- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:694.20-695.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德所确立的第一实体作为思想对象一事,注疏者论述了物质性的形式只有通过理智的抽象分离才能现实地成为思想对象(以及理智),而唯有非物质且自立的实体才是本真意义上由其自身即是思想对象与理智的。
εἰσὶν οὖν πάντα νοητὰ τὰ ὑπὸ τὴν τοῦ ἀγαθοῦ συστοιχίαν, ἀλλὰ μάλιστα τούτων ἐστὶ νοητὴ ἡ οὐσία, καὶ τῆς οὐσίας πάλιν μάλιστά ἐστι νοητὴ ἡ ἁπλῆ καὶ κατ’ ἐνέργειαν, ἥτις καὶ κυρίως νοητὴ καὶ κυρίως ὀρεκτή ἐστιν. ἐπεὶ δὲ εἴρηκε καθ’ αὑτὴν νοητὴν οὐσίαν καὶ κατ’ ἐνέργειαν πρὸς ἀντιδιαστολὴν πάντως τινῶν νοητῶν, μὴ καθ’ αὑτὸ δὲ νοητῶν μηδὲ ἐνεργείᾳ, ἄξιόν ἐστι μᾶλλον δ’ ἀναγκαῖον εἰπεῖν, τίνα τὰ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ νοητὰ καὶ τίνα τὰ μὴ τοιαῦτα. ὅσα τῶν εἰδῶν ἔνυλά ἐστι καὶ ἐν ὕλῃ τὸ εἶναι ἔχει, ταῦτα ὑπὸ τοῦ νοῦ γίνεται νοητά, δυνάμει ὄντα νοητὰ καὶ μὴ καθ’ αὑτὰ μηδὲ ἐνεργείᾳ. χωρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ’ ἧς ἐστιν αὐτοῖς τὸ εἶναι,1 ἐνεργείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν, ὅταν νοῆται, ἐνεργείᾳ τε νοητόν ἐστι καὶ νοῦς γίνεται, οὐ πρότερον οὐδὲ τῇ ἑαυτῶν φύσει ὄντα τοιαῦτα. ὁ γὰρ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ νοούμενον εἶδός ἐστιν, ὥστε καὶ τούτων ἕκαστον τῶν οὐκ ὄντων ἁπλῶς νοητῶν, ὅταν νοῆται, νοῦς γίνεται. ὡς γὰρ ἡ κατ’ ἐνέργειαν αἴσθησις ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῇ κατ’ ἐνέργειαν αἰσθήσει, οὕτως ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τῷ κατ’ ἐνέργειαν νοητῷ καὶ τὸ κατ’ ἐνέργειαν νοητὸν τῷ κατ’ ἐνέργειαν νῷ· ὁ γὰρ νοῦς τὸ εἶδος τοῦ νοουμένου λαβὼν καὶ τῆς ὕλης αὐτὸ χωρίζων κατ’ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ αὐτὸς κατ’ ἐνέργειαν νοῦς γίνεται. εἰ δ’ ἔστι τῶν ὄντων, ὥσπερ δέδεικται, ἀσώματον2 καὶ καθ’ αὑτὸ ὂν καὶ ἄυλον, τοῦτό ἐστιν ἐνεργείᾳ νοητὸν τῇ τε ἑαυτοῦ φύσει, καὶ ἐξ αὑτοῦ τὸ εἶναι ἐνεργείᾳ νοητὸν ἔχει, καὶ οὐ παρὰ τοῦ χωρίζοντος αὐτὸ τῆς ὕλης νοῦ (ἄυλον γὰρ νοῦς καὶ νοητόν ἐστιν), ἀλλ’ ἔστιν ἐνεργείᾳ νοῦς καὶ ἐνεργείᾳ νοητόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ὥστε ὅσα μὲν τῶν εἰδῶν ὁ νοῦς χωρίζει τῆς ὕλης καὶ νοητὰ αὐτὰ ποιεῖ, ταῦτα οὐκ ἔστι κυρίως νοητὰ καὶ καθ’ αὑτά (σημεῖον δέ· καὶ γὰρ χωρισθέντα τοῦ νοοῦντος αὐτὰ νοῦ καὶ χωρίσαντος ἀπὸ τῆς ὕλης καὶ ἐκ μερικῶν ποιήσαντος καθόλου, φθείρεται καὶ οὐκ ἔστιν)· ὅσα δὲ ἐξ ἑαυτῶν τὸ εἶναι καθ’ αὑτὰ ἔχει, ταῦτα κυρίως νοῖ3 καὶ κυρίως νοητά.
因此,在善的对立列之下的所有事物都是思想的对象,但在这些事物中,实体最是思想的对象,而在实体中,单纯且现实存在的实体又最是思想的对象,而这也就是本真意义上的思想对象和本真意义上的欲求对象。但是,既然他说了“自身即是思想对象且现实存在的实体”,完全是为了区分某些虽然是思想对象、但并非自身即是思想对象也不是现实存在的对象,那么说明哪些事物是自身且现实的思想对象,哪些不是这样的事物,便是有价值的,甚至是必然的。诸形式中凡是物质性的、在质料中具有其存在的,都是由理智使其成为思想对象的,它们潜能上是思想对象,却并非自身即是或现实地是思想对象。因为理智把它们与其存在所依托的质料分离开来,自身使它们成为现实的思想对象;而在那时,每当它们被思想时,它们中的每一个就既是现实的思想对象,又变成了理智,在此之前则不然,凭它们自身的本性也不是如此。因为现实的理智无非就是被思想的形式,所以这些本非单纯的思想对象的每一个事物,每当被思想时,也都变成了理智。正如现实的感知与现实的感知对象是同一个东西,现实的感知对象与现实的感知也是同一个东西,同样,现实的理智与现实的思想对象是同一个东西,现实的思想对象与现实的理智也是同一个东西;因为理智接受了被思想者的形式并将其与质料分离开来,既使那个东西成为现实的思想对象,自身也变成了现实的理智。但是,正如已经证明的,在存在者中如果存在某种无形体的、自身存在且无质料的东西,那么它就凭其自身的本性即是现实的思想对象,并且是从自身获得其作为现实思想对象的存在的,而不是来自把它与质料分离开来的理智(因为无质料者即是理智和思想对象);相反,正如他稍后将要说的那样,它现实地是理智,也现实地是思想对象。因此,凡是理智将其与质料分离开来并使之成为思想对象的诸形式,都不是本真意义上的、也不是自身即是思想对象(证据在于:一旦脱离了思想它们、把它们与质料分离开来并把它们从个别变成普遍的理智,它们就会消灭而不复存在);而凡是从自身拥有自身存在的,这些才是本真意义上的理智和本真意义上的思想对象。
- 12.22χωρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ’ ἧς ἐστιν αὐτοῖς τὸ εἶναι
关系代词 μεθ’ ἧς 的先行词是 τῆς ὕλης。与格 αὐτοῖς 与 τὸ εἶναι 连用,构成领属与格,意为“它们的存在所依托的(质料)”。
- 12.22εἰ δ’ ἔστι τῶν ὄντων, ὥσπερ δέδεικται, ἀσώματον
动词 ἔστι 是表示存在的完全动词(“存在/有”)。属格 τῶν ὄντων 是部分属格(“在存在者中”),其主语是中性单数形容词短语 ἀσώματον καὶ καθ’ αὑτὸ ὂν καὶ ἄυλον,以名词化方式充当主语(暗含不定代词 τι)。
- 12.22ταῦτα κυρίως νοῖ
νοῖ 是阳性第二变格名词 νοῦς 的主格复数形式(雅典收缩形 νοῖ)。它作为谓语,与中性复数主语 ταῦτα 在概念上构成一致,意为“这些才是本真意义上的诸理智”。
