← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§687.23-688.20

三种实体的区分与永恒不动实体的必然性

对亚里士多德《形而上学》1071b3的注解。亚历山大梳理了相关论证:根据运动与时间的永恒性确立永恒被动的实体,并进一步推导出推动它的第一原理必然是不动、永恒且纯粹的现实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.19#1

" Ἐπεὶ δ’ ἦσαν τρεῖς οὐσίαι, δύο μὲν αἱ φυσικαί, μία δὲ ἡ ἀκίνητος." Περὶ τῆς πρώτης ἀρχῆς, ὡς προείπομεν, ἐντεῦθεν διαλέγεται τίς τε ἡ φύσις αὐτῆς καὶ ἡ διαγωγή. πρῶτον δὲ συνίστησιν ὡς ἔστιν ἀρχὴ τοιαύτη, καὶ οὕτω τίς λέγει. ἐπεὶ γάρ, φησίν, ἦσαν1 ὡς ἐλέγομεν τρεῖς αἱ οὐσίαι, δύο μὲν αἱ φυσικαί, ἃς καὶ πάντες εἶναι ὁμολογοῦσιν, καὶ τούτων ἡ μὲν μία ἀγένητος καὶ ἄφθαρτος, ἡ δὲ λοιπὴ κατὰ μὲν τὰς ὁλότητας καὶ αὐτὴ ἀγένητος καὶ ἄφθαρτος, εἴπερ καὶ ὁ κόσμος, κατὰ δὲ τὰ μέρη γενητὴ καὶ φθαρτή, ἦν δὲ καὶ ἄλλη ἡ ἀκίνητος, περὶ τῆς ἀκινήτου, φησί, λεκτέον καὶ δεικτέον ὅτι ἀνάγκη εἶναί τινα οὐσίαν ἀκίνητον καὶ ἀΐδιον. ἔχων οὖν δεδειγμένον, ὅτι αἱ οὐσίαι πρῶται τῶν ἄλλων ποσοῦ ποιοῦ καὶ τῶν λοιπῶν, τούτῳ χρώμενος δείκνυσι τὸ προκείμενον, δυνάμει συλλογιζόμενος ὧδε. εἰ πᾶσά ἐστιν οὐσία φθαρτή, οὐδὲν ἔσται ἀΐδιον τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν ὄντων· πάντα γὰρ ἐν αὐτῇ τὸ εἶναι ἔχει. ἀλλὰ μὴν ἔστι τι τῶν παρὰ τὴν οὐσίαν ἀΐδιον καὶ ἄφθαρτον, ἥ τε κίνησις καὶ ὁ χρόνος· ἔστιν ἄρα καὶ οὐσία τις ἀΐδιος, ἥτις τὴν ἀΐδιον κίνησιν κινεῖται· πᾶσα γὰρ κίνησίς τινος. καὶ ὅτι μὲν ἡ κίνησις ἀΐδιος, δέδεικται ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως· ὅτι δὲ καὶ ὁ χρόνος ἀΐδιος, παραμυθίας ἀξιοῖ, λέγων, εἰ ἔστιν ὁ χρόνος γενητὸς καὶ φθαρτός, πρότερον οὐκ ἦν οὐδ’ ὕστερον ἔσται· ἀλλὰ μὴν τὸ πρότερον καὶ ὕστερον χρόνου τί εἰσιν· ἦν ἄρα πρὸ τοῦ γενέσθαι τὸν χρόνον χρόνος, εἴπερ πρὸ χρόνου ἐστὶ τὸ πρότερον, καὶ ἔσται πάλιν μεθ’ ὕπαρξιν χρόνου χρόνος, εἴπερ μετὰ τὴν τοῦ χρόνου φθοράν ἐστι τὸ ὕστερον. δείξας δὲ ὅτι ἔστι τις οὐσία ἥτις ἀϊδίως κινεῖται, προσαποδείκνυσιν πρότερον καὶ τίς ἐστιν αὕτη οὕτως. ἡ ἀΐδιος κίνησις μία ἐστίν, ἡ μία συνεχής ἐστιν, ὥσπερ καὶ ὁ χρόνος· ἢ γὰρ ὁ αὐτός ἐστι τῇ κινήσει ἤ τι τῆς κινήσεως· κίνησις δὲ συνεχὴς οὐκ ἔστιν ἄλλη ἢ ἡ κατὰ τόπον, καὶ ταύτης ἡ κύκλῳ. ἡ ἀΐδιος ἄρα κίνησίς ἐστιν ἡ κύκλῳ· ὥστε ἡ ἀΐδιος οὐσία ἐστὶν ἡ ταύτην κινουμένη τὴν κίνησιν. δείξας οὖν οὕτως ὅτι ἔστι τις οὐσία ἀΐδιος, ἥτις τὴν κύκλῳ καὶ ἀΐδιον κίνησιν κινεῖται, ἔχων δὲ δεδειγμένον ἐν τῇ Φυσικῇ καὶ ὅτι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, συνάγει ὅτι ἔστιν ἄρα τι κινητικὸν καὶ ποιητικὸν τὸ τὴν ἀΐδιον κίνησιν κινοῦν, ἀκίνητον ὂν καὶ ἀΐδιον, εἶδος ὂν καὶ ἐνέργεια πάντῃ πάντως ἀμοιροῦσα δυνάμεως. ἐν δὲ τῇ λέξει τῇ ἀλλὰ μὴν εἰ ἔστι κινητικὸν ἢ ποιητικόν, μὴ ἐνεργοῦν δέ τι τὸ μὴ ἐνεργοῦν ἀντὶ τοῦ μὴ εἴη δὲ ἐνέργεια2 πάντῃ ἀμοιροῦσα δυνάμεως, ἔσται ὅτε οὐκ ἔσται κίνησις· τὸ γὰρ δυνάμενον μὴ ἐνεργῆσαι ἔσται ποτὲ μὴ ἐνεργοῦν.

“既然有三种实体,两种是自然界的,一种是不动的。” 关于第一原理,如我们前文所说,他自此开始讨论其本性是什么以及其生活方式是什么。他首先确立存在这样一个原理,然后说明它是什么。因为他说,正如我们所说,实体有三种——两种是自然界的,众人也一致承认它们存在,而在其中,一个是不生不灭的,另一个就总体而言,如果宇宙也是如此,本身也是不生不灭的,但就部分而言是可生可灭的;并且还有另一种不动的实体——他说,必须讨论不动的那一种,并且必须证明必然存在某种不动且永恒的实体。因此,既然他已经证明了实体优先于数量、性质及其他诸范畴,他便运用这一点来证明所提出的论题,实际上推论如下:如果一切实体都是可灭的,那么实体之外存在的其他事物中就没有任何东西是永恒的;因为一切事物都在实体中拥有其存在。然而,在实体之外的事物中确实有某种永恒且不灭的东西,即运动和时间;所以也存在某种永恒的实体,承受着永恒的运动;因为一切运动都属于某物。运动是永恒的这一点,已经在《自然学讲义》卷八中得到了证明;而时间也是永恒的这一点,他认为值得加以印证,他说,如果时间是可生可灭的,那么在此之前时间就不存在,在此之后时间也不会存在;然而,“先”与“后”乃是时间的某种东西;所以,在时间生成之前就已经有了时间(如果“先”是在时间之前),而在时间的存在之后又将会有时间(如果“后”是在时间毁灭之后)。在证明了存在某种被永恒运动的实体之后,他还预先追加证明了它是什么,推论如下:永恒的运动是一个,而一个运动是连续的,正如时间一样;因为时间要么与运动同一,要么属于运动的某种东西;除了空间运动之外没有其他连续的运动,而在空间运动中唯有圆周运动是连续的。因此,永恒的运动乃是圆周运动;从而,永恒的实体就是依此运动而被运动的实体。因此,通过这种方式证明了存在某种承受圆周且永恒运动的永恒实体之后,又由于他在《自然学》中已经证明了一切被运动之物都是被某物所运动的,他得出结论:必然存在某种引起运动者和能动者来推动这一永恒运动,它是永恒且不动的,是形式,且是完全不分有潜能的现实。而在“然而,即使有引起运动者或能动者,但并不在某方面现实活动”这一词句中,“并不现实活动”是用来代替“倘若它并非完全不分有潜能的现实”,[那样的话]就将会有某个时刻不存在运动;因为能够不现实活动的,终将有某一时刻并不现实活动。

语法注2 条
  1. 12.19ἐπεὶ γάρ, φησίν, ἦσαν

    从 ἐπεὶ γάρ 开始直至 ἦν δὲ καὶ ἄλλη ἡ ἀκίνητος 的复合结构是一个长大的原因从句,陈述关于三种实体的既有前提。主句的核心在后文的 περὶ τῆς ἀκινήτου, φησί, λεκτέον καὶ δεικτέον ὅτι...(“他说,必须讨论不动的那一种,并且必须证明……”)。在从句内部,δύο μὲν αἱ φυσικαί(及其下属的 ἡ μὲν μία / ἡ δὲ λοιπή)与 ἦν δὲ καὶ ἄλλη ἡ ἀκίνητος 形成并列对比。

  2. 12.19τὸ μὴ ἐνεργοῦν ἀντὶ τοῦ μὴ εἴη δὲ ἐνέργεια

    用 ἀντὶ τοῦ +从句/短语的形式来解释亚里士多德词句(τὸ μὴ ἐνεργοῦν)的等价替换构词:“‘并不现实活动’是用来代替‘倘若它并非完全不分有潜能的现实’”。随后的主句 ἔσται ὅτε οὐκ ἔσται κίνησις 则作为这一替换后假定从句的归结从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:687.23-688.20