← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§691.28-692.30

现实在先性的见证与天球运动致生成消灭

亚历山大注解了亚里士多德援引先哲(阿那克萨戈拉、恩培多克勒等)以证实现实在先性之处(1072a4),并分析了恒星天的恒常运动与黄道(太阳天球)的斜向运动在产生昼夜及生成消灭中所各自扮演的因果角色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.21#1

" Ὅτι δ’ ἐνέργεια πρότερον, μαρτυρεῖ Ἀναξαγόρας." Μετὰ τὰς ἀποδείξεις εἴωθεν ὁ Ἀριστοτέλης καὶ τὰς τῶν ἄλλων εἰς πίστιν τῶν ὑπ’ αὐτοῦ λεγομένων ἐπάγειν ὑπολήψεις. δείξας γὰρ ὅτι ἡ ἐνέργεια προτέρα ἐστὶ δυνάμεως μαρτύρεται καὶ τὸν Ἀναξαγόραν καὶ Ἐμπεδοκλῆν. ὁ μὲν γὰρ ἦν τοῦ μίγματος προτέραν ποιῶν τὴν ἐνέργειαν ἤτοι τὸν νοῦν, ὁ δὲ Ἐμπεδοκλῆς τὴν φιλίαν καὶ τὸ νεῖκος. ἀλλὰ καὶ οἱ ἀεὶ λέγοντες εἶναι κίνησιν προτέραν ἐτίθεντο τὴν ἐνέργειαν, ἤτοι τὴν κίνησιν, τῆς δυνάμεως· ὥστε εἰ προτέρα δυνάμεως ἐνέργεια, οὐκ ἦν ἄπειρον χρόνον χάος καὶ νύξ, τουτέστιν οὐκ ἦν ἡ δύναμις προτέρα τῆς ἐνεργείας, ἀλλὰ τὰ αὐτὰ ἅπερ ἔστι νῦν, οἷον ἦν ἀεὶ ὁ κόσμος, ἢ περιόδῳ, ὡς Ἐμπεδοκλῆς ἔφασκεν, ἢ ἄλλως, ὡς Ἀριστοτέλης βούλεται. εἰ δὴ τὸ αὐτὸ ἀεὶ περιόδῳ. ἐλλίποι ἂν τῇ λέξει τὸ ἢ ἄλλως,1 ἵν’ ᾖ τὸ πᾶν ‘εἰ δὴ ὁ κόσμος οὗτος ἀεί ἐστιν, ἢ περιόδῳ, ὡς Ἐμπεδοκλῆς λέγει, ἢ ἄλλως, ὥσπερ ἡμεῖς, δεῖ τι ἀεὶ μένειν ὡσαύτως ἐνεργοῦν καὶ εἶναι τὴν φύσιν αὐτοῦ ἐνέργειαν.’ εἰ δὲ ἀνάγκη καὶ γένεσιν ἀεὶ εἶναι, δεῖ εἶναί τι ἐνεργοῦν ἄλλως, ἤτοι λοξῶς κινεῖσθαι, ἵνα προσάγῃ καὶ ἀπάγῃ τὸ γεννητικόν, ὅπερ ἐστὶν ὁ ἥλιος. ἀνάγκη ἄρα τὸ λοξῶς κινούμενον καθ’ αὑτὸ μὲν ὡδὶ ἐνεργεῖν, ἤτοι λοξῶς κινεῖσθαι καὶ προσάγειν καὶ ἀπάγειν τὸν ἥλιον, ὡδὶ δὲ κατ’ ἄλλο, τουτέστι τὸ γίνεσθαι δὲ καὶ καθ’ ἑκάστην τὸν ἥλιον ὑπὸ γῆν καὶ ὑπὲρ γῆν κατ’ ἄλλο. ἤτοι δὲ καθ’ ἕτερον τοῦτο πάσχει ὁ ἥλιος, οἷον φέρε εἰπεῖν διὰ τὴν Κρονιακήν, ἢ κατὰ τὸ πρῶτον, οἷον κατὰ τὴν ἀπλανῆ. καὶ διαρθρῶν τὸν λόγον λέγει ‘ἀνάγκη ἄρα κατὰ τὴν τῆς ἀπλανοῦς κίνησιν γίνεσθαι ὑπὸ γῆν καὶ ὑπὲρ γῆν τὸν ἥλιον παρὸ κατὰ τὴν Κρονιακήν.’2 καὶ τὴν αἰτίαν τοῦ ἀνάγκη κατὰ τὴν ἀπλανῆ τὴν τοῦ ἡλίου ὑπὲρ γῆν καὶ ὑπὸ γῆν γίνεσθαι καθ’ ἑκάστην φοράν, ἐπήγαγεν εἰπὼν πάλιν γὰρ ἐκεῖνο αὑτῷ τε αἴτιον κἀκείνῳ, τουτέστι πάλιν γὰρ τὸ τῆς ἀπλανοῦς σῶμα αἴτιον ἔσται τῷ ἐν τῇ Κρονιακῇ σφαίρᾳ ἀστέρι ὑπὲρ γῆν καθ’ ἑκάστην γίνεσθαι καὶ ὑπὸ γῆν κἀκείνῳ, ἤτοι τῷ ἡλίῳ· ἡ ἀπλανὴς γάρ ἐστιν αἰτία τοῦ καθ’ ἑκάστην καὶ τὸν Κρόνον καὶ τὸν ἥλιον δύνειν καὶ πάλιν ἀνατέλλειν. ὥστε κάλλιόν ἐστι τὴν ἀπλανῆ λέγειν αἰτίαν εἶναι τοῦ τὸν ἥλιον ἀνατέλλειν καὶ δύνειν ἤπερ τὴν τοῦ Κρόνου σφαῖραν· ἐκεῖνο γάρ, ἤτοι ἡ ἀπλανής, ἦν αἰτία τῷ ἡλίῳ τοῦ ἀεὶ ὡσαύτως ἤτοι ὑπὸ γῆν καὶ ὑπὲρ γῆν φέρεσθαι, τοῦ δὲ ἄλλως, ἤτοι ποτὲ μὲν ἐν τῷ σκορπίῳ γίνεσθαι ποτὲ δὲ ἐν αἰγοκέρωτι, ἡ λόξωσις τοῦ ζῳδιακοῦ, καθ’ ἣν φέρεται. τὸ δὲ τοῦ δ’ ἀεὶ ἄλλως, ἄμφω δηλονότι (καὶ ὑποστικτέον εἰς τὸ ἄλλως)3 δηλωτικὸν ἄν εἴη τοῦ δ’ ἀεὶ μέν, τουτέστιν εὐτάκτως καὶ ἀνὰ μέρος γίνεσθαι νύκτα καὶ ἡμέραν καὶ γένεσιν καὶ φθοράν, αἴτιά εἰσιν ἀμφότερα, ἥ τε ἀπλανὴς καὶ ἡ λοξῶς φερομένη τοῦ ἡλίου σφαῖρα, ἡ μὲν οὖν ἀπλανὴς τοῦ νύκτας γίνεσθαι καὶ ἡμέρας, ἡ δὲ ἡλιακὴ σφαῖρα καὶ ὁ ἥλιος τοῦ γένεσιν καὶ φθοράν.

“而现实是在先的,阿那克萨戈拉作证。” 在论证之后,亚里士多德习惯于为了使自己所说之话令人信服,也将其他人的看法引为佐证。因为在表明了现实先于潜能之后,他把阿那克萨戈拉和恩培多克勒都引为见证人。因为前者把现实、即理智置于混合物之先,而恩培多克勒则把爱与争吵[置于其先]。而且那些主张运动永远存在的人,也把现实、即运动置于潜能之先;因此,如果现实先于潜能,那么无限的时间中就不曾存在混沌与黑夜,也就是说潜能并不先于现实,而是现在存在的相同事物,例如世界,是永远存在的,要么是周期性的(如恩培多克勒所说),要么是以其他方式(如亚里士多德所主张)。“如果因此相同的事物周期性地永远[存在]”。在字句上也许缺少了“或以其他方式”,以便整句成为:“如果因此这个世界永远存在,要么如恩培多克勒所言周期性地,要么如我们[所言]以其他方式,那么就必须总有某种东西以同样的方式活动着居留,且其本性是现实。”但如果生成也必然永远存在,就必须有某种以其他方式活动的东西,即斜向运动的东西,以便它能推进和引退产生者,即太阳。因此,那斜向运动者必然自身就以这种方式活动,即斜向运动并推进和引退太阳,但依据另一物则以那种方式活动,即太阳每天位于地之下和地之上是依据另一物而生成的。太阳遭受这一点,要么是依据另一物(例如姑且说是由于土星天球),要么是依据第一者(例如依据恒星天)。在条分缕析其论点时他说:“因此必然是依据恒星天的运动,太阳位于地之下和地之上,而非依据土星天球。”至于太阳每天位于地之上和地之下的运行必然依据恒星天的原因,他补充说道:“因为那一个反过来既是自身也是那一个的原因”,也就是说,恒星天的物体反过来将成为土星天球中的星体每天位于地之上和地之下的原因,并且也是那一个、即太阳的原因;因为恒星天是土星与太阳每天落下又升起的原因。因此,说恒星天是太阳升起与落下的原因,比起说是土星天球要更好;因为那一个、即恒星天,是太阳始终以同样方式运行(即在地之下和地之上运行)的原因,而以其他方式运行(即有时在天蝎座,有时在摩羯座)的原因,则是黄道的倾斜,它是依此运行的。而“至于始终以其他方式,显然二者都是[原因]”(且在“以其他方式”处应当断句)这一句,则表明至于始终,即有秩序且交替地生成昼夜以及生成与消灭,二者都是原因,即恒星天与斜向运行的太阳天球二者都是原因:恒星天是生成昼夜的原因,而太阳天球和太阳则是生成与消灭的原因。

语法注3 条
  1. 12.21ἐλλίποι ἂν τῇ λέξει τὸ ἢ ἄλλως

    表示可能性的希求语气(ἐλλίποι ἄν)。针对亚里士多德正文中省略性的表达“如果因此相同的事物周期性地永远[存在]”(εἰ δὴ τὸ αὐτὸ ἀεὶ περιόδῳ),注疏家指出字句上可能脱落了“或以其他方式”(ἢ ἄλλως),或者在理解上需要补足该句以使文意圆满。

  2. 12.21παρὸ κατὰ τὴν Κρονιακήν

    连词性短语 παρό(παρ' ὅ)在此表示比较含义“而非依据……”或“胜于依据……”。它顺接前文的“依据恒星天的运动”(κατὰ τὴν τῆς ἀπλανοῦς κίνησιν),将土星天球作为对比的标准(相当于 ἤπερ 或 μᾶλλον ἤ)。

  3. 12.21καὶ ὑποστικτέον εἰς τὸ ἄλλως

    动形容词 ὑποστικτέον 给出标点断句的指示(即打上下点或逗号,ὑποστιγμή)。注疏家指示在亚里士多德的语句 τὸ δὲ τοῦ δ’ ἀεὶ ἄλλως, ἄμφω δηλονότι 中,应当在 ἄλλως 之后停顿断句,以使其结构理解为:“至于始终以其他方式[的原因],显然二者都是[原因]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:691.28-692.30