- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:692.30-693.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注疏了亚里士多德《形而上学》卷12第7章(1072a4起),阐明恒星天与太阳天球的运动如何化解早期宇宙论难题,并通过对天体运动三分结构的分析与原文句读的补充,论证了第一原理即不动推动者的必然性。
ταῦτα εἰπὼν ἐπιφέρει οὐκοὖν οὕτω καὶ ἔχουσιν αἱ κινήσεις, ἴσον λέγων τῷ οὐ μόνον ἡμεῖς ταῦτα περὶ τῶν τῆς ἀπλανοῦς καὶ τῆς ἡλιακῆς σφαίρας κινήσεων οὕτω λέγομεν, ἀλλὰ καὶ οὕτως ἔχουσιν. εἰ οὖν αὗται αἱ κινήσεις αἴτιαι τοῦ τὰ γινόμενα ἔχειν ὡς γίνεται, τί δεῖ ζητεῖν ἄλλας ἀρχὰς οἵας φασὶν οἱ τὰς ἰδέας τιθέμενοι; Ταῦτα εἰπὼν λέγει ἐπεὶ δ’ οὕτω τε ἐνδέχεται, λύοιτ’ ἂν ταῦτα· καὶ εἰ μὴ οὕτως (καὶ ὑποστικτέον εἰς τὸ οὕτως), ἐκ νυκτὸς ἔσται καὶ ὁμοῦ πάντων καὶ ἐκ μὴ ὄντος. οὕτω γάρ ἐστι τὸ συνεχὲς τῆς λέξεως. ἔστι δὲ τὸ λεγόμενον· ἐπεί, ὡς δέδεικται, προτέρα ἐστὶν ἡ ἐνέργεια τῆς δυνάμεως, καὶ ὅτι ἡ τῆς ἀπλανοῦς καὶ τῆς ἡλιακῆς σφαίρας κίνησις, αἵτινες σφαῖραι καὶ αὐταὶ ἐνέργειαί εἰσιν, εἰ καὶ μὴ ὡς ἡ κυρίως λεγομένη, αἴτιαί εἰσιν ἡμερῶν καὶ νυκτῶν καὶ γενέσεως καὶ φθορᾶς, λύοιτ’ ἂν πᾶσα ἀπορία, ἥ τε ἀποροῦσα εἰ ἔστι προτέρα ἡ δύναμις τῆς ἐνεργείας, καὶ ἡ λέγουσα διὰ τί ὡδὶ κινεῖται ἡ ἀπλανὴς καὶ ὡδὶ ἡ τοῦ ἡλίου σφαῖρα, καὶ ἡ ζητοῦσα ποία τῶν κινήσεών ἐστιν ἡ πρώτη· περὶ τούτων γὰρ ἁπάντων εἴρηται ὅτι ἡ τὰς ἄλλας ἑαυτῇ συγκινοῦσα, ἥπερ ἐστὶν ἡ τῆς ἀπλανοῦς, ἐστὶν ἡ πρώτη τῶν κινήσεων, κινεῖται δὲ ὡς κινεῖται διὰ τὸ γίνεσθαι νύκτας καὶ ἡμέρας, ἡ δὲ ἡλιακὴ σφαῖρα ἀνάπαλιν, διότι δεῖ γένεσιν εἶναι καὶ φθοράν, γένεσις δέ ἐστιν ἀεὶ καὶ φθορά, ὅτι δεῖ τι ἀεὶ εἶναι. εἰ οὖν οὕτως ἔχειν ἐνδέχεται, ὥσπερ φαμέν, λύοιτ’ ἂν πάντα· καὶ εἰ μὴ οὕτως, τουτέστιν εἰ δὲ λέγοι τις μὴ οὕτως ἔχειν, ἐκ νυκτὸς ἔσται καὶ ἐξ ὁμοῦ πάντων καὶ μὴ ὄντος, τουτέστιν ἔσται ἡ δύναμις προτέρα ἐνεργείας, καὶ ἔσται πάντα ἐκ δυνάμεως, ὅπερ δέδεικται ἀδύνατον. ταῦτα εἰπὼν πάλιν λέγει ἐξ ἀναλύσεως περὶ τῆς πρώτης ἀρχῆς. ἔστι γάρ, φησί, τὶ ἀεὶ κινούμενον ἄπαυστον κίνησιν, καὶ αὕτη ἐστὶν ἡ κύκλῳ. καὶ τὸ ἀΐδιον εἶναι τὴν κύκλῳ κίνησιν οὐ μόνον ἐστὶ τῷ λόγῳ δῆλον καὶ τῇ ἀποδείξει, ἀλλὰ καὶ ἔργῳ καὶ τῇ παραδόσει τῶν προγόνων. ἔστιν οὖν ὁ πρῶτος οὐρανός, ἡ ἀπλανής, ὃς κινεῖται τὴν ἀΐδιον κίνησιν, ἔστι δὲ καὶ ὃ κινεῖ,1 τὸ πλανώμενον πᾶν σῶμα· τὸ γὰρ πλανώμενον ὑπὸ τοῦ πρώτου τοῦ ἀπλανοῦς κινεῖται. δεῖ οὖν εἶναι καὶ τὸ μόνως κινοῦν. ἐπεὶ γὰρ ἔστι τὸ κινούμενον μόνως ὅπερ ἐστὶ τὸ πλανώμενον, ἔστι δὲ καὶ μέσον τὸ κινούμενον ἅμα καὶ κινοῦν οἵα ἐστὶν ἡ ἀπλανής, δεῖ εἶναι καὶ τρίτον τὸ κινοῦν μόνως. καὶ ἔστιν ὃ οὐ κινούμενον κινεῖ ἀΐδιον οὐσία καὶ ἐνέργεια ὄν. ἡ μὲν οὖν τῶν λεγομένων πάντων διάνοια εἴρηται. ἐν δὲ τῇ λέξει τῇ ἐπεὶ δὲ κινούμενον καὶ κινοῦν καὶ μέσον, τοίνυν ἐστὶν ὃ οὐ κινούμενον κινεῖ πρῶτον ὑποστικτέον εἰς τὸ καὶ μέσον· εἶτα προσυπακουστέον τοῦ ἔστι δὲ καὶ τὸ κινούμενον μόνως·2 εἶτα ἐπακτέον τὸ τοίνυν ἔστι τι ὃ οὐ κινούμενον κινεῖ, καὶ τὰ ἑξῆς, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ‘ἐπεὶ δέ ἐστι τοῦ κινουμένου μόνως καὶ τοῦ κινοῦντος μόνως μέσον τὸ κινοῦν ἅμα καὶ κινούμενον, εἰσὶ δὲ τὰ δύο, τό τε κινούμενον μόνως καὶ τὸ κινοῦν ἅμα καὶ κινούμενον, δεῖ εἶναι καὶ τὸ ἀκίνητον.
说完这些之后,他接着补充道:“因此运动也是这样存在的。”这等同于说:“不仅我们对恒星天和太阳天球的运动是这样说的,而且它们事实上也是这样存在的。”因此,如果这些运动是生成之物照其生成的方式而存在的原因,那么为什么还需要去探求像那些设定理念的人所说的那种其他原理呢?说完这些之后他说:“既然也有可能是这样,这些难题就能够得到解决;而如果不这样(并且应当在‘这样’处断句),就会是从黑夜、从万物混杂在一起、以及从非存在中[生成]。”因为文句的连续结构就是如此。而所说之意乃是:既然正如已证明的那样,现实先于潜能,并且恒星天与太阳天球的运动——这些天球本身也是现实,即使不是本真意义上所说的那种——是昼夜以及生成与消灭的原因,那么每一个难题就都能够得到解决:既包括怀疑潜能是否先于现实的难题,也包括质问为何恒星天以这种方式运动而太阳天球以那种方式运动的难题,还包括探求诸运动中哪一种是第一运动的难题。因为关于所有这些问题都已经说过:那带动其他天球与自己一同运动的运动(即恒星天的运动)是诸运动中最先的一种;它照其运动的方式运动是为了生成夜晚和白昼,而太阳天球朝相反方向运动则是因为必须有生成和消灭,并且生成与消灭永远存在是因为必须总有某种东西存在。因此,如果真如我们所说有可能是这样,那么一切难题都能够得到解决;而如果不这样,也就是说如果有人说不是这样,那么就会是从黑夜、从万物混杂在一起以及从非存在中生成,也就是说潜能将先于现实,且万物都将出自潜能,而这已经被证明是不可能的。说完这些之后,他再次通过分析法论述第一原理。因为他说,有某种东西始终以不息的运动运动着,而这就是圆周运动。而圆周运动是永恒的,不仅由论理和论证所显明,而且由事实以及祖先的传统所显明。因此,存在着以永恒运动运动着的第一重天即恒星天,但也存在着它所推动的东西即整个行星天体;因为行星天体是被第一者即恒星天所推动的。因此,必然也存在着仅起推动作用者。因为既然存在着仅被推动者(即行星天体),又存在着兼具被推动与推动的中介者(即恒星天),就必然也存在着第三者,即仅起推动作用者。并且存在着不被推动而起推动作用者,它是永恒的实体与现实。那么,所说一切话语的主旨已经阐述了。然而,在“既然被推动且起推动作用者也是中介,因此存在着不被推动而起推动作用者”这句话中,首先应当在“也是中介”处断句;其次应当补充领会“而且也存在着仅被推动者”;接着应当引入“因此存在着某种不被推动而起推动作用者”等等,以便整句成为这样:“既然在仅被推动者与仅起推动作用者之间存在着兼具推动与被推动的中介者,且此二者即仅被推动者与兼具推动与被推动者都存在,那么必然也存在着不动者。”
- 12.21ἔστι δὲ καὶ ὃ κινεῖ
关系代词 ὃ 是动词 κινεῖ 的直接宾语(主语是前文的 ὁ πρῶτος οὐρανός),意为“它所推动的东西”(即行星天球)。紧随其后的解释性被动句“因为行星天体是被第一者推动的”(τὸ γὰρ πλανώμενον ὑπὸ τοῦ πρώτου τοῦ ἀπλανοῦς κινεῖται)证实了行星天体是承受运动的对象,因此不能将 ὃ 视为主格(“起推动作用者”)。
- 12.21προσυπακουστέον τοῦ ἔστι δὲ καὶ τὸ κινούμενον μόνως
动词性形容词 προσυπακουστέον 支配由属格冠词 τοῦ 引出的引用从句,表示“应当补充领会……”。这表明针对亚里士多德原文(1072a24)高度简缩的句式,读者必须补出关于“仅被推动者”这一省略的前提,以使三项关系(仅被推动者、兼具推动与被推动的中介、仅起推动作用者)的推论得以完备。
