- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:684.6-685.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》第12卷第5章,阐明本原与原因在普遍与类比的意义上是同一的,但在作为直接因和个别物时在数量上是相异的;并解释了实体的因如何亦是偶性的因,同时指出了亚里士多德在论及对立物时文句中的冗余成分。
" Ἔτι δὲ ὁρᾶν δεῖ ὅτι τὰ μὲν καθόλου ἔστιν εἰπεῖν τὰ δ’ οὔ." Τὸ δὲ λεγόμενον τοιοῦτον, ὅτι τῶν αἰτίων τὰ μὲν δυνάμεθα λέγειν καθόλου, τὰ δ’ οὔ. τοῦ μὲν γὰρ καθόλου ἀνδριάντος ἐροῦμεν αἴτιον τὸν καθόλου ἀνδριαντοποιόν, τουδὶ δὲ τοῦ ἀνδριάντος τόνδε τὸν ἀνδριαντοποιόν. τοῦτο θεὶς λέγει πάντων δὲ ἀρχαὶ πρῶται ἤτοι προσεχεῖς πρῶτον τοδί, τουτέστι τὸ μερικόν· τοῦ γὰρ Σωκράτους ἀρχὴ καὶ αἴτιον ὅδε ὁ Σωφρονίσκος. ἔστιν οὖν πάντων ἀρχὴ ἥδε ἡ ἐνέργεια καὶ τόδε τὸ μερικὸν δυνάμει, τουτέστιν αὕτη ἡ μερικὴ ὕλη. τῶν γὰρ καθ’ ἕκαστον αἴτιον καθ’ ἕκαστον· Ἀχιλλέως γὰρ Πηλεύς, καὶ τοδὶ τὸ β τῆσδε τῆς βα συλλαβῆς. τὰ γὰρ καθόλου οὔκ εἰσι, κἂν εἰ ἦν1 τὰ καθόλου ἐν ὑπάρξει καὶ καθ’ αὑτά, καὶ τὰ αἴτια αὐτῶν καθόλου ἂν ἦν· εἰ γὰρ ἦν ἄνθρωπος καθόλου, ἦν ἂν καὶ τὸ αἴτιον αὐτοῦ τῶν καθόλου, καὶ τῆς ὅλως ἤτοι τῆς βα συλλαβῆς τὸ καθόλου βῆτα· οὐκ ἔστι δέ. πρὸς τοῖς εἰρημένοις αἰτίοις εἰσὶ καὶ ἄλλα αἴτια καὶ ἄλλαι ἀρχαί· ταῦτα δέ ἐστι τὰ εἴδη τῶν οὐσιῶν· ἄλλα δὲ ἄλλων, ὥσπερ εἴρηται· ἄλλα γὰρ ἵππων καὶ ἄλλα ἀνθρώπων. οὐ μόνον δὲ τῶν ἑτέρων γενῶν ἕτερα τὰ αἴτια, ἀλλὰ καὶ τῶν ὁμοειδῶν ἕτερα, τῷ ἀριθμῷ δέ· ἄλλη γὰρ ἡ σὴ ὕλη καὶ ἄλλη ἡ ἐμὴ τῷ ἀριθμῷ, ὁμοίως καὶ τὸ εἶδος καὶ τὸ ποιητικόν, τῷ καθόλου δὲ λόγῳ τὰ αὐτά· τουτέστι καθὸ γὰρ ἅπαντα ὑπὸ ὕλην εἶδος στέρησιν καὶ ποιητικόν εἰσιν, εἰσὶ πάντων τὰ αἴτια τὰ αὐτά, ᾗ δὲ τὰ ἐμὰ αἴτια ἕτερα τῶν σῶν αἰτίων, οὐ τὰ αὐτά.
“此外必须看到,有些事物可以普遍地述说,有些事物则不然。” 所言之意乃是如此:在原因之中,有些我们能够普遍地述说,有些则不能。因为对于普遍的雕像,我们将普遍的雕像制作者述说为原因,但对于这一特定的雕像,则是这一特定的雕像制作者。确立了这一点之后,他说“但是一切事物的原初本原,即直接本原,最首要的是这一个特定事物”,即个别事物;因为对于苏格拉底,本原和原因乃是这一个特定的索弗罗尼斯科斯。因此一切事物的本原乃是这一个特定的现实,以及潜在的这一个特定个别物,即这一个特定的个别质料。因为对于个别事物而言,其原因是其个别原因;阿喀琉斯的原因乃是珀琉斯,这一特定音节ba[的原因]乃是这一个特定的b。因为普遍者并不存在,即便普遍者在实在中且依其自身而存在,它们的原因也应当是普遍的;因为如果存在普遍的人,其原因也当在普遍者之中,而对于作为一个整体的、即普遍的音节ba而言,其原因也当是普遍的beta;但事实并非如此。在已述及的原因之外,还存在其他原因与其他本原;这些就是实体的形式;而不同事物具有不同原因,正如所说的那样;因为马的原因是别样的,人的原因是别样的。并且原因不仅在相异的属之间是相异的,在同种的事物之间也是相异的,但在数量上相异;因为你的质料与我的质料在数量上是不同的,形式与动力因同样如此,但在普遍定义上却是相同的;这就是说,就万物皆处于质料、形式、缺失与动力因之下而言,一切事物的原因是相同的,但就我的原因不同于你的原因而言,它们并非相同。
"Τὸ δὴ ζητεῖν τίνες ἀρχαὶ ἢ στοιχεῖα τῶν οὐσιῶν καὶ πρός τι καὶ ποιῶν." Διὰ τούτων διδάσκει ἡμᾶς, εἴπερ ἐρωτώμεθα πότερον πάντων αἱ ἀρχαὶ αἱ αὐταὶ ἢ ἕτεραι, τί ὀφείλομεν ἀποκρίνασθαι· καί φησιν ὅτι πολλαχῶς τε λεγομένων, τουτέστι καθόλου ἤτοι ὡς καθόλου ὕλη καὶ ὡς καθόλου εἶδος καὶ ποιητικόν, καὶ ὅλως τῷ ἀνάλογον καὶ μὴ ὡς τοῦδε ἢ τοῦδε λαμβανόμενα, ἐστὶν ἑκάστου, τουτέστι πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί· διαιρεθέντων δὲ τοῦ τε καθόλου εἴδους καὶ τῆς καθόλου ὕλης καὶ τῶν λοιπῶν εἴς τε τὰ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν ἄλλων αἴτια, οὔκ εἰσι τὰ αὐτὰ ἀλλ’ ἕτερα, πλὴν ὡδί, ἤτοι τῷ ἀνάλογον δέ εἰσι τὰ αὐτά. καὶ τοῦτο φανερώτερον ποιῶν πάλιν ἐπανείληφε τὸν λόγον, καί φησιν ὅτι ὡδὶ μὲν τὰ αὐτὰ ἢ τῷ ἀνάλογον, ὅτι ὕλη εἶδος στέρησις, ἴσον λέγων, ἐπεὶ πάντα ὑπὸ ὕλην εἶδος στέρησίν εἰσιν, ἔσονται πάντων αἱ αὐταὶ ἀρχαὶ τῷ ἀνάλογον. τὸ δὲ καὶ ὡδὶ τὰ τῶν οὐσιῶν αἴτια ὡς αἴτια πάντων δυνάμει τοιοῦτόν ἐστιν. ὅταν δὲ ἐρωτώμενοι πότερον τὰ τῶν οὐσιῶν αἴτια καὶ τῶν συμβεβηκότων εἰσὶν αἴτια, λεκτέον ὅτι ναί, καὶ τὴν αἰτίαν προσθετέον ὅτι ἀναιρουμένων γὰρ τῶν οὐσιῶν ἀναιρεῖται καὶ τὰ λοιπά· αἴτιον δὲ τὸ συναναιροῦν τοῦ συναναιρουμένου.2 ἀλλὰ περὶ τούτων εἴρηται πρὸ ὀλίγου ἀκριβῶς. ἔτι τὸ πρῶτον ἐντελεχείᾳ. ἔτι, φησίν, ἐρωτώμενοι πότερον τὸ πορρώτερόν ἐστιν αἴτιον ἢ τὸ προσεχές, ῥητέον ὅτι τὸ πρῶτον, τουτέστι τὸ προσεχές. προσεχὲς δὲ αἴτιον καὶ ἐντελεχείᾳ, ὡς πολλάκις εἴρηται, ὁ Σωφρονίσκος τοῦ Σωκράτους. ὡδὶ δὲ ἕτερα πρῶτα ὅσα τὰ ἐναντία, τουτέστιν ἄλλον δὲ τρόπον λεκτέον πρῶτα αἴτια τὰ ἐναντία, ἤτοι τὸ εἶδος καὶ τὴν στέρησιν· ὥστε τὸ λεγόμενόν ἐστιν ὅτι ποτὲ μὲν λεκτέον πρῶτον αἴτιον τὸ ἐντελεχείᾳ ἤτοι τὸ ποιητικόν, ποτὲ δὲ τὰ ἐναντία ἤτοι τὸ εἶδος καὶ τὴν στέρησιν, ἅπερ ἐναντία, φησίν, οὔτε ὡς γένη λέγεται, τουτέστιν ὡς ὕλη, οὔτε πολλαχῶς, τουτέστιν οὔτε ὡς καθόλου, ἀλλ’ ὡς συγκατατεταγμένα. ἐν δὲ τῇ λέξει τῇ ὡδὶ δὲ πρῶτα ὅσα τὰ ἐναντία τὸ ὅσα παρέλκον ἐστίν.3 ἔτι, φησίν, ἄλλον τρόπον αἴτια λεχθήσονται αἱ ὗλαι. καὶ συμπεραίνεται λέγων, τίνες μὲν ἀρχαὶ τῶν αἰσθητῶν, ὅτι ὕλη εἶδος καὶ τὰ λοιπά, καὶ πόσαι, ὅτι τρόπον μέν τινα τρεῖς τρόπον δέ τινα τέσσαρες, καὶ πῶς αἱ αὐταί, ὅτι τῷ ἀνάλογον, καὶ πῶς ἕτεραι, ὅτι ὡς προσεχεῖς, εἴρηται.
“那么,探究实体、关系与性质的本原或元素是什么。” 通过这些,他教导我们,如果我们被问及一切事物的本原究竟是相同的还是不同的,我们应当作何回答。并且他说,当它们被多重地述说时,即普遍地、或者作为普遍的质料以及普遍的形式和动力因,并且总体上按类比而不是作为这个或那个特定事物被把握时,它们属于每一个事物,即一切事物的本原是相同的;但当普遍形式、普遍质料以及其余者被分割为苏格拉底、柏拉图及其他人的原因时,它们便不是相同的而是相异的,除非依这种方式,即按类比它们是相同的。为了使这一点更加清楚,他又重新提起论证,并且说按这种方式或按类比是相同的,乃是指质料、形式和缺失,这等同于说,既然万物皆处于质料、形式和缺失之下,一切事物的本原按类比将是相同的。而所谓“依这种方式实体的因是一切事物的因”,在含义上乃是这样一回事:当我们被问及实体的因是否亦是偶性的因时,应当回答“是的”,且必须附加其原因,即如果实体被取消,其余事物亦被一同取消;而一同取消者乃是被一同取消者的原因。但关于这些,不久前已有精确的讨论。“此外,原初者是在完全现实态中的”。他进一步说,当被问及更远距离者是原因还是直接者是原因时,应当说乃是原初者,即直接的原因。而正如屡次所言,苏格拉底的直接原因与在完全现实态中的原因乃是索弗罗尼斯科斯。“但是在另一种方式上,其他的原初者凡是对立物”,这就是说,在另一种方式上应当将对立物、即形式与缺失述说为原初原因;因此所言之意乃是,有时应当将完全现实态中的事物、即动力因述说为第一原因,有时则应当将对立物、即形式与缺失述说为第一原因;他说,这些对立物既不作为属(即作为质料)被述说,也不多重地(即不作为普遍者)被述说,而是作为同等排列者被述说。而在“但在另一种方式上,原初者凡是对立物”这一文句中,“凡是”一词是冗余的。他说,此外在另一种方式上,质料亦将被述说为原因。最后他得出结论说,关于感觉事物的本原是什么(即质料、形式及其他),有多少(即在某种方式上是三种,在某种方式上是四种),它们如何是相同的(即按类比),以及如何是相异的(即作为直接原因),已经讲明了。
- 12.16κἂν εἰ ἦν τὰ καθόλου ἐν ὑπάρξει καὶ καθ’ αὑτά, καὶ τὰ αἴτια αὐτῶν καθόλου ἂν ἦν
由 κἂν εἰ 引导的让步条件从句与主句 καὶ τὰ αἴτια αὐτῶν καθόλου ἂν ἦν 构成了与事实相反的虚拟条件句(未完成过去时直陈式 ἦν 搭配 ἄν)。基于普遍实体本身并不独立存在的预设(οὐκ ἔστι δέ),作者以此推导出“假若普遍者独立存在,其原因亦当是普遍的,但事实并非如此”。
- 12.17αἴτιον δὲ τὸ συναναιροῦν τοῦ συναναιρουμένου
τοῦ συναναιρουμένου 是名词化的中性分词,作形容词/名词 αἴτιον 所要求的宾格性属格。句子的主语是带定冠词的中性分词 τὸ συναναιροῦν,表述了“一同取消者乃是被一同取消者的原因”这一原理性命题。
- 12.17τὸ ὅσα παρέλκον ἐστίν
注解者对亚里士多德原文 ὡδὶ δὲ πρῶτα ὅσα τὰ ἐναντία(1071a36)中关系代词 ὅσα 的句法分析。παρέλκον 是语法学术语,意为“冗余的”(pleonastic),指在此结构中 ὅσα 并不承载实际语义内容,纯属赘语。
