← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§686.24-687.22

第一不动运动者与天体的欲求和思想

亚历山大论证了第一运动者不具有潜在性,因而是处于现实中的不动且无实体的实体;阐明作圆周运动的物体通过思想与希求它而被其运动,并指出该实体乃是首要的可理解与可欲求对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.18#2

εἰ γὰρ ἔσται δυνάμει, οὐδεμία δὲ δύναμις, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται, ἐπ’ ἄπειρόν ἐστιν, εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι,1 ἔσται ποτὲ ἐνεργείᾳ μὴ ὄν· ὥστε οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἄμοιρον ἄρα παντάπασίν ἐστι δυνάμεως. ἀλλὰ καὶ ἀκίνητον ἔσται· εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος καὶ τοῦτο εἰς ἄπειρον. ἀλλ’ εἰ ἀκίνητον, ἔστι καὶ ἀσώματον· πᾶν γὰρ σῶμα καθὸ σῶμα κινητόν. ἔσται ἄρα ἀίδιός τις οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργείᾳ αἰτία οὖσα τῆς τοῦ κυκλοφορητικοῦ σώματος ἀιδίου τε καὶ συνεχοῦς κινήσεως. κινηθήσεται δ’ ὑπ’ αὐτοῦ τὸ κυκλοφορητικὸν σῶμα τῷ νοεῖν τε αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς οἰκειώσεως αὐτοῦ·2 πᾶν γὰρ τὸ κινούμενον ὑπ’ ἀκινήτου τινὸς κεχωρισμένον τοῦτον κινεῖται τὸν τρόπον. ἡ δὲ δεῖξις κατὰ ἀνάλυσιν γέγονεν· οὐ γὰρ οἷόν τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρωμένους συστῆσαι3 τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἂν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος· ἡ γὰρ ὕλη οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ κατὰ ἀναλογίαν ἐστὶ νοητὴ καὶ ὡς ὁ Πλάτων φησὶ νόθῳ λογισμῷ· τὸ δὲ εἶδος νοητόν, ἐνέργειά τις ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ καὶ καθ’ αὑτὸ ὂν ἢ τὸ ἐν ἄλλῳ τινὶ ὄν, ὅτι καὶ μᾶλλον ἔστι, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὂν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὂν ἐνεργείᾳ καὶ τῷ τῇ αὑτοῦ φύσει ἁπλοῦν καὶ νοητὸν εἶναι. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε εἰσὶ νοητά, ὅταν ὁ νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς εἰσι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κινητικὴ τοῦ παντὸς οὐσία, λέγω δὴ χωριστὴ καὶ ἁπλῆ καὶ ἐνεργείᾳ. αὕτη ἄρα μάλιστά ἐστι νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ ἑαυτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα, τοιοῦτον δὲ τοῦτο. τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ ὕλῃ· ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἢ ἐν τῷ [εὖ] πάσχοντι· καὶ ἔστι πάσχον τὸ δυνάμει τι ὄν, ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν· καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ. ἐν τῷ εἴδει ἄρα τὸ καλὸν μᾶλλον ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ τῶν γενῶν· διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστι· καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὂν καὶ ἁπλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα· τοιαύτη δὲ οὖσα δέδεικται ἡ προειρημένη φύσις· κυρίως ἄρα καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή.

因为如果它在潜在中——并且正如在《论天》中所证明的那样,没有任何潜能是无限的——如果因此它具有不存在的潜能,那么它将有时在现实中不存在;从而,在将要运动它的事物在现实中不存在时,运动也将有可能毁灭。因此,它完全不分有潜在性。不仅如此,它还将是不动的;因为如果这者也是在被运动中去运动,那么对它而言又将需要某个其他运动者,而这就会进行至无限。但是如果它是不动的,它也就是非物体的;因为一切物体只要作为物体就是可被运动的。因此,将存在某种永恒的、单纯的且不动的实体,在现实中作为使作圆周运转的物体具有永恒且连续运动的原因。而作圆周运转的物体之所以被它运动,是因为对它进行思想,并对与它相契合具有希求与欲望;因为一切被某种不动且相分离的事物所运动者,都是以这种方式被运动的。而这一证明是依照分析法进行的;因为第一原理是不可能有本义上的证明的,而是必须从后起且明显的事物出发,依照与这些事物的一致性,通过运用分析法来确立它的本性。至于推动圆周运动的形相既是第一位的且最可理解的,又是第一位的且最可欲求的,则可由下述论证表明。严格意义上可理解的是形相;因为质料在现实中并不属于任何存在者,只是依照类比,并且正如柏拉图所说的那样通过“私生子般的推论”才是可理解的;而形相则是可理解的,因为它是一种现实,并且在诸形相中,存在于实体中且因自身而存在者,比起存在于别物之中的形相更是可理解的,因为它的存在程度更高,而在实体中的诸形相中,最单纯且永远在现实中的形相是最可理解的;因为这一形相既因通过永远在现实中而具有最高的存在程度,又因其依自身本性就是单纯且可理解的,从而最是可理解的。实际上,复合事物之中的形相,也只有当理智将它们从它们所在的那些事物中分离出来并作为单纯之物来观照时,才是可理解的。而运动全宇宙的实体正是这样的一种实体,我是说相分离、单纯且在现实中的实体。因此,这一实体最是可理解的。不仅如此,它也最是可欲求的;因为依自身本性而言最美好的事物,依自身本性而言也就最是可欲求的,而这一实体正是这样的事物。因为美好者更多地在于形相之中,而非在于质料之中;因为它更多地在于施动者之中,而非在于受动者之中;受动者乃是在潜在中为某种事物者,而施动者乃是在现实中存在者;并且它更多地在于确定者之中,而非在于不确定者之中。因此,美好者更多地在于形相之中而非在于质料之中,并且在于实体之中的形相里甚于在其他任何属类之中;因为正是由于实体,其他事物才得以存在;而在实体之中,存在程度最高、单纯且不分有潜在性的形相乃是最美好的;而已被提及的本性已被证明正是这样的;因此,在严格且首要的意义上,这一本性既是可欲求的,也是可理解的。

语法注3 条
  1. 12.18εἰ γὰρ ἔσται δυνάμει, οὐδεμία δὲ δύναμις, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται, ἐπ’ ἄπειρόν ἐστιν, εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι

    开头的条件从句 εἰ γὰρ ἔσται δυνάμει 被插入的小前提(οὐδεμία δὲ δύναμις... ἐπ’ ἄπειρόν ἐστιν)打断后,借由语气词 οὖν 在 εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι 中得以复起(resumptio),其结论句为 ἔσται ποτὲ ἐνεργείᾳ μὴ ὄν。

  2. 12.18τῷ νοεῖν τε αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς οἰκειώσεως αὐτοῦ

    带冠词的不定词与格(τῷ νοεῖν... καὶ... ἔχειν)在此表示前行动词 κινηθήσεται 的手段或原因。在 τῆς οἰκειώσεως αὐτοῦ 中,αὐτοῦ 是动名词 οἰκείωσις 的宾格性属格,意为“与它同化/与它相契合”。

  3. 12.18ἀπὸ τῶν ὑστέρων καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρωμένους συστῆσαι

    非人称动词 δεῖ 所统辖的不定词 συστῆσαι 的逻辑主语,以泛指一般主体的宾格分词 ἀρξαμένους 与 χρωμένους 表达。修饰短语 ἀπὸ τῶν ὑστέρων... 修饰 ἀρξαμένους,而 κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν 则修饰 χρωμένους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:686.24-687.22