- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:685.26-686.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
承接亚里士多德在《形而上学》卷十二第六章(1071b3)开始探讨作为第一实体或神的论题,注疏者确立了运动(天体的圆周运动)以及负载运动的有灵魂之永恒物体的永恒性,并推论出必然存在一个完全处于现实态且不分有潜在性的第一原因作为其企求的对象。
" Ἐπεὶ δ’ ἦσαν τρεῖς αἱ οὐσίαι, δύο μὲν αἱ φυσικαί." Ἐντεῦθεν περὶ τοῦ πρώτου αἰτίου καὶ τῆς πρώτης οὐσίας, ὃν καὶ θεὸν ἐνταῦθα καλεῖ,1 διαλέγεται. συνίστησι δὲ πρῶτον ὅτι ἔστι τις τοιαύτη οὐσία ἀΐδιος οὕτως. λαβὼν ὅτι ἡ οὐσία πρώτη τῶν ἄλλων (τοῦτο γὰρ δέδεικται) λέγει ὅτι εἰ μὴ ἔστιν οὐσία ἀΐδιος ἀλλὰ πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας καὶ χωρὶς αὐτῆς εἶναι οὐ δύνανται. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὐδ’ αἱ οὐσίαι πᾶσαι φθαρταί. ὅτι δὲ οὐ πάντα τὰ παρὰ τὴν οὐσίαν ἐστὶ φθαρτὰ δῆλον· ἡ γὰρ κίνησις δέδεικται ὅτι ἀΐδιος καὶ ἄφθαρτος· εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν τὸ γινόμενον ὑπό τινος καὶ ἔκ τινος γίνεται, εἴη ἂν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς,2 ἦν ἂν καὶ ἡ κίνησις ἤδη ἀλλ’ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι τὸ δὲ παθεῖν καὶ γενέσθαι τὴν κίνησιν ἐξ αὐτῶν· οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. ἐπεὶ οὖν ἀΐδιος ἡ κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ τὸ εἶναι ἔχει, καὶ τὸ κινούμενον ἄρα τὴν ἀΐδιον κίνησιν ἀΐδιόν ἐστιν· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν· ἡ γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν ἐστιν. ἔπειτα ἐνδεχόμενον ἔσται ἀπολιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀΐδιον τῆς εὐτάκτου καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη. ἓν ἄρα καὶ ἀίδιόν ἐστι τὸ τὴν ἀίδιον κίνησιν κινούμενον σῶμα. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία· τὸ ἄρα ταύτην κινούμενον τὴν κίνησιν σῶμα ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀϊδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην τῶν κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον δὴ τοῦτο. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον· ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου· τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον· τὸ γὰρ τῶν σωμάτων ἁπάντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται. καὶ διὰ τοῦτο οὖν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ κατὰ τὴν ψυχὴν κινούμενον καθ’ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ’ ἔφεσίν τινος· ὥστε εἴη ἂν καὶ τὸ ἀίδιον σῶμα καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσίν τινος κινούμενον. τὸ δὲ καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσιν κινούμενον δεῖ εἶναί τι οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν,3 ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ· πᾶν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὸ ἀεὶ ἄρα καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασι δυνάμεως.
“既然有三种实体,其中两种是自然的。” 由此,他开始讨论第一原因与第一实体——在此处他也将其称为神。他首先以如下方式确立存在这样一种永恒的实体。在假定了实体先于其他事物之后(因为这一点已被证明),他说,如果不存在永恒的实体,而是所有实体都是可毁灭的,那么一切事物都将是可毁灭的;因为其他事物与实体是不可分离的,离开实体它们便无法存在。但并非一切事物都是可毁灭的,也并非一切实体都是可毁灭的。而实体之外并非一切事物都是可毁灭的,这是显而易见的;因为运动已被证明是永恒且不灭的。因为如果它是可生成的,既然一切生成之物都是被某种事物且从某种事物生成的,那么运动由之而出的那些事物也必定存在。如果这些事物处于这样一种状态,即主动者和受动者为了一方能够受动、另一方能够作用都不需要任何变化,那么运动就已经存在了,而不会是在生成的过程之中。但如果它们存在某种阻碍,就必须先发生某种运动,以便前者施加作用而后者承受作用,并从它们之中产生运动;这样一来,在运动生成之前,必然就已经存在不是生成出来的运动了。因此,既然运动是永恒的,而运动的所是在于被运动者之中,那么以永恒运动被运动之物也就是永恒的;因为非永恒之物不可能以永恒运动被运动。因为如果有人说运动之所以永恒,是因为物体接续另一个物体而承接它,那么首先,他将无法使运动成为连续且单一的;因为连续的运动乃是被运动者为单一之时的运动。其次,运动将有可能终止,除非存在某种其他永恒的原因来负责被运动者之有序且确定的相承。因此,以永恒运动被运动的物体是单一且永恒的。此外,诸运动中唯有圆周运转是永恒且连续的;因此以这种运动被运动的物体是永恒的。而这个物体确实是物体中最优秀的;因为永恒者优于非永恒者。并且以一切运动中最首要的运动被运动的物体,这物体确实也是有灵魂的。因为最优秀的物体是有灵魂的;有灵魂的物体优于无灵魂的物体;而作圆周运动的物体是最优秀的,因此也是有灵魂的;因为一切物体中最优秀者是有灵魂的,而作圆周运动的物体正是这样的。此外,一切被运动者都是被某种事物运动的。正因如此,凡依照灵魂被运动者也全都是被某种事物运动的,既然依照灵魂被运动者是依照冲动被运动的,而冲动是依照对某物的企求;因此永恒的物体也当是依照对某物的冲动与企求被运动的。而对于依照冲动和企求被运动者而言,必须存在某种事物,因这一物体企求该事物,它才作这永恒的运动,并且那事物自身也是永恒且在现实之中的;因为一切能够运动某物者都是因其自身在现实中是某种事物而运动,因此永远且连续运动者,其自身在现实中将永远是同一的,完全不分有潜在性。
- 12.18ὃν καὶ θεὸν ἐνταῦθα καλεῖ
关系代词 ὃν 为阳性单数宾格,它并未在性上与先行词 τοῦ πρώτου αἰτίου(中性属格)或 τῆς πρώτης οὐσίας(阴性属格)一致,而是受到从句内部的谓表名词 θεόν(阳性宾格)的吸引(attraction)。
- 12.18ἃ εἰ μὲν οὕτως εἶχεν ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς
以连接性关系代词 ἃ(指运动之由来的要素)引出的条件句。在表示结果的 ὥστε 从句中,μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον 充当不定词 δεῖσθαι 的逻辑主语,而目的性介词短语 πρὸς τὸ δύνασθαι...(为了使一方能够受动、另一方能够作用)修饰 δεῖσθαι。
- 12.18τὸ δὲ καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσιν κινούμενον δεῖ εἶναί τι οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν
句首的分词短语 τὸ ... κινούμενον 在非人称动词 δεῖ 之前被主题化(前置),并在随后的关系从句 οὗ ἐφιέμενον τοῦτο κινεῖται... 中被主格指示代词 τοῦτο 承接。非人称动词 δεῖ 的主语是 εἶναί τι(存在某种事物)。
