← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§689.17-690.23

潜能与现实先后之疑难及对神学家的批判

亚历山大解释了亚里士多德提出的“潜能是否先于现实”这一疑难及其即时的反驳,并探讨了对将卡俄斯或倪克斯置于首位的神学家们的批判意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.20#1

" Καίτοι ἀπορία· δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι." Δείξας ὅτι ἡ ζητουμένη ἀρχὴ ἐνέργειά ἐστι πάντη ἀμοιροῦσα δυνάμεως, ἀπορία, φησί, τοῖς δειχθεῖσιν ἀναφαίνεται. ἀπορήσειε γὰρ ἄν τις πρὸς ταῦτα· εἰ ἡ δύναμις προτέρα τῆς ἐνεργείας (καὶ τούτου πίστις ἐκ τῆς ἐπαγωγῆς), ἔστι δὲ ἡ πρώτη ἀρχὴ ἐνέργεια, ἦν πρὸ αὐτῆς ἡ δύναμις· ἔστιν ἄρα τῆς πρώτης ἀρχῆς ἄλλη ἀρχή, ἡ δύναμις, ἐξ ἧς γέγονεν ἡ ἐνέργεια. αὐτὸς δὲ καὶ ἐπιχειρεῖ δεικνύναι ὅτι ἡ δύναμις προτέρα ἐστὶ τῆς ἐνεργείας· δοκεῖ γάρ, φησί, τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι· ὥσπερ γὰρ διὰ τὸ πάντα ἄνθρωπον ζῷον εἶναι, οὐ πᾶν δὲ ζῷον ἄνθρωπον, φαμὲν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου, οὕτω καὶ ἐπεὶ πᾶν τὸ ἐνεργοῦν δύναται, τὸ δὲ δυνάμενον οὐ πᾶν ἐνεργεῖ, εἴη ἂν ἡ δύναμις προτέρα ἐνεργείας. ἀλλὰ μὴν εἰ ἐστι προτέρα ἡ δύναμις τῆς ἐνεργείας, οὐδὲν ἔσται τῶν ὄντων, ὃ ἴσον ἂν εἴη τῷ ἦν ἄρα ὅτε οὐδὲν ἦν τῶν ὄντων· ἐνδέχεται γὰρ τὸ δυνάμενον εἶναι μήπω εἶναι. καὶ οἶμαι ἐν τῇ λέξει τῇ δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν τὸ δοκεῖ ἐμφαντικὸν εἶναι τοῦ μὴ ἀρέσκειν αὐτῷ τὴν ὅτι πᾶν τὸ ἐνεργοῦν δύναται λέγουσαν πρότασιν,1 ἵν’ ᾖ τὸ λεγόμενον ὅτι δοκεῖ ἄλλοις. τὸ δὲ ἀλλὰ μὴν εἰ τοῦτο, οὐδὲν ἔσται τῶν ὄντων· ἐνδέχεται γὰρ δύνασθαι μὲν εἶναι μήπω δ’ εἶναι, οἶμαι ὅτι ὡς λύσις ἐπῆκται τοῦ λέγοντος λόγου ὅτι ἡ δύναμις προτέρα τῆς ἐνεργείας· εἰ γὰρ ἐκ τοῦ λέγειν ὅτι πᾶσα δύναμις προτέρα πάσης ἐνεργείας ἐστί, συνάγεται τὸ ἦν ὅτε οὐδὲν ἦν τῶν ὄντων, τοῦτο δὲ ἀδύνατον δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ, ψεῦδος ἄρα τὸ λέγειν ὅτι πάσης ἐνεργείας προηγεῖται δύναμις. ἀλλ’ εἰ, ὡς ἔφαμεν, ταῦτα λύσις εἰσὶ τῆς ἀπορίας, πῶς κατιὼν πάλιν αὐτὴν λύει; ἢ οὐκ ἔστι τοῦτο ἀλλότριον τῆς Ἀριστοτελικῆς ἀγχινοίας· πρὸς παράστασιν γὰρ τῆς ἀληθείας πανταχοῦ, καὶ μάλιστα ἐν ταύτῃ τῇ πραγματείᾳ, δὶς τῶν αὐτῶν μέμνηται καὶ τοσαυτάκις τὰ περὶ αὐτῶν διαρθροῖ. δείξας οὖν ὅτι ἡ ἐνέργεια προτέρα δυνάμεως ἤτοι τὸ εἶδος τῆς ὕλης (πᾶσα γὰρ δύναμις ὡς ὕλη· ὁ γὰρ Σωκράτης δύναμις καὶ ὕλη τοῦ γράφειν ἐστίν), αἰτιᾶται τοὺς θεολόγους προτέραν ποιοῦντας τὴν δύναμιν καὶ τὴν ὕλην τῆς ἐνεργείας. ὅταν γὰρ Ἡσίοδος λέγῃ “ἤτοι μὲν πρώτιστα Χάος γένετ’, αὐτὰρ ἔπειτα Γαῖ’ εὐρύστερνος·” καὶ “τὴν δ’ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,” διὰ τοῦ Χάους καὶ τῆς Νυκτὸς τὴν ὕλην ᾐνίττετο· σκότος γὰρ καὶ Νὺξ κατὰ τὸ ἄληπτον αὐτῆς ἡ ὕλη, Χάος δὲ διὰ τὸ χωρητικὸν καὶ δεκτικὸν αὐτῆς τῶν εἰδῶν. καὶ ὁ Ἀναξαγόρας διὰ τοῦ “ἦν ὁμοῦ πάντα χρήματα” τὴν ὕλην ᾐνίττετο. αἰτιᾶται δὲ οὐ τοὺς φυσικούς, τόν τε Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν (οὗτοι γὰρ προτέραν τὴν ἐνέργειαν ἔλεγον δυνάμεως, ὡς ἐρεῖ· ὁ μὲν γὰρ αὐτῶν φιλίαν καὶ νεῖκος ἐτίθετο τὴν ἐνέργειαν, ὁ δὲ Ἀναξαγόρας τὸν νοῦν), ἀλλὰ τοὺς θεολόγους. τὸ γὰρ τὸ αὐτὸ αἴτιον2 οὐ τοῦτο σημαίνοι ἄν, ὅτι τὰ αὐτὰ ἄτοπα ἕπεται τοῖς τε θεολόγοις καὶ τοῖς φυσικοῖς, ἀλλὰ τὸ αἴτιον ἴσον ἐστὶ τῷ τὸ αὐτὸ ἄτοπον ἕπεται πᾶσι τοῖς θεολόγοις, ὅσοι προτέραν τὴν δύναμιν τῆς ἐνεργείας ποιοῦσιν. ἢ λέγοι ἂν ὅτι τὸ αὐτὸ ἄτοπον ἕψεται καὶ τοῖς θεολόγοις καὶ τοῖς φυσικοῖς, οὐ πᾶσιν ἀλλ’ ὅσοις τῶν τε φυσικῶν τῶν τε θεολόγων ἐπῆλθε ποιεῖν προτέραν τὴν δύναμιν τῆς ἐνεργείας.

“然而存在一个疑难;因为凡现实活动的似乎都具有活动的能力。” 在指明所探求的原理是完全不分有潜能的现实之后,他说,对于已指明的事情出现了一个疑难。因为有人可能会针对这些提出这样的疑难:如果潜能先于现实(对此的确信来自归纳),而第一原理是现实,那么在它之前曾有潜能;因此在第一原理之外还有另一个原理,即潜能,现实乃是由它生成的。而他自己也试图证明潜能先于现实;因为他说,凡现实活动的似乎都具有活动的能力。因为正如由于凡人皆是动物、但并非凡动物皆是人,我们便说动物先于人一样,同样,既然凡现实活动者皆有能力,但并非凡有能力者皆现实活动,潜能便应当先于现实。然而,如果潜能先于现实,存在物中将没有任何东西存在,这等同于说:“因此曾有某一时刻,存在物中没有任何东西存在”;因为有能力存在者,有可能尚不存在。而在“因为现实活动者似乎……”这一表述中,我认为“似乎”表明他本人并不赞同主张“凡现实活动者皆有能力”的前提,从而所说的意思是“在他人看来似乎如此”。至于“然而如果这样,存在物中将没有任何东西存在;因为完全可能具有存在的能力却尚不存在”这一句,我认为是作为对声称“潜能先于现实”之论证的解决而被引入的。因为如果从声称“一切潜能皆先于一切现实”中推导出“曾有某一时刻存在物中没有任何东西存在”,而这在《论天》中已被证明是不可能的,那么声称“潜能先于一切现实”便是错误的。但是,正如我们所说,如果这些话是对疑难的解决,那么他继续往下为何又再次解决它呢?抑或这并不有悖于亚里士多德的敏锐;因为为了确立真理,他在各处,特别是在本篇研究中,总是两次提及相同的事情,并同样多次地详细阐发关于它们的内容。因此,在指明现实先于潜能,或者形式先于质料之后(因为一切潜能都如同质料;例如苏格拉底就是书写的潜能与质料),他谴责了那些使潜能与质料先于现实的神学家们。因为当赫西俄德说“确实最先产生了卡俄斯,然而随后是宽胸的盖亚”,以及“而幽暗的倪克斯最先生下了另一位”时,他是通过卡俄斯与倪克斯来暗示质料的;因为质料因其不可把握性而是黑暗与倪克斯,因其容纳和接纳形式的性质而是卡俄斯。而阿那克萨戈拉也是通过“万物曾结合在一起”这一句来暗示质料的。但他谴责的不是自然哲学家恩培多克勒与阿那克萨戈拉(因为正如他将要说的,他们主张现实先于潜能;他们中一人将爱与争确立为现实,而阿那克萨戈拉将心灵确立为现实),而是神学家们。因为“同一原因”并不意味着神学家与自然哲学家承受相同的荒谬,而是该原因等同于说:凡是将潜能置于现实之前的神学家,都承受相同的荒谬。或者他的意思可能是:相同的荒谬既将随神学家也将随自然哲学家而来,但不是对所有人,而是对那些偶然想到将潜能置于现实之前的自然哲学家与神学家。

语法注2 条
  1. 12.20ἐμφαντικὸν εἶναι τοῦ μὴ ἀρέσκειν αὐτῷ τὴν ὅτι πᾶν τὸ ἐνεργοῦν δύναται λέγουσαν πρότασιν

    ἐμφαντικόν 支配属格冠词不定词 τοῦ μὴ ἀρέσκειν,意为“表明……不被他所赞同”。由 ὅτι 引领的分句在宾格短语 τὴν ... λέγουσαν πρότασιν(“主张……的前提”)中充当现在分词 λέγουσαν 的宾语从句。

  2. 12.20τὸ αὐτὸ αἴτιον

    针对亚里士多德原文(1071b27)中 τὸ αὐτὸ αἴτιον 一语的解释。亚历山大给出了两种构想:一是将 αἴτιον 等同于所有主张潜能先于现实的神学家所共同面临的“荒谬”(ἄτοπον);二是将其理解为对持有这种看法的神学家与自然学者双方共同适用的反驳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:689.17-690.23