- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:693.31-694.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德《形而上学》卷12第7章(1072a26)注释。针对不动推动者如何推动的问题,亚历山大解释其作为思想对象与欲求对象的推动方式,并通过欲望、意愿与向往的区别,推导并论证了第一思想对象与第一欲求对象是同一的。
" Κινεῖ δὲ ὧδε τὸ ὀρεκτὸν καὶ τὸ νοητόν." Εἰπὼν ὅτι τὸ ὀρεκτὸν καὶ τὸ νοητὸν οὕτω κινεῖ, συντόμως τὸν τρόπον τοῦ πῶς κινεῖ ἐπήγαγεν εἰπὼν οὐ κινούμενα. οὕτω γάρ, φησί, πᾶν ὀρεκτὸν καὶ πᾶν νοητὸν κινεῖ ὥστε μὴ κινεῖσθαι ἀλλ’ ἀκίνητα μένοντα κινεῖν τὰ ἄλλα, ὡς ὁ χόρτος τὸν ὄνον καὶ ἡ εἰκὼν τὸν ἐραστήν. ἐπειδὴ δὲ πᾶν ὀρεκτὸν καὶ πᾶν νοητὸν ἀπὸ τοῦ πρώτου καὶ καθ’ αὑτὸ νοητοῦ καὶ ὀρεκτοῦ λέγεται, καὶ εἰσί τινα μὲν ὀρεκτά, μὴ νοητὰ δέ, ὡς ὁ ἄρτος, καὶ ἔμπαλιν νοητὰ μὴ ὀρεκτά, ὡς τὰ κακά, δείκνυσιν ὅτι τὸ πρώτως καὶ κυρίως νοητὸν καὶ κυρίως ὀρεκτὸν ταὐτόν ἐστιν. πρῶτον δὲ διδάσκει ἡμᾶς τὴν διαφορὰν τοῦ ἐπιθυμητοῦ καὶ τοῦ βουλητοῦ, λέγων ἐπιθυμητὸν μέν ἐστι τὸ φαινόμενον καλόν· τὸ γὰρ κυρίως καλὸν οὐκ ἐπιθυμητὸν ἀλλ’ ἐφετὸν καὶ ὀρεκτόν· ἕτερον γὰρ ἐπιθυμία ἐφέσεως· ἡ μὲν γὰρ ἐπιθυμία ἐν τῷ ἐπιθυμητικῷ καὶ ἀλόγῳ μέρει τῆς ψυχῆς ἐστιν, ἡ δὲ ἔφεσις ἐν τῷ λογιστικῷ· βουλητὸν δὲ πρῶτον καὶ κυρίως οὐ τὸ φαινόμενον καλόν, ἀλλὰ τὸ ὂν ἐν τῇ ἑαυτοῦ φύσει καλόν. ὀρεγόμεθα1 δὲ διότι ἔδοξε μᾶλλον, ἢ καὶ ἔμπαλιν δοκεῖ διότι ὀρεγόμεθα. οὕτως οὖν περὶ τούτων εἰπὼν συνάγει ὅτι τὸ πρῶτον νοητὸν καὶ τὸ πρῶτον ὀρεκτὸν τὸ αὐτό ἐστι, λέγων ἀρχὴ γὰρ ἡ νόησις, τουτέστιν ἀρχὴ τῆς κινήσεώς ἐστι τὸ ὀρεκτόν (προσυπακουστέον γὰρ τῷ ἀρχὴ γὰρ νοήσεως τοῦ τὸ ὀρεκτόν)·2 τοῦτο γὰρ κινεῖ τὸν νοῦν, κίνησις δὲ νοῦ νόησις· κινεῖ γὰρ τὸν νοῦν τὸ ὀρεκτὸν εἰς τὸ νοῆσαι εἴτε ὀρεκτόν ἐστιν εἴτε οὐκ ἔστιν. ἀλλὰ μὴν κινεῖται ὁ νοῦς καὶ ὑπὸ τοῦ νοητοῦ. εἰ οὖν αὐτὸν κινεῖ καὶ τὸ νοητὸν καὶ ποιεῖ κατ’ ἐνέργειαν νοῦν, κινεῖ δὲ αὐτὸν καὶ τὸ ὀρεκτόν, τὸ νοητὸν ἄρα καὶ τὸ ὀρεκτὸν ταὐτόν ἐστι. νοητὸν δὲ κυρίως καὶ νοῦς τῇ ἑαυτοῦ φύσει ἐστὶ τὸ πρῶτον αἴτιον. ἐκεῖνο ἄρα ἐστὶ καὶ κυρίως νοητὸν καὶ κυρίως νοῦς καὶ κυρίως ὀρεκτόν. εἰπὼν δὲ ὅτι νοῦς δὲ ὑπὸ τοῦ νοητοῦ κινεῖται, ἐπάγει νοητὴ δὲ καὶ καθ’ ἑαυτὴν νοητὴ ἡ ἑτέρα συστοιχία. τίνα δὲ τὰ καθ’ αὑτὰ νοητὰ καὶ τίνα τὰ μὴ καθ’ αὑτὰ μετ’ ὀλίγον εἰσόμεθα. ἑτέραν δὲ συστοιχίαν λέγει τὴν τοῦ καλοῦ, ὑφ’ ἥν ἐστι κατὰ τοὺς Πυθαγορείους οὐσία φῶς τρίγωνον περιττὸν καὶ ὅσα ἐκεῖσε κατηρίθμηνται.
“而欲求的对象与思想的对象是这样引起运动的。” 在说过欲求的对象与思想的对象是这样引起运动之后,他通过说“自身不被运动”简要地补充了它们如何引起运动的方式。因为他说,每一个欲求的对象与每一个思想的对象都是这样引起运动的,即它们自身不被运动,而是在保持不动的同时推动其他事物,正如干草推动驴子、肖像推动爱人一样。然而,既然每一个欲求的对象与每一个思想的对象都是由于那第一者即自身即是思想对象与欲求对象者而得名的,并且存在着某些事物是欲求的对象却不是思想的对象(如面包),反之也有思想的对象却不是欲求的对象(如诸恶),因此他证明,在第一义且本真意义上的思想对象与本真意义上的欲求对象是同一个东西。首先,他教导我们欲望的对象与意愿的对象之间的区别,指出欲望的对象乃是显得好的东西;因为本真意义上的善并不是欲望的对象,而是向往与欲求的对象。因为欲望与向往是不同的:欲望存在于灵魂的欲望且无理性的部分之中,而向往则存在于理性部分之中。另一方面,在第一义且本真意义上的意愿对象不是显得好的东西,而是在其自身本性上即是好的东西。我们欲求某物乃是因为它显得好,而不是反过来它显得好是因为我们欲求它。因此,在就这些问题作了如此说明之后,他通过说“因为思想乃是原理”推论出第一思想对象与第一欲求对象是同一的,也就是说,运动的原理乃是欲求的对象(因为在“因为是思想的原理”这句话中必须补足“欲求的对象”)。因为这推动了理智,而理智的运动就是思想;欲求的对象推动理智去思考它究竟是否是一个欲求的对象。然而理智也同样被思想的对象所推动。因此,如果思想的对象既推动它又使其成为现实的理智,而欲求的对象也推动它,那么思想的对象与欲求的对象就是同一个东西。而在其自身本性上本真地作为思想对象与理智的乃是第一原因。因此,那第一原因既是本真的思想对象,也是本真的理智,还是本真的欲求对象。在说过“理智被思想的对象所推动”之后,他接着补充道:“而另一对立列也是可以被思想的,且自身即是可以被思想的。”哪些事物是自身即可被思想的,哪些不是自身即可被思想的,我们稍后便会知晓。他所说的另一对立列是指美好者的对立列,按照毕达哥拉斯学派的说法,在此之下列有实体、光、三角形、奇数以及那里所列举的所有事物。
- 12.22ὀρεγόμεθα δὲ διότι ἔδοξε μᾶλλον, ἢ καὶ ἔμπαλιν δοκεῖ διότι ὀρεγόμεθα
对亚里士多德原文(1072a29 ὀρεγόμεθα δὲ διότι δοκεῖ μᾶλλον ἢ δοκεῖ διότι ὀρεγόμεθα)的转述。比较结构 μᾶλλον ἤ 构成“宁可说是……而不是……”,在此处确立了因果优先次序:“是因为显得好才去欲求,而不是因为去欲求才显得好”。
- 12.22προσυπακουστέον γὰρ τῷ ἀρχὴ γὰρ νοήσεως τοῦ τὸ ὀρεκτόν
动词性形容词 προσυπακουστέον 支配与格(τῷ ἀρχὴ γὰρ νοήσεως)表示被补充的文句,支配属格(τοῦ τὸ ὀρεκτόν)表示所补充的内容。这是对紧缩短语“因为是思想的原理”给出的句法指示,说明应将“欲求的对象”补作被省略的主语。
