος ἁπλῆ ἐστι, τὸ δὲ ἁπλοῦν ἕν ἐστιν, ἡ ἄρα ἀκίνητος οὐσία μία ἐστίν. δείξει δὲ αὐτὸς ὅτι εἰσὶ καὶ ἄλλαι ἀκίνητοι οὐσίαι ἐν τούτῳ τῷ βιβλίῳ. λύει δὴ ταύτην λέγων, ὅτι οὐκ ἔστι τὸ ἁπλοῦν καὶ ἓν ταὐτόν. τὸ μὲν γὰρ ἓν μέτρον σημαίνει· ἕνα γὰρ ἄνθρωπον καὶ ἕνα ἵππον λέγομεν δι’ οὗ τοὺς ἀνθρώπους καὶ ἵππους μετροῦμεν. τὸ δὲ ἁπλοῦν οὐ σημαίνει μέτρον ἀλλὰ πῶς ἔχον ἐστὶ τὸ ἁπλοῦν, ὅτι οὐ σύνθετον.1 τὸ δὲ ἀλλὰ μὴν καὶ τὸ καλὸν καὶ τὸ αἱρετὸν ἐν τῇ αὐτῇ συστοιχίᾳ, ἤτοι ἐν ᾗ ἐστι τὸ καθ’ αὑτὸ νοητόν, ὥστε τὸ πρῶτον αἴτιον καὶ καθ’ αὑτὸ νοητὸν καὶ καλόν ἐστι καὶ καθ’ αὑτὸ καὶ δι’ αὑτὸ αἱρετὸν καὶ ἄριστον. κατ’ ἀναλογίαν δὲ καὶ ὃ ἂν εἴη πρῶτον λεχθήσεται ἄριστον. οὕτως ἄριστον ἂν φήσαιμεν τὸν ἐνεργείᾳ νοῦν ὡς πρότερον τῷ ἀξιώματι καὶ τῷ καλῷ τοῦ καθ’ ἕξιν, καὶ τὴν κύκλῳ κίνησιν πάλιν εἴποιμεν ἄριστον τῆς κατ’ εὐθεῖαν. ταῦτα εἰπὼν λέγει ὅτι δὲ ἔστι πρὸς οἷς εἴπομεν ἐν τοῖς ἀκινήτοις καὶ τὸ οὗ ἕνεκα, δηλοῖ ἡ διαίρεσις, λέγων διαίρεσιν ἣν ᾗ πολλάκις εἴρηκε τὴν τῶν ἐναντίων πεποιηκέναι ἀναγωγήν· ταύτην δὲ πεποίηκεν ἐν τῷ Περὶ τἀγαθοῦ ἐπιγραφομένῳ βιβλίῳ. ἐν δὲ τῇ λέξει τῇ ἔστι γάρ τινι τὸ οὗ ἕνεκα, τὸ γάρ ἀντὶ τοῦ δέ συνδέσμου ἐκληπτέον,2 ἵν’ ᾖ ‘τὸ δὲ οὗ ἕνεκά τινί ἐστι’· τὰ γὰρ γινόμενα καὶ πραττόμενα ἕνεκά τινός τινι καὶ γίνεται καὶ πράττεται· τὰ γὰρ γινόμενα καὶ πραττόμενα ἕνεκα τῆς εὐδαιμονίας τινὶ πράττεται, οἷον τῷ Σωκράτει. τοῦ δὲ ὧν τὸ μὲν ἔστι τὸ δ’ οὐκ ἔστι ‘ὧν’ λέγοι ἂν τὰ ὧν ἕνεκα ἡ πρᾶξις, τὸ δὲ τὸ δ’ οὐκ ἔστι τὸ πρᾶττον.3 εἴη δ’ ἂν τὸ λεγόμενον· τὸ οὗ ἕνεκα, ὅπερ ἔστι, τοῦτό ἐστιν· τὸ δὲ τούτου ἕνεκα οὐκ ἔστιν ὅπερ ἐκεῖνο. τὸ γὰρ κινούμενον ἕνεκα τοῦ ἀγαθοῦ οὐκ ἔστιν ἀγαθόν, τὸ δὲ ἀγαθόν, ὅπερ ἐστὶν οὗ ἕνεκα, ἀγαθόν ἐστιν. κινεῖται δὲ ἕως οὗ καταλάβοι τὸ ἀγαθόν· καταλαβὸν δὲ ἵσταται. εἰ δὲ τὸ πρῶτον αἴτιον, ὅπερ καὶ πρῶτον ἀγαθόν ἐστιν, ἄπειρόν ἐστιν, οὐδέποτε ἂν τὴν ὁλότητα τῆς ἀγαθότητος αὐτοῦ, ὥσπερ ἐπὶ τῶν μερικῶν ἀγαθῶν ἔχει, τὸ ἐφιέμενον αὐτοῦ καταλήψεται· διὰ τοῦτο ἀεὶ κινήσει ὡς ἐρώμενον ἀκατάληπτον.
“但是一与单纯并不是同一的。” 通过这些话,他化解了一个可能针对上述说法提出的如下异议:如果第一的且不动的实体是单纯的,而单纯者是一,那么不动的实体就只有一个。但他自己将在这卷书中表明,还存在着其他不动的实体。因此,他通过说明单纯与一并非同一而化解了这个[异议]。因为“一”表示尺度;因为我们说“一个人”和“一匹马”,以此来衡量人们和马匹。而“单纯”并不表示尺度,而是表示单纯者处于何种状态,即并非复合物。并且“再者,高尚与值得选择者也在同一对立列中”,也就是在自身即是思想对象所在的同一列中,因而第一原因既是自身即是思想对象也是高尚的,并且是自身且为了自身而值得选择的,也是最善的。“并且依类比,凡是第一的都将被称作最善。”照此,我们可以说现实态的理智作为在尊严和高尚上先于秉赋态理智而是最善的,并且我们又可以说圆周运动相对于直线运动是最善的。说了这些之后,他说“除了我们所说的之外,在不动者中也存在‘所为了的目的’,这是由区分所表明的”;他将他屡次提及所作出的对立物之归纳称为“区分”;而这一归纳是他在题为《论善》的著作中做出的。而在“因为‘所为了的目的’是为某人而存在的”这个词句中,连词“因为(γάρ)”应当被理解为代替了“但是(δέ)”,以便读作“但是‘所为了的目的’是为某人而存在的”。因为为了某事物而生成和被做出的事情,也都是为某人而生成和被做出的;因为为了幸福而生成和被做出的事情,是为某人比如苏格拉底而做出的。而在“其中一者存在,另一者不存在”这句话中,以“其中”他指的会是行动所为了的那些事物(目的),而以“另一者不存在”指的则是施动者。所说的意思大概是:“所为了的目的”本身是什么,它就是这个,但为了这个[目的]的事物却不是那个事物本身。因为为了善而被推动的事物并不是善,而作为“所为了的目的”的善才是善。它被推动直到把握住善为止;而一旦把握住了善,它就停歇了。但是,如果本身也是第一善的第一原因乃是无限的,那么渴望它者就绝不能像在个别之善上那样把握其善性的全体;正因如此,它将作为不可穷尽把握的被爱者而永远引起运动。
- 12.23τὸ δὲ ἁπλοῦν οὐ σημαίνει μέτρον ἀλλὰ πῶς ἔχον ἐστὶ τὸ ἁπλοῦν, ὅτι οὐ σύνθετον
分词短语 πῶς ἔχον 作为表语名词使用(表示一种存在样态),其后的 ὅτι 从句起同位语解释作用,具体说明其内容(“即并非复合物”)。
- 12.23ἐν δὲ τῇ λέξει τῇ ἔστι γάρ τινι τὸ οὗ ἕνεκα, τὸ γάρ ἀντὶ τοῦ δέ συνδέσμου ἐκληπτέον
注释者指出亚里士多德原文引句中的因果连词 γάρ 应被理解为代替了表示转折或连接的 δέ,并通过 ἵν' ᾖ(“以便读作……”)说明了这一替换的目的与句意。
- 12.23τοῦ δὲ ὧν τὸ μὲν ἔστι τὸ δ’ οὐκ ἔστι ‘ὧν’ λέγοι ἂν τὰ ὧν ἕνεκα ἡ πρᾶξις, τὸ δὲ τὸ δ’ οὐκ ἔστι τὸ πρᾶττον
对亚里士多德短语 ὧν τὸ μὲν ἔστι τὸ δ’ οὐκ ἔστι 的解释。注释者认为关系代词属格 ὧν 指行动所追求的目的,而分肢 τὸ δ’ οὐκ ἔστι 则指施动者(行动主体)。两者分别作为潜在希求法动词 λέγοι ἂν 的宾语表述。
