- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:681.14-682.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》1070b30–1070b36,阐明动力因与形式在形式上的同一使得原因在某种意义上为三或为四并涉及第一原理,继而从可分离性论证实体的原理亦为偶性存在的因。
" Ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώποις ἄνθρωπος." Φυσικοὺς ἀνθρώπους εἶπε διὰ τὸν αὐτοάνθρωπον· ἐκεῖνος γὰρ οὐ φυσικός. ὃ δὲ νῦν λέγει, εἴρηκε καὶ ἐν τῇ Φυσικῇ, ὅτι τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν πολλάκις τὸ αὐτό ἐστιν.1 Σωφρονίσκος γὰρ καὶ Σωκράτης ἀριθμῷ μὲν ἕτεροι εἴδει δὲ οἱ αὐτοί, καὶ ἡ ἐν τῷ σώματι ὑγίεια καὶ τὸ ποιητικὸν αὐτῆς ἡ ἰατρικὴ τῷ εἴδει τὰ αὐτά ἐστιν (ἡ γὰρ ἰατρικὴ ὁ λόγος ἐστὶ τῆς ὑγιείας), ὁμοίως καὶ ἡ οἰκία καὶ ἡ οἰκοδομική· ὥστε τὸ ποιητικὸν καὶ τὸ εἰδικόν, οὐ πᾶν ἀλλά τι, τῷ ἀριθμῷ μέν ἐστι δύο τῷ εἴδει δὲ ἕν. καὶ ἐπὶ τούτῳ τρόπον μέν τινα τὰ αἴτιά ἐστι τρία, τρόπον δέ τινα τέτταρα. ἔτι παρὰ ταῦτα τὰ αἴτιά ἐστι τὸ πάντων πρῶτον, ὅπερ ἐστὶν ἡ ζητουμένη ἐνταῦθα ἀρχή.
“而既然在自然的人中造成运动者是人。” 他说“自然的人”是因为“人自身”;因为那并不是自然的。而他现在所说的,在《物理学》中也曾说过,即动力因与形式往往是相同的。因为索弗罗尼斯科斯与苏格拉底在数目上是相异的,但在形式上是同一的;身体中的健康与其动力因即医术在形式上也是同一的(因为医术是健康的定义),同样,房屋与建筑术也是如此。因此,动力因与形式——并非全部,而是某一种——在数目上是两个,但在形式上是一个。并且正因如此,原因在某种方式上是三个,而在另一种方式上是四个。此外,除这些原因之外,还有万物之首者,这正是此处所探求的原理。
"Ἐπεὶ δέ ἐστι τὰ μὲν χωριστὰ τὰ δ’ οὐ χωριστά, οὐσίαι ἐκεῖνα." Διὰ τούτων δείκνυσιν ὅτι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν συμβεβηκότων εἰσὶν ἀρχαὶ καὶ αἴτια τοῦ εἶναι. ἐπεὶ γάρ, φησί, τῶν ὄντων τὰ μέν ἐστι χωριστὰ καὶ καθ’ αὑτὰ ὑπάρχοντα ὥσπερ αἱ οὐσίαι, τὰ δὲ ἀχώριστα καὶ μὴ δυνάμενα καθ’ αὑτὰ εἶναι ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχοντα οἷον τὰ συμβεβηκότα, διὰ τοῦτό εἰσιν οὐσίαι ἐκεῖνα ἤτοι τὰ χωριστὰ καὶ καθ’ αὐτὰ ὑπάρχοντα, καὶ διὰ τοῦτο ταῦτα ἤτοι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν ἄλλων ἁπάντων αἴτια τοῦ εἶναι.2 καὶ τὴν αἰτίαν γοργῶς ἐπήγαγεν εἰπὼν ὅτι τῶν οὐσιῶν ἄνευ οὐκ ἔστι τὰ πάθη καὶ αἱ κινήσεις. ἐπεὶ γὰρ αἱ τῶν οὐσιῶν ἀρχαὶ αἴτιαί εἰσι τοῦ τὰς οὐσίας εἶναι, οὐσίαι δὲ αἴτιαι πάλιν εἰσὶ τοῦ καὶ τὰ συμβεβηκότα εἶναι, εὔδηλον ὅτι αἱ τῶν οὐσιῶν ἀρχαὶ αἴτιαί εἰσι τοῦ καὶ τὰ συμβεβηκότα εἶναι. εἶτα λέγει καὶ τίνα εἰσὶ τὰ λίαν προσεχέστατα3 τοῦ τὰ ἔμψυχα εἶναι αἴτια· ταῦτα γάρ, φησίν, ἔστι ψυχὴ ἴσως καὶ σῶμα, ὥσπερ ἐπὶ φυτῶν, ἢ νοῦς καὶ σῶμα καὶ ὄρεξις, ὡς ἐπὶ ἀνθρώπων, ἢ σῶμα καὶ ὄρεξις, ὡς ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν.
“而既然有些事物是可分离的,有些是不可分离的,前者是实体。” 通过这些话他表明,实体的原理也是偶性的原理以及存在的因。因为他说,在存在者中,有些是可分离的且就其自身存在的,正如实体;而有些是不可分离的,不能就其自身存在,而是在他物中拥有其存在,例如偶性;因此那些事物,即可分离且就其自身存在的事物,是实体;并且因此这些事物,即实体的原理,也是所有其他事物存在的因。并且他迅速地引出了原因,说没有实体就没有受动与运动。因为既然实体的原理是实体存在的因,而实体又是偶性存在的因,那么显然实体的原理也就是偶性存在的因。接着,他还说明了有灵魂之物存在的极为直接的原因是什么;因为他说,这些或许正如在植物中是灵魂与身体,或如在人中是理智、身体与欲望,或如在无理性动物中所见的是身体与欲望。
- 12.12ὃ δὲ νῦν λέγει, εἴρηκε καὶ ἐν τῇ Φυσικῇ, ὅτι τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν πολλάκις τὸ αὐτό ἐστιν.
关系代词 ὃ 先取了 εἴρηκε 的宾语内容(先取构词),随后的 ὅτι 从句则同格地具体阐明了这一无先行词关系从句(“他现在所说的”)的实际内容。
- 12.13καὶ διὰ τοῦτο ταῦτα ἤτοι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν ἄλλων ἁπάντων αἴτια τοῦ εἶναι.
本句句末省略了系词 εἰσί。主语为 ταῦτα(由 ἤτοι 释为“实体的原理”),谓语为 αἴτια。τῶν ἄλλων 前的 καὶ 起副词性的追加/强调作用(“对于所有其他事物而言也”),τοῦ εἶναι 则是依附于 αἴτια 的冠词不定词属格,表示“存在的[因]”。
- 12.13τὰ λίαν προσεχέστατα
由副词 λίαν(极其)与最高级形容词 προσεχέστατα(最直接的)构成的重叠最高级(pleonastic superlative)表达,用于强调整体的直接亲近程度。
