← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§683.10-684.5

质料与形式相异事物的近因与远因

亚历山大解释了亚里士多德《形而上学》卷十二第5章(1071a11)中关于不同质料与形式之物在潜能与现实上的差异,通过对比产生苏格拉底的近因(索弗罗尼斯科斯)与远因(太阳和黄道圈),并补充了原文省略的句式以阐明其论旨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.15

" Ἄλλως δὲ ἐνεργείᾳ καὶ δυνάμει διαφέρει, ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος.1" Ἐπειδὴ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, εἰσὶ δὲ ἀμφότεροι ὅ τε ἥλιος καὶ ὁ Σωφρονίσκος ποιητικὰ Σωκράτους, ἡ μὲν οὖν τοῦ Σωφρονίσκου ὕλη αἱ σάρκες καὶ τὰ ὀστᾶ καὶ νεῦρα, ὁμοίως καὶ τὸ εἶδος καὶ ἡ ἐνέργεια αὐτοῦ οὐδὲν διαφέρει τῷ λόγῳ τῆς τοῦ Σωκράτους ὕλης καὶ τοῦ εἴδους· σάρκες γὰρ καὶ νεῦρα αἱ ἀμφοτέρων ὗλαι. ὁμοίως δὴ καὶ τὰ εἴδη τὰ αὐτά, μόνῳ δὲ τῷ προτέρῳ καὶ ὑστέρῳ διαφέρει. προτέρα γὰρ ἡ Σωφρονίσκου ὕλη καὶ τὸ εἶδος τῆς τοῦ Σωκράτους φύσεως. ἡ δὲ τοῦ ἡλίου ὕλη καὶ τὸ εἶδος οὐ τῷ χρόνῳ μόνῳ προτέρα τῆς τοῦ Σωφρονίσκου ὕλης καὶ τοῦ εἴδους, ἀλλὰ καὶ τῷ λόγῳ. ἡ μὲν γὰρ τοῦ Σωφρονίσκου ὕλη σάρκες, ἡ δὲ τοῦ ἡλίου οὐ τοιαύτη, ἀλλὰ πέμπτον τι σῶμα. ὅτι δὲ καὶ τὸ τοῦ ἡλίου εἶδος ἕτερόν ἐστι τοῦ Σωφρονίσκου εἴδους, οὐ δεῖ με λέγειν. ταῦτα δὴ αἰνίττεται διὰ τοῦ ἄλλως ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος. ἐλλιπὴς δέ ἐστιν ἡ λέξις· εἴη δ’ ἂν πλήρης, εἰ οὕτως εἶχεν ‘ἄλλως δὲ ἐνεργείᾳ καὶ δυνάμει, ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη μηδὲ τὸ αὐτὸ εἶδος, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος μηδὲ ἡ αὐτὴ ὕλη.’ εἴη δ’ ἂν τὸ λεγόμενον, ἐπειδὴ καὶ ὁ Σωφρονίσκος ποιητικός ἐστι Σωκράτους, ἀλλὰ καὶ ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, διαφέρει ἡ ἐνέργεια καὶ τὸ εἶδος τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου τῆς ἐνεργείας καὶ τοῦ εἴδους τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους· ὁμοίως δὴ καὶ αἱ δυνάμεις αὐτῶν ἤτοι αἱ ὗλαι. καὶ τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν οὔτε ὕλη ὄντα οὔτε εἶδος οὔτε στέρησις, ὃ ἴσον ἐστὶ τῷ ἡ μὲν γὰρ ὕλη τοῦ Σωφρονίσκου καὶ τὸ εἶδος τὰ αὐτά εἰσι τῇ τοῦ Σωκράτους ὕλῃ καὶ τῷ εἴδει, ὁμοίως καὶ ἡ στέρησις· ἀμφότεροι γὰρ στέρησιν ἔχουσι τὴν ἀντικειμένην τῷ ἀνθρωπείῳ εἴδει· τὸ δὲ τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου εἶδος καὶ ἡ ὕλη οὔκ εἰσι τὰ αὐτὰ τῇ τοῦ Σωφρονίσκου καὶ Σωκράτους ὕλῃ καὶ τῷ εἴδει. ὧν οὖν, ἡλίου καὶ λοξοῦ κύκλου, ἡ ἐνέργεια καὶ ἡ δύναμις διαφέρει τῆς τοῦ Σωφρονίσκου καὶ Σωκράτους ὕλης καὶ ἐνεργείας, ταῦτα, ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, ἕτερά ἐστι Σωφρονίσκου καὶ Σωκράτους, ὧν τὸ εἶδος καὶ ἡ ὕλη οὐκ ἔστιν ἡ αὐτὴ τῇ τοῦ ἡλίου καὶ λοξοῦ κύκλου ὕλῃ καὶ τῷ εἴδει. εἰ δὲ ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος διαφέρει Σωφρονίσκου καὶ Σωκράτους, καὶ ἀναστρέψαντι2 ἡ τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου ἐνέργεια καὶ δύναμις διαφέρει τῆς τοῦ Σωφρονίσκου καὶ Σωκράτους ἐνεργείας καὶ δυνάμεως.

“但是在另一种方式上,凡不是同一质料者,凡不是同一形式者,在现实与潜能上相异。” 既然人产生人,太阳亦如此,且太阳与索弗罗尼斯科斯两者都是苏格拉底的动力因,那么一方面索弗罗尼斯科斯的质料即肉、骨与腱,同样其形式与现实,在定义上与苏格拉底的质料和形式毫无差异;因为肉与腱乃是两者的质料。同样,它们的形式也是相同的,仅以先与后相异;因为索弗罗尼斯科斯的质料与形式先于苏格拉底的自然本性。另一方面,太阳的质料与形式不仅在时间上先于索弗罗尼斯科斯的质料与形式,而且在定义上也先于它们;因为索弗罗尼斯科斯的质料是肉,而太阳的质料却非如此,而是一种第五物体。至于太阳的形式也不同于索弗罗尼斯科斯的形式,则无需我多言。他通过“在另一种方式上,凡不是同一质料者,凡不是同一形式者,在现实与潜能上相异”所暗指的正是这些。但其文句是有所省略的;若是这样便完整了:“但是在另一种方式上,凡既不是同一质料亦不是同一形式者,凡既不是同一形式亦不是同一质料者,在现实与潜能上[相异]”。而所言之意当为:既然索弗罗尼斯科斯是苏格拉底的动力因,但太阳与黄道圈亦是如此,那么太阳与黄道圈的现实与形式便不同于索弗罗尼斯科斯与苏格拉底的现实与形式;同样它们的潜能即质料亦是如此。他通过说“作为既不是质料,亦不是形式,亦不是缺失者”附加了此事的起因,这等同于:一方面索弗罗尼斯科斯的质料与形式同于苏格拉底的质料与形式,缺失亦同样如此(因为两者都具有与人的形式相对立的缺失);另一方面太阳与黄道圈的形式与质料则不同于索弗罗尼斯科斯与苏格拉底的质料与形式。因此,它们——太阳与黄道圈——的现实与潜能不同于索弗罗尼斯科斯与苏格拉底的质料与现实者,这些——即太阳与黄道圈——便不同于索弗罗尼斯科斯与苏格拉底,而后者的形式与质料不同于太阳与黄道圈的质料与形式。而如果太阳与黄道圈不同于索弗罗尼斯科斯与苏格拉底,反过来说,太阳与黄道圈的现实与潜能亦不同于索弗罗尼斯科斯与苏格拉底的现实与潜能。

语法注2 条
  1. 12.15ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος

    亚里士多德原文中的属格关系代词 ὧν 引导包含隐含先行词(由此相异的事物)的关系从句,且无连词并列(无连词对举)。亚历山大指出该句法是有所省略的(ἐλλιπής),应当通过补充否定连词(μηδέ)来理解两从句分别补足“亦非同一形式”与“亦非同一质料”。

  2. 12.15καὶ ἀναστρέψαντι

    与格分词 ἀναστρέψαντι 为判断者与格(dativus iudicantis),在此作为表达逻辑换位或反向转换的习惯用法,意为“对于进行换位的人而言”或“反过来说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:683.10-684.5