- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:690.23-691.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德论证了没有现实的推动者质料就无法运动,批评了留基伯与柏拉图虽主张运动永恒却未解释其原因、秩序与第一运动。随后他通过区分在个体上潜能先行但在物种总体上现实必然绝对先行的观点,解决了前述疑难。
εἰ γάρ ἐστιν ἡ δύναμις, φησί, κατ’ αὐτοὺς προτέρα τῆς ἐνεργείας, πῶς ἐξ αὐτῆς1 κινηθήσεται ἡ ὕλη μὴ οὔσης τῆς ἐνεργείας τῆς κινούσης; οὐ γὰρ τὰ ξύλα κινεῖ αὐτὰ ἑαυτὰ εἰς τὸ γενέσθαι κιβώτιον, ἀλλ’ ἡ τεκτονικὴ ἥτις ἐστὶν ἐνέργεια, οὐδὲ τὰ καταμήνια πάλιν κινεῖ ἑαυτὰ εἰς τὸ γενέσθαι ζῷον ἀλλ’ ἡ γονή, οὐδὲ ἡ γῆ εἰς τὸ γενέσθαι φυτὸν ἀλλὰ τὸ σπέρμα. διὸ φεύγοντές τινες ταῦτα τὰ ἄτοπα ποιοῦσι προτέραν τὴν ἐνέργειαν τῆς δυνάμεως, οἷον Λεύκιππος καὶ Πλάτων, τὴν δὲ ἐνέργειαν ταύτην εἶναι τὴν κίνησιν· ἀεὶ γὰρ εἶναι κίνησιν καὶ Λεύκιππος καὶ Πλάτων ἔλεγον. ‘παραλαβὼν γάρ’, φησὶν ὁ Πλάτων, ‘τὴν ὕλην πλημμελῶς καὶ ἀτάκτως φερομένην.’ καὶ Λεύκιππος δὲ ἐν τῷ κενῷ τὰς ἀτόμους κινεῖσθαι τὸν ἄπειρον χρόνον ἔφασκεν. καὶ ὅτι ἡ μὲν κίνησις ἐνέργειά ἐστιν ἀπεφαίνοντο· ἀλλὰ διὰ τί ἐστιν ἐνέργεια ἡ κίνησις, καὶ τίς ἐστιν αὕτη ἡ κίνησις, πότερον ἡ κύκλῳ ἢ ἄλλη τις, καὶ διὰ τί ὡδὶ μὲν τάδε κινοῦνται ὡδὶ δὲ τάδε, τούτων τὴν αἰτίαν οὐ λέγουσιν. ἐπεὶ γὰρ δεῖ εἶναί τι ἀεί, ὡς δέδεικται, ἔδει τὴν αἰτίαν λέγειν δι’ ἣν ἡ μὲν ἀπλανὴς ἀπὸ ἀνατολῆς ἐπὶ δυσμὰς κινεῖται, αἱ δὲ πλανώμεναι ἀνάπαλιν. οὐ γὰρ ὡς ἔτυχε πᾶν ὃ κινεῖται τὴν κίνησιν ποιεῖται, ἀλλὰ φύσει μὲν ὁ λίθος ὡδί, οἷον κάτω, καὶ τὸ πῦρ ἄνω, βίᾳ δὲ ὡδί, ὁ λίθος ἄνω καὶ τὸ πῦρ κάτω. φύσει μὲν οὖν ὁ λίθος κινεῖται κάτω, ὑπὸ νοῦ δὲ οἱ ἄνθρωποι· ἐφιέμενοι γάρ τινος κινοῦνται, βιαζόμενοι τὸ σῶμα φέρεσθαι ἐν ὑπερῴῳ ἢ δένδρῳ, ᾗ οὐ πέφυκε φέρεσθαι· κάτω γὰρ ἡ τοῦ ἡμετέρου σώματος κατὰ φύσιν φορά. ὑπ’ ἄλλου δὲ κινοῦνται βίᾳ οἷον τῆς φαντασίας2 τὰ ἄλογα ζῷα. ἔδει οὖν τούτων τὴν αἰτίαν λέγειν καὶ πρὸς τούτοις ποία τῶν κινήσεών ἐστιν ἡ πρώτη· πολὺ γὰρ διαφέρει τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν κινεῖσθαι, καὶ ἡ πρώτη κίνησις τῶν ἄλλων. αἰτιᾶται δὲ καὶ ἄλλο τῷ Πλάτωνι· εἰπὼν γὰρ ὁ Πλάτων ὅτι ἡ κίνησις ἦν καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι, εἴπερ ἀτάκτως ἐκινεῖτο ἡ ὕλη, πάλιν λέγει ὅτι ἡ ψυχὴ ἡ ἅμα τῷ οὐρανῷ γεγονυῖα καὶ αὐτὴ ἑαυτὴν κινοῦσά ἐστι πηγὴ καὶ αἰτία τοῦ κίνησιν εἶναι· ὥστε πρὸ τοῦ τὸν οὐρανὸν καὶ τὴν σὺν αὐτῷ γεγονυῖαν ψυχὴν γενέσθαι εἶναι κίνησίν φησιν. εἰ οὖν πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν καὶ τὴν σὺν αὐτῷ γεγονυῖαν ψυχὴν ἦν ἡ κίνησις, ψεῦδος ὅτι ἡ ψυχὴ ἡ αὐτὴ ἑαυτὴν κινοῦσά ἐστιν ἡ πηγὴ τῆς κινήσεως. ταῦτα εἰπὼν πάλιν ὡς λύσιν τινὰ τῆς προαπορηθείσης ἀπορίας τῆς λεγούσης ὅτι εἴπερ ἐστὶν ἡ δύναμις προτέρα ἐνεργείας οὐκ ἔσται ἡ ἀρχὴ ἐνέργεια, ἐπάγει τὸ τὸ μὲν οὖν τὴν δύναμιν οἴεσθαι3 ἐνεργείας προτέραν τρόπον μέν τινα καλῶς λέγεται, τρόπον δέ ἄλλον οὐ καλῶς. ἐπὶ μὲν γὰρ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀληθὲς ὅτι ἡ δύναμις προτέρα τῆς ἐνεργείας· ὁ γὰρ Σωκράτης δυνάμει ἦν πρότερον μουσικὸς καὶ οὕτω γέγονε καὶ ἐνεργείᾳ· ὅμως ἦν ἄλλο τι πρότερον ἐνεργείᾳ μουσικὸν τὸ εἰς ἐνέργειαν τὸν Σωκράτην ἄξαν· ὥστε πρὸς μὲν τὸν αὐτὸν καὶ ἕνα ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν προτέρα ἐστὶν ἡ δύναμις τῆς ἐνεργείας, πρὸς δὲ τὸ χῦμα πάντων τῶν ἀνθρώπων οὐδαμῶς ἐστιν ἡ ἐνέργεια ὑστέρα τῆς δυνάμεως. εἰ δὲ ἐπὶ τούτων οὐ προηγεῖται ἡ δύναμις, πολλῷ μᾶλλον ἐπὶ τῆς κυρίως ἐνεργείας ὑστερήσει. ἀλλὰ περὶ μὲν τούτων εἴρηται ἐν τῇ Περὶ ψυχῆς.
因为据他说,如果按照他们的说法潜能先于现实,那么在推动它的现实并不存在时,质料如何能从潜能中被推动呢?因为木料并不能为了成为木箱而推动自身,而是木工技艺推动之,而木工技艺是一种现实;经血同样不能为了成为动物而推动自身,而是精液推动之;泥土也不能为了成为植物[而推动自身],而是种子推动之。因此,有些人为了逃避这些荒谬,便使现实先于潜能,例如留基伯和柏拉图,并且他们把这现实当作运动;因为留基伯与柏拉图都主张运动是永远存在的。事实上柏拉图说:‘接收了那在不协调与无序中运行的质料。’留基伯也声称原子在无限的时间中在虚空中运动。并且他们表明运动是一种现实;但是为什么运动是现实,以及这运动是什么——究竟是圆周运动还是某种别的运动——并且为什么这些事物以这种方式运动而那些事物以那种方式运动,他们并没有说出这些事情的原因。因为既然如前所示必须总有某种东西存在,他们就应当说出恒星天为何自东向西运动、而行星为何反向运动的原因。因为凡运动之物并非随机进行其运动,而是石头在自然上以这种方式运动,即向下,而火向上;而在受强迫时则以这种方式运动,即石头向上而火向下。因此,石头是自然地向下运动,但人则是出于理智而运动;因为他们因企求某物而运动,强迫身体被带往楼上或树上,而在自然上身体并不适合被带往那里;因为我们身体依据自然的运行是向下的。而无理性的动物则是受强迫被另一物、例如表象所推动。因此,他们应当说出这些事情的原因,此外还应说出诸运动中哪一种是第一位的;因为依据自然而运动与违反自然而运动大不相同,第一运动与其它运动也大不相同。他还就另一件事指责柏拉图:因为柏拉图既然说了在世界生成之前运动就已经存在(如果质料确实曾无序地运动),随后却又说与天一同生成并自己运动自身的灵魂是运动存在的源泉与原因;从而他主张在天以及与其一同生成的灵魂生成之前就有运动存在。因此,如果运动在天以及与其一同生成的灵魂生成之前就存在,那么主张自己运动自身的灵魂是运动的源泉便是错误的。在说了这些之后,作为对先前所提疑难(即声称如果潜能先于现实,则原理将不是现实)的某种解决,他又补充道:‘因此,认为潜能先于现实,在某种意义上说得好,在另一种意义上则不好。’因为就同一个体而言,潜能先于现实是真实的;因为苏格拉底先前在潜能上是有音乐素养的,并且这样也在现实中成为了有音乐素养的;然而先前有另一个在现实上具有音乐素养的事物把苏格拉底引向了现实;因此就生灭之物中的同一个体而言,潜能先于现实,但就全人类的总体而言,现实绝不落后于潜能。如果在这类事物中潜能尚且不先于现实,那么在严格意义的现实上潜能就更要落后了。但关于这些事情,在《论灵魂》中已经讨论过了。
- 12.20ἐξ αὐτῆς
阴性代词 αὐτῆς 的先行词依上下文为紧邻的前文 ἡ δύναμις(潜能)。全句是一个反问句:“在推动的现实并不存在时,质料如何能从潜能中被推动呢?”虽然语法上也可能将其理解为代指质料自身的 ἑαυτῆς(“从质料自身”),但紧接着后文对比了木材和经血“并不推动自身(οὐ... κινεῖ αὐτὰ ἑαυτά)”,这里着重指出单纯的潜能不可能自发产生运动,因此指代前面的 ἡ δύναμις 最为自然。
- 12.20οἷον τῆς φαντασίας
属格短语 τῆς φαντασίας 受介词 ὑπό 支配,通过 οἷον 与前置词短语 ὑπ’ ἄλλου(被另一物)构成同位关系(“被另一物、例如表象所推动”)。
- 12.20τὸ τὸ μὲν οὖν τὴν δύναμιν οἴεσθαι
双重中性定冠词 τὸ τὸ ... 的结构是:外层的定冠词 τὸ 将整个被引用的文句(即亚里士多德《形而上学》1071b26的开头)名词化,作为主句动词 ἐπάγει 的直接宾语;内层的 τὸ 则是原句本身的一部分,用于限定不定式短语 τὴν δύναμιν οἴεσθαι。
