- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:68.5-69.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德对阿那克萨戈拉的处理方式,说明亚里士多德如何一方面指出“万物混合”字面意义上的荒谬,另一方面将其潜在用意分节解释为设定质料与知性这两个本原。
" Ἀναξαγόραν δ’ εἴ τις ὑπολαμβάνει δύο λέγειν." Ἑξῆς Ἀναξαγόρου μνημονεύει ἐκφαυλίζων μὲν τὰ ἄντικρυς ὑπ’ αὐτοῦ καὶ φανερῶς λέγεσθαι δοκοῦντα ὡς ἄτοπα, ἐνδεικνύμενος δὲ διὰ τῆς ἀτοπίας τῶν δοκούντων λέγεσθαι τὸ ἄλλα αὐτὸν δι’ αὐτῶν βούλεσθαι λέγειν, προσβοηθῶν δὲ τῇ λέξει αὐτοῦ καὶ διαρθρῶν αὐτῆς τὸ βούλημα, ὡς καὶ αὐτὸς λέγει. συνάγει γὰρ ἐκ μὲν τοῦ λέγειν πάντα αὐτὸν ἐν πᾶσι μεμῖχθαι ὅτι τὴν ὕλην ὀνειροπολεῖ, ἥτις δυνάμει μέν ἐστι πάντα, ἐνεργείᾳ δὲ οὐδὲν ὧν δύναται. καὶ γὰρ εἰ μὴ εἶπε σαφῶς ταῦτα, ἀλλ’ ἐπηκολούθησεν ἄν τοῖς τὴν δόξαν αὐτοῦ οὕτως ἐξηγουμένοις, ὡς καὶ αὐτὸς ταῦτα βουλόμενος λέγειν, ὅτι ταῦτα μὲν λόγον ἔχει, ἃ δὲ δοκεῖ λέγεσθαι ὑπ’ αὐτοῦ ἄτοπα παντάπασιν. ἀτόπου1 γὰρ ὄντος καὶ ἄλλως, τουτέστιν ὄντος γὰρ ἀτόπου τοῦ λέγειν πάντα ἐν πᾶσι μεμῖχθαι διά τε τὸ δεῖν προυπάρχειν πρῶτον πρὸ τῆς μίξεως ἄμικτα (δεῖ γὰρ αὐτὰ τὰ μιγνύμενα ἀλλήλοις ὄντα πρῶτον κεχωρισμένα μίγνυσθαι, οὕτως δὲ οὐκέτι ἡ μίξις πρώτη), καὶ διὰ τὸ μὴ δύνασθαι μηδὲ φύσιν ἔχειν τῷ τυχόντι τὸ τυχὸν μίγνυσθαι· πῶς γὰρ ἂν γραμμὴ καὶ λευκὸν ἢ λευκὸν καὶ μουσικὸν μιχθείη; ἔτι δὲ διὰ τὸ ἀκολουθεῖν τῷ οὕτως λέγοντι τὰ πάθη καὶ τὰ συμβεβηκότα χωρίζεσθαι τῆς οὐσίας καὶ καθ’ αὑτὰ ὑφεστάναι· ὧν γὰρ μῖξις, τούτων καὶ χωρισμός· ὥστε καὶ εἰ ταῦτα μέμικται (τῶν πάντων γάρ), καὶ ταῦτα χωρίζοιτο ἄν. ὄντος δὴ τοῦ ταῦτα λέγειν ἀτόπου (ὁ γὰρ καὶ σύνδεσμος ἐκ περισσοῦ δοκεῖ προσκεῖσθαι), ὅμως εἴ τις ἐπακολουθήσει τοῖς λεγομένοις ὑπ’ αὐτοῦ συνδιαρθρῶν καὶ ἐξηγούμενος ἃ βούλεται λέγειν, φανείη ἂν καινοπρεπεστέρως λέγων καὶ ἰδιαίτερον παρὰ τοὺς ἄλλους. τὸ δὲ καινοπρεπεστέρως εἴη ἂν ταὐτὸ τῷ εἰρημένῳ ὑπ’ αὐτοῦ κατὰ τὴν ἀρχὴν περὶ Ἀναξαγόρου, τῷ “τὴν μὲν ἡλικίαν πρότερος, τοῖς δὲ ἔργοις ὕστερος.” λέγει δὲ καὶ πῶς ἐστιν ἐπακολουθοῦντα τοῖς λεγομένοις ὑπ’ αὐτοῦ συνδιαρθροῦν αὐτά. ὅτε γὰρ οὐθὲν ἦν ἀποκεκριμένον τε καὶ καθ’ αὑτὸ ὂν ἐνεργείᾳ, δῆλον ὡς οὐδὲ ἓν ἦν κατὰ τῆς οὐσίας ἐκείνης καὶ τοῦ μίγματος τοῦ ὑπ’ αὐτοῦ λεγομένου κατηγορῆσαι ἀληθῶς τῶν ὄντων· οὔτε γὰρ λευκὸν οὔτε μέλαν οὔτε φαιὸν οὔτε τι χρῶμα ἄλλο, οὐδὲ χυμόν τινα οὐδὲ ἄλλο τι τῶν τοιούτων. οὔτε γὰρ ποιὸν λέγοντα αὐτὸ εἶναι ἀληθεύειν2 οὔτε ποσόν, οὔτε τινὰ τῶν ἐνεργείᾳ οὐσιῶν· ἦν γὰρ ἄν τι τούτων ἐν τῷ λεγομένῳ μίγματι ἀποκεκριμένον ἤδη καὶ ἐνεργείᾳ ὄν, ὃ ἀδύνατον μεμιγμένων πάντων· ἦν γὰρ ἂν τοῦτο ἄμικτον. λέγει γὰρ πλὴν τοῦ νοῦ πάντα μεμῖχθαι, τοῦτον δὲ μόνον ἀμιγῆ καὶ καθαρὸν εἶναι. τὸ δὲ ἐξ ἀνάγκης τοῦ ἤδη εἶναι καὶ ἐνεργείᾳ δηλωτικὸν παρέθετο.
“如果有人认为阿那克萨戈拉是在谈论两个[本原]。” 接下来他提到了阿那克萨戈拉,一方面将他看似直截了当且公开所说的内容斥为荒谬,另一方面又通过那些看似所说内容的荒谬性指出,他意欲通过这些话表达别的东西,从而对他的言辞施以援手并分节其用意,正如他自己也说的那样。因为他从他〔阿那克萨戈拉〕所说的“万物在万物中混合”中推断出,他是在梦想质料——质料在潜能上是万物,但在现实中却不是其所能成的任何事物。因为即使他没有清楚地说出这些,他也会追随那些这样解释其见解的人,仿佛他自己也意欲说出这些话一样,因为这些是有道理的,而看似由他所说的事情则是完全荒谬的。因为这样说在其他方面也是荒谬的——也就是说,因为说“万物在万物中混合”是荒谬的,这既是因为在混合之前首先必须预先存在未混合之物(因为彼此混合之物本身必须首先作为分离之物存在然后才混合,而这样一来混合便不再是第一位的了),也是因为任何偶然之物都不可能、也没有本性与任何偶然之物相混合(因为一条线与白,或者白与通晓音律,怎能混合呢?),此外还因为对这样说的人来说,会产生诸情状与偶性脱离实体而自行持存的后果(因为凡有混合者,亦有分离;因此如果这些[情状与偶性]也混合了——因为它们属于万物之中——这些也会被分离)。因此,既然说这些是荒谬的(因为连词“也”[καί]似乎是多余添加的),然而如果有人追随他所说的话,一同分节并解释他意欲表达的内容,他就会显得说得更新颖,且比其他人更为独特。而“更新颖”大概等同于他在开头谈到阿那克萨戈拉时所说的“在年龄上居先,但在作为上居后”。而且他还说明了如何能够通过追随他〔阿那克萨戈拉〕所说的话来一同分节它们。因为当没有任何东西在现实上被分离出来并自行存在时,显然在实在者之中,没有任何一个能够真实地用来述说那个实体以及由他所谈论的混合物;因为既不是白,也不是黑,不是灰,也不是任何其他颜色,不是任何味道,也不是任何其他此类事物。因为无论是说它是具有某种性质的,还是说它是有某种数量的,亦或是现实实体中的某一个,说话者都不能[成其为]说出真理;因为这些之中的某物就会在所说的混合物中已经是被分离且在现实中存在的了,而既然万物皆已混合,这便是不可能的;因为这样一来这物就会是未混合的了。因为他说除知性外万物皆混合,而只有这[知性]是未混合且纯粹的。而他把“必然地”这一用语加进来,作为已经且在现实中存在的指示说明。
- 1.68ἀτόπου γὰρ ὄντος καὶ ἄλλως, τουτέστιν ὄντος γὰρ ἀτόπου
以 ἀτόπου γὰρ ὄντος 开头的属格绝对结构展开了一个长句,列举了三个荒谬之处(διά τε... καὶ διὰ... ἔτι δὲ διὰ...),并在其后由 ὄντος δὴ τοῦ ταῦτα λέγειν ἀτόπου 加以再开(复述)。亚历山大在括号中对开头的 καὶ ἄλλως(或仅仅是 καί)作出了文本批评及语法层面的说明,指出连词 καί 似乎是多余添加的。
- 1.68οὔτε γὰρ ποιὸν λέγοντα αὐτὸ εἶναι ἀληθεύειν
宾格分词 λέγοντα(说话者)作为不定式 ἀληθεύειν 的逻辑主语,承接前文 οὐδὲ ἓν ἦν ... κατηγορῆσαι(述说……是不可能的)而构成表示潜能/非人称的结构(即 ἦν ἀληθεύειν,“能够讲出真理”)。经 οὔτε 否定后,意为“说它是性质者也不能成其为说出真理”。
