- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:682.5-683.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《形而上学》1071a3,引入潜能与现实的对应作为原理依类比相等的另一种方式,阐明它们如何还原为质料、形式与缺失,并对文本中晦涩的词句进行解读。
" Ἔτι δὲ ἄλλον τρόπον τῷ ἀνάλογον ἀρχαὶ αἱ αὐταί." Εἰπὼν ὅτι πάντων ἀρχαί εἰσιν ὕλη εἶδος στέρησις ποιητικόν, καὶ τῷ μὲν ἀνάλογόν εἰσιν αἱ αὐταί, κυρίως δὲ οὐχ αἱ αὐταὶ ἀλλ’ ἕτεραι, ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἀρχαί εἰσιν (ἐκ γὰρ τοῦ ἐνεργείᾳ μὲν τουδὶ δυνάμει δὲ τουδὶ τὰ γινόμενα γίνεται, καὶ ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἴρηκεν, ‘αὕτη γὰρ ἂν ἡ φύσις ὀφθεῖσα πᾶσαν ἔλυσεν ἀπορίαν’), λέγει ὅτι ὥσπερ1 ἐν ἅπαντι ὁρῶντες ὕλην εἶδος ποιητικὸν στέρησιν ἐλέγομεν ὅτι πάντων αἱ ἀρχαὶ αἱ αὐταί εἰσιν, οὕτως ἐπειδὴ ἐν παντὶ ὁρᾶται τὸ δυνάμει καὶ ἐνεργείᾳ, κατὰ τὸ καθόλου δυνάμει καὶ καθόλου ἐνεργείᾳ, ὑφ’ ἃ πάντα τὰ ἐν γενέσει, εἴποιμεν ἂν τὰς αὐτὰς εἶναι πάντων ἀρχάς, κατὰ δὲ τὴν ἑκάστῳ ἐνοῦσαν δύναμιν καὶ ἐνέργειαν ἑτέρας καὶ οὐ τὰς αὐτάς. ὥστε ποτὲ μὲν εἰς τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὰ λοιπὰ ἀποβλέποντες ἢ τὰς αὐτὰς ἢ ἑτέρας εἶναι τῶν ἁπάντων ἀρχὰς ἐροῦμεν, ποτὲ δὲ εἰς τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. ἔτι οὖν, φησίν, ἄλλον τρόπον καὶ κατ’ ἄλλην ἀναλογίαν (οὐ γὰρ κατὰ τὴν πρὸς τὸ εἶδος καὶ ὕλην καὶ τὰ λοιπὰ ἀναλογίαν, ἀλλὰ κατὰ τὴν πρὸς τὸ δυνάμει καὶ ἐνεργείᾳ) αἱ ἀρχαὶ αἱ αὐταί εἰσιν. ὅμως καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἄλλοτε ἄλλοις καὶ ἄλλως. ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἐστίν, ὁτὲ δὲ δυνάμει. τῷ γὰρ Σωκράτει ἡ ὑγίεια ποτὲ μὲν ἐνεργείᾳ ἐστὶ ποτὲ δὲ δυνάμει· ὑγιαίνοντος γὰρ Σωκράτους ὑπάρχει αὐτῷ ἡ μὲν ὑγίεια ἐνεργείᾳ ἡ δὲ νόσος δυνάμει, νοσοῦντος δὲ ἔμπαλιν. ὥστε ἡ ὑγίεια ποτὲ μὲν τούτοις ὑπάρχει οἷον Σωκράτει καὶ Πλάτωνι, ποτὲ δὲ ἄλλοις οἷον Ἀχιλλεῖ καὶ Ἀλκιβιάδῃ. ἀλλὰ καὶ ἄλλως· ὁτὲ μὲν γὰρ δυνάμει ὁτὲ δὲ ἐνεργείᾳ. τὸ δὲ οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος παραδείγματά ἐστι τοῦ ὁτὲ μὲν ἐνεργείᾳ ὁτὲ δὲ δυνάμει. ἡ γὰρ ὑγρότης, ἥπερ νῦν ἐστιν ἐνεργείᾳ οἶνος, δυνάμει ἐστὶν ὄξος· ὡσαύτως καὶ ἥτις νῦν ἐστιν ἐνεργείᾳ ὄξος, δυνάμει ἐστὶν οἶνος· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν δύο. ὡς δὲ ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ πάντων. ἀλλὰ καὶ ἡ δύναμις, φησί, καὶ ἡ ἐνέργεια καὶ τὸ ὑποκείμενον αὐταῖς εἰς τὰ εἰρημένα πίπτει ἤτοι ἀνάγεται αἴτια, εἰς ὕλην εἶδος στέρησιν· ἡ μὲν γὰρ ἐνέργεια ἔοικε τῷ εἴδει καὶ τὸ εἶδος τῇ ἐνεργείᾳ, ἡ δὲ δύναμις τῇ στερήσει καὶ ἡ στέρησις τῇ δυνάμει, τὸ δὲ ὑποκείμενον αὐταῖς τῇ ὕλῃ. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια οἶμαι τοιαύτη· κατὰ δὲ τὴν λέξιν τὸ μὲν ἐνεργείᾳ μὲν τὸ εἶδος ἀντὶ τοῦ2 ἡ ἐνέργεια ἀναλογεῖ εἴδει καὶ τὸ εἶδος τῇ ἐνεργείᾳ, τὸ δὲ ἄν ᾖ χωριστὸν ἀντὶ τοῦ τὸ τῇ ἐπινοίᾳ χωριστόν. τὰ γὰρ ἔνυλα εἴδη τῇ ἐπινοίᾳ μόνον χωρίζεται τῆς ὕλης. τὸ δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἀντὶ τοῦ οὐ μόνον τὸ εἶδός ἐστιν ἐνέργεια, ἀλλὰ καὶ τὸ ἐξ ὕλης καὶ εἴδους. ἢ τὸ ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χωριστόν, ἀντὶ τοῦ τὸ φῶς εἴρηκεν, ἵν’ ᾖ ὅτι3 ἡ ἐνέργεια ἤτοι τὸ φῶς τὸ χωριστόν· χωρίζεται γὰρ ἀπὸ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς καθ’ ἑκάστην. ἐξ ἀμφοῖν δὲ λέγει τὴν ἡμέραν, ἐκ τοῦ φωτὸς καὶ τοῦ πεφωτισμένου διαφανοῦς. καὶ ὅτι ἐνέργειαν τὸ φῶς, ὃ καὶ χωριστὸν λέγει, εἴρηκε, τεκμαίρομαι ἐκ τοῦ εἰπεῖν στέρησις δὲ τὸ σκότος.
“此外在另一种方式上,原理依类比是相同的。” 在说明了质料、形式、缺失与动力因是万物的原理,并且依类比它们是相同的,但严格说来并非相同而是相异之后,既然潜能与现实也是原理(因为生成之物是从在现实上为此而在潜能上为此者生成的,正如他自己在《物理学》中所言,“因为这一本性一经被洞察,就会消解一切疑难”),他说,正如在一切事物中看到质料、形式、动力因与缺失时,我们曾说万物的原理是相同的,同样,既然潜能与现实在一切事物中均可见到,那么就普遍的潜能与普遍的现实而言——处于生成中的一切事物皆从属于它们——我们也可以说万物的原理是相同的,然而就存在于各个事物之中的潜能与现实而言,则是相异而非相同的。因此,有时瞩目于质料、形式及其他因素,我们将说万物的原理或是相同或是相异,而有时瞩目于潜能与现实也将如此说。因此他说,进一步在另一种方式上且依另一种类比(因为不是依对形式、质料及其他的类比,而是依对潜能与现实的类比),原理是相同的。然而潜能与现实也在不同的时候属于不同的事物,并以不同的方式存在。因为在某些事物中,同一事物有时是在现实上,有时是在潜能上。例如对苏格拉底而言,健康有时是在现实上,有时是在潜能上;因为当苏格拉底健康时,健康在现实上属于他,而疾病在潜能上属于他;当他患病时则相反。因此健康有时属于这些人,如苏格拉底与柏拉图,有时属于其他人,如阿喀琉斯与阿尔基比亚德。但也是以另一种方式;因为有时是在潜能上,有时是在现实上。而“例如酒,或肉,或人”这一句,是有时在现实上有时在潜能上的例证。因为现在在现实上是酒的湿气,在潜能上是醋;同样,现在在现实上是醋的湿气,在潜能上也是酒;在其余两项上亦是如此。正如在这些情况中一样,在一切事物中也是如此。但他又说,潜能与现实以及作为它们底层的事物,也落入即还原为上述的原因,即质料、形式与缺失;因为现实类似于形式而形式类似于现实,潜能类似于缺失而缺失类似于潜能,而作为它们底层的则类似于质料。那么所言之事的意旨我认为便是如此;但在字句上,“在现实上则是形式”替代了“现实对应于形式,形式对应于现实”,而“如果是可分离的”则替代了“在思想上可分离的”。因为具质形式仅在思想上与质料分离。而“以及由两者构成者”替代了说不仅形式是现实,由质料与形式构成者也是现实。或者他是指光而说“因为在现实上则是形式,如果是可分离的”,以表示现实即光是可分离的;因为光每天都从空气中的透明体中分离出来。而通过“由两者构成者”,他指的是白昼,由光与被照亮的透明体构成。至于他把光称为现实,并称其为可分离的,我是从他说“缺失则是黑暗”推测出来的。
- 12.14Εἰπὼν ὅτι πάντων ἀρχαί εἰσιν ... λέγει ὅτι ὥσπερ ...
该长句的骨干由分词从句 Εἰπὼν ὅτι ...(总结前文)开始,接着是原因从句 ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἀρχαί εἰσιν(内含插入的解释性语句),最终引出主动词 λέγει。受 λέγει 支配的 ὅτι 从句内部则由 ὥσπερ ... οὕτως ... εἴποιμεν ἄν 这一对应结构展开。
- 12.14τὸ μὲν ἐνεργείᾳ μὲν τὸ εἶδος ἀντὶ τοῦ
这是注疏家的公式化句式“τὸ [引文] ἀντὶ τοῦ [解释]”。此处亚里士多德的原句“ἐνεργείᾳ μὲν τὸ εἶδος”被引为主语,注解者将其意释为“现实对应于形式,形式对应于现实”。
- 12.14ἵν’ ᾖ ὅτι
目的从句 ἵν’ ᾖ 后接 ὅτι 从句,是注疏中常见的惯用句式,意为“以便表示……之意”或“其旨意在于……”,省略的主语通常为“所说之事”或句意本身。
