- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:688.20-689.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大通过对比天球运动及理念论的困难,阐明了第一原理为何必须是完全不含潜能的纯粹现实,进而论证推动恒星天以及各行星天球的诸原理同样必须是非物质且永恒的。
δέδεικται δὲ ὅτι ἀδύνατόν ἐστι μὴ εἶναι κίνησιν· ἀδύνατον ἄρα καὶ τῷ κινοῦντι τὴν ἀΐδιον κίνησιν δύναμίν τινα ἐνυπάρχειν. ἀλλ’ εἰ καὶ τὰ κυκλοφορητικὰ σώματα ἀπήλλακται τοῦ δυνάμει, ἀΐδια ὄντα, τί ἂν τῆς πρώτης ἀρχῆς διαφέροιεν; ἢ οὐ πάντῃ ἀπήλλακται τοῦ δυνάμει· τῆς μὲν γὰρ καθ’ ἣν τὰ γινόμενα καὶ φθειρόμενα γίνεται καὶ φθείρεται δυνάμεως ἀπήλλακται, τῆς δὲ τοῦ κινεῖσθαι οὐδαμῶς· τὸ γὰρ ὑπὲρ γῆν ἐνεργείᾳ ὂν ἡμισφαίριον δυνάμει ἐστὶν ὑπὸ γῆν. εἰπὼν οὖν ὅτι ἡ πρώτη καὶ ἀΐδιος ἀρχὴ ἐνέργειά ἐστι πάντῃ δυνάμεως ἀμοιροῦσα ἐπάγει οὐδὲν ἄρα ὄφελος οὐδ’ ἂν οὐσίας ποιήσωμεν ἀϊδίους καὶ τὰ ἑξῆς, ἴσον λέγων τῷ εἴτε ἰδέας ὑποθώμεθα εἶναι τὰς πρώτας ἀρχὰς εἴτε ἀριθμούς, οὐδὲν ὠφελήσει πρὸς τὸ εἶναι ἀεὶ τὰ ὄντα ὡς ἔχει, εἰ μὴ ἔσται τι εἶδος καὶ τις φύσις αὐτὸ τοῦτο ἐνέργεια οὖσα δυναμένη μεταβάλλειν καὶ κινεῖν τὴν ἀΐδιον κίνησιν· οὐδ’ ἂν ἄλλη τις φύσις καὶ οὐσία ὑποτεθῇ ἑτέρα παρὰ τὰ εἴδη μὴ οὖσα δὲ ἐνέργεια, οὐδ’ αὐτὴ ἔσται ἱκανὴ τὴν ἀΐδιον κίνησιν κινεῖν. τὸ δὲ εἰ γὰρ μὴ ἐνεργήσει, οὐκ ἔσται κίνησις ταὐτόν ἐστι τῷ εἰ γὰρ μὴ ἐνεργεῖ ἡ παρὰ τὰ εἴδη οὐσία ἀλλὰ μένει μὴ ἐνεργοῦσα, ὡς οἱ τὰ εἴδη τιθέμενοι ἀπεφαίνοντο (λέγοντες γὰρ τὰς ἰδέας καὶ ἀκινήτους καὶ μηδὲν ὅλως ἐνεργούσας, ἐκπίπτειν ἐξ αὐτῶν ἔφασκον ἀπορροίας τινὰς καὶ τῇδε τῇ ὕλῃ συμπιπτούσας οὕτω γίγνεσθαι πάντα τὰ ἄτομα), εἰ οὖν οὕτως, ὥσπερ αἱ ἰδέαι, ἔχει ἣν ἂν ὑποθῆταί τις οὐσίαν, οὐκ ἔσται κίνησις. κίνησις γὰρ ἄνευ τοῦ ἐνεργοῦντος καὶ κινοῦντος οὐκ ἔστι. τὸ δὲ ἔτι οὐδ’ εἰ ἐνεργήσει ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν οὐδ’ εἰ ἐνεργεῖ καὶ κινεῖ ἡ παρὰ τὰ εἴδη οὐσία, ἔστι δὲ ἡ οὐσία καὶ ἡ φύσις αὐτῆς δύναμίς τις, τουτέστιν εἰ συνέζευκται αὐτῇ δύναμίς τις, καὶ μὴ εἴη ἄμοιρος πάντῃ δυνάμεως, οὐδ’ οὕτως ἔσται ἡ κίνησις ἀΐδιος. ἀνάγκη γὰρ τὸ δυνάμει ὄν, ἤτοι τὸ δύναμιν ἔχον μὴ ἐνεργῆσαι, ποτὲ μὴ ἐνεργεῖν. δεῖ ἄρα εἶναι ἀρχὴν τοιαύτην ἧς ἡ οὐσία ἐστὶν ἐνέργεια ὅλως ἀμοιροῦσα τοῦ δυνάμει. τὸ δὲ ἔτι τοίνυν ταύτας δεῖ τὰς οὐσίας εἶναι ἄνευ ὕλης τὸ ταύτας, οἶμαι, ἀντὶ τοῦ τὰς λοιπὰς εἴληπται,1 καὶ εἴη ἂν λέγων ὅτι οὐ μόνον τὸ κινητικὸν τῆς ἀπλανοῦς δεῖ τοιοῦτον εἶναι οἷον εἴπομεν, ἀλλὰ καὶ τὰς λοιπὰς ἀρχὰς τὰς κινούσας τὴν Κρονιακὴν καὶ τὴν Δῖον καὶ τὰς λοιπὰς σφαίρας, αἵτινες ἀρχαὶ ὑπὸ τὴν πρώτην εἰσί, καὶ ταύτας οὖν δεῖ ἀΰλους εἶναι καὶ ἀϊδίους, εἴπερ γε καὶ ἄλλο τι ἀΐδιον·2 ἐπεὶ γάρ ἐστι καὶ ἄλλο τι, οἷον τὸ τῆς ἀπλανοῦς κινητικὸν ἀΐδιον, δεῖ καὶ ταύτας ἀϊδίους εἶναι. ἢ τὸ εἴπερ γε καὶ ἄλλο τι ἀΐδιον λέγοι ἄν, ἐπειδὴ ἡ τῶν ἑπτὰ σφαιρῶν ἑνὰς ἀΐδιός ἐστι, δεῖ καὶ τὰ τούτων κινητικὰ ἀΐδια εἶναι.
并且已经证明,不存在运动是不可能的;因此,在推动永恒运动的推动者中内在地具有某种潜能也是不可能的。然而,如果作圆周运动的物体既然是永恒的,因而也免于潜能,那么它们与第一原理会有什么区别呢?抑或它们并不是完全免于潜能:因为生成和毁灭之物依之而生成和毁灭的那种潜能,它们固然免除了,但承受运动的潜能,它们绝没有免除;因为现实上处于地面之上的半球,在潜能上乃是处于地面之下。因此,在说明了第一且永恒的原理是完全不分有潜能的现实之后,他接着提出“所以,即使我们假定永恒的实体,也毫无用处”等等,其意思等同于说:无论我们假设第一原理是理念还是数,如果不存在某种形式和某种本性,其本身就是现实且能够引起变化并推动永恒运动,那么对于事物始终保持原样而言将毫无益处;即使在形式之外另行假定某种其他的本性和实体,但若它不是现实,它本身也不足以推动永恒运动。而“因为如果它不现实活动,就不会有运动”这一句,等同于说:“因为如果形式之外的实体不现实活动,而是保持不活动的状态,正如那些确立形式的人所主张的那样(因为他们一方面称理念是不动的且完全不现实活动,另一方面又声称从它们中散落出某些流溢物,与此地的质料相遇合,一切个体便由此生成),因此,如果有人假定的某种实体就像理念那样处于这种状态,就不会有运动。”因为若没有现实活动和推动之物,就不会有运动。而“此外,即使它将现实活动[也是不够的]”这一句,等同于说:“然而,即使形式之外的实体在现实活动并引起运动,但它的实体和本性是某种潜能——即,如果有某种潜能与它结合在一起,并且它并非完全不分有潜能——这样运动也不会是永恒的。”因为处于潜能中的存在者,即拥有不现实活动之潜能者,必然有某一时刻并不现实活动。因此,必然存在这样一个原理,其本质是完全不分有潜能的现实。而在“此外,那么,这些实体必须是没有质料的”一句中,我认为“这些”是用来代替“其余的”;而他的意思可能是说:不仅推动恒星天球者必须是我们所说的那样,而且推动土星天球、木星天球以及其余各天球的其余原理(这些原理从属于第一原理)也是如此,因此“如果确实有其他某种东西也是永恒的”,那么这些原理也必须是非物质且永恒的。因为既然确实有其他某种东西是永恒的(例如推动恒星天球者),这些原理也必须是永恒的。或者他所说的“如果确实有其他某种东西也是永恒的”,也可以指:既然七个天球的整体是永恒的,它们的推动者也必须是永恒的。
- 12.19τὸ ταύτας, οἶμαι, ἀντὶ τοῦ τὰς λοιπὰς εἴληπται
亚历山大将亚里士多德正文中的“这些实体”(ταύτας τὰς οὐσίας)解释为不仅指代紧接在前文提及的第一不动推动者,亦指代隶属于其下的各行星天球的推动者。通过将“这些”(ταύτας)视为代指“其余的”(τὰς λοιπὰς),他将文意顺畅地引向对多元原理及其非物质性、永恒性的论证。
- 12.19εἴπερ γε καὶ ἄλλο τι ἀΐδιον
针对亚里士多德的条件分句 εἴπερ γε καὶ ἄλλο τι ἀΐδιον(1071b22),亚历山大给出了两种语法与义理上的解释。第一种认为“其他某种东西”指恒星天的推动者(既然第一推动者是永恒的,其余行星推动者也必须是永恒的);第二种(由 ἤ 引出)则依据被推动者本身的永恒性,认为是指七大行星天球构成的整体(ἑνάς)既然永恒,其推动者亦必为永恒。
