← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§680.17-681.13

类比意义上的原理同一与四种原因的归纳

注疏者阐明了亚里士多德在《形而上学》1070b7及后续段落中,如何通过感觉物体的具体实例(热与冷、白昼与黑夜、健康与疾病、房屋)归纳证明一切事物的原理在类比上是相同的,并批判性地探讨了文本句序的承接关系,进而理清了包含动力因在内的四种原理与三种内在元素之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.11#2

ὅτι δὴ πάντα ὑπὸ ὕλην εἶδος στέρησιν καὶ ποιητικόν εἰσι, δείκνυσιν ἐξ ἐπαγωγῆς. τῶν μὲν γὰρ αἰσθητῶν, φησί, σωμάτων ἴσως, τουτέστι λόγου χάριν, ὡς μὲν εἶδός ἐστι τὸ θερμόν, ὡς δὲ στέρησις τὸ ψυχρόν, ὕλη δὲ τὸ δυνάμενον γενέσθαι θερμὸν ἢ ψυχρόν. τὸ δὲ καθ’ αὑτὸ πρόσκειται, ἐπεί φαμεν ὡς τὸ λευκὸν γέγονεν ψυχρόν, ἀλλ’ οὐ καθ’ αὑτό· καθ’ αὑτὸ δὲ γίνεται ψυχρὸν τὸ ὑποκείμενον τῷ λευκῷ. εἶδος μὲν οὖν τὸ θερμόν, στέρησις τὸ ψυχρόν, ὕλη τὸ δυνάμει ταῦτα. οὐσίαι δέ εἰσι τὸ θερμόν (εἶδος γὰρ καὶ οὐσία πυρὸς τὸ θερμόν) καὶ ἡ ὕλη. καὶ οὐ μόνον εἰσὶ ταῦτα οὐσίαι, ἀλλὰ καὶ τὸ ἐκ θερμοῦ καὶ ψυχροῦ, τουτέστιν ἐκ πυρὸς καὶ ὕδατος· εἴτε γὰρ σάρξ ἐστι τοῦτο εἴτε ὀστοῦν εἴτε ὁτιοῦν ἕτερον. τὸ δὲ ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον οὐδαμῶς συνᾴδει τοῖς προσεχῶς ῥηθεῖσιν·1 εἴη δ’ ἂν συνεχὲς τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ οὐδὲν ἄρα ἔσται αὐτῶν οὔτε οὐσία οὔτε πρός τι. καὶ εἴη ἂν τοῦτο κατασκευὴ τοῦ μὴ εἶναι τὴν οὐσίαν οὐσίαν,2 μηδὲ τὸ πρός τι πρός τι· ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον· ὡς γὰρ εἴρηται, ἕτερόν ἐστι τὸ ἐκ στοιχείου γεγονὸς τῶν στοιχείων. τούτων μὲν οὖν τῶν προσεχῶς ῥηθέντων τὸ μὲν θερμόν ἐστιν εἶδος, τὸ δὲ ψυχρὸν ὡς στέρησις, τὸ δὲ δυνάμενον αὐτὰ ὡς ὕλη, καὶ τὸ μὲν φῶς ὡς εἶδος, τὸ δὲ σκότος ὡς στέρησις. καὶ ἐκ μὲν ἀέρος καὶ φωτός, ἤτοι ἐξ ὕλης καὶ εἴδους, ἡμέρα, ἐκ δὲ ἀέρος καὶ σκότους, τουτέστιν ὕλης καὶ στερήσεως, νύξ. ὥστε πάντων μὲν οὕτω, τουτέστι κατ’ ἀναλογίαν μὲν πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί, ὥσπερ εἴπομεν, κυρίως δὲ οὔ. καὶ ἐπεί, φησίν, οὐ μόνον τὰ κατασυντεταγμένα ἡμῖν εἰσιν αἴτια, ἀλλὰ καὶ τὸ ἐκτός, οἷον τὸ κινοῦν ἤτοι τὸ ποιητικόν, ἕτερον ἀρχὴ καὶ στοιχεῖον· καθολικώτερον γὰρ ἡ ἀρχὴ τοῦ στοιχείου. τὸ μὲν γὰρ στοιχεῖον καὶ ἀρχή, οὐ πᾶσα δὲ ἀρχὴ στοιχεῖον· ὁ γὰρ πατὴρ ἀρχὴ μέν, στοιχεῖον δὲ οὔ. καὶ διαιρεῖται ἡ ἀρχὴ ὡς καθολικώτερον ὡς εἰς μερικώτερα ταῦτα,3 λέγω δὴ τὴν ὕλην τὸ εἶδος τὴν στέρησιν τὸ ποιητικόν. εἰ δὴ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή, δῆλον ὅτι τὸ κινοῦν καὶ ἱστῶν ἤτοι τὸ ποιητικὸν ἀρχή τίς ἐστιν· ὥστε τὰ κατὰ ἀναλογίαν πανταχοῦ εὑρισκόμενα στοιχεῖα τρία ἐστίν, ὕλη εἶδος στέρησις, ἀρχαὶ δὲ καὶ αἴτια τέτταρα, ὕλη εἶδος στέρησις καὶ ποιητικόν. ταῦτα δὲ τὰ τέτταρα ἄλλα ἐν ἄλλοις, οἷον ἐπὶ μὲν τῶν ζῴων ὡς μὲν ὕλη τὸ τῶν ζῴων σῶμα, ὡς δὲ εἶδος ἡ ὑγίεια, ὡς στέρησις ἡ νόσος, ὡς ποιητικὸν ἡ ἰατρική. πάλιν ὡς μὲν εἶδος ἡ οἰκία, ὡς στέρησις ἡ τοιαδὶ ἀταξία, ὡς ὕλη οἱ πλίνθοι, ὡς ποιητικὸν ὁ οἰκοδόμος. ὥστε πάντων αἴτιά ἐστιν ὕλη εἶδος στέρησις ποιητικόν, ἄλλα δὲ ἄλλων.

他通过归纳表明,确实一切事物都归属于质料、形式、匮乏和动力因。因为他说,在感觉物体中,或许——也就是为了讨论起见——热作为形式,冷作为匮乏,而能够变热或变冷之物则是质料。添加了“就其自身”是因为,我们虽说白之物变成了冷的,但并非就其自身;而是白之物的基质就其自身变成了冷的。因此,形式是热,匮乏是冷,质料是潜能上为这些之物。而热(因为热是火的形式和实体)与质料是实体。并且不仅这些是实体,由热与冷构成之物,即由火与水构成之物,也是实体;因为无论这是肉、骨,还是任何其他事物,[都是实体]。而“因为所生成之物必然不同于那些事物”这一句,决不能与紧接在前所说的话相协调;相反,它应当是承接着不久前所说的“因此它们之中任何一个都将既不是实体也不是关系”。而这应当是证明实体不是实体、关系也不是关系之论据;因为所生成之物必然不同于那些事物;正如已经说过的,由元素生成之物不同于元素。因此,在紧接在前的这些事物中,热是形式,冷作为匮乏,能够成为它们之物作为质料;光作为形式,黑暗作为匮乏。由空气与光,即由质料与形式产生白昼;而由空气与黑暗,即由质料与匮乏产生黑夜。因此在这样一种方式下,即如我们所说在类比上,一切事物的原理是相同的,但在严格意义上则不然。而且他说,不仅与我们配属的事物是原因,外在之物也是原因,例如造成运动之物即动力因,因此原理与元素是不同的;因为原理比元素更为普遍。因为元素也是原理,但并非每一个原理都是元素;因为父亲是原理,却不是元素。原理作为更具普遍性之物,被划分为这些较为特殊之物——我指的是质料、形式、匮乏、动力因。因此,如果原理被划分为这些,显然造成运动和停止之物(即动力因)是一种原理;从而在类比上随处可见的元素有三个:质料、形式、匮乏;而原理和原因有四个:质料、形式、匮乏和动力因。而这四者在不同事物中是不同的:例如在动物身上,动物的身体作为质料,健康作为形式,疾病作为匮乏,医术作为动力因。又如,房屋作为形式,某种无序作为匮乏,砖石作为质料,建筑师作为动力因。因此,质料、形式、匮乏、动力因是一切事物的原因,但对不同事物而言是不同之物。

语法注3 条
  1. 12.11τὸ δὲ ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον οὐδαμῶς συνᾴδει τοῖς προσεχῶς ῥηθεῖσιν

    亚里士多德原文中的引语“ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον”整体由中性定冠词 τὸ 实词化充当主语。注疏者在此进行文本结构上的批评,认为该分句在逻辑上与紧接在前文关于感觉物体的具体例证并不协调,而应接续在更前面的抽象推导之后。

  2. 12.11καὶ εἴη ἂν τοῦτο κατασκευὴ τοῦ μὴ εἶναι τὴν οὐσίαν οὐσίαν

    optative 加 ἄν(εἴη ἄν)构成的潜在语气表达推测。紧接名词 κατασκευή 的属格不定词短语 τοῦ μὴ εἶναι... 充当同位语或宾格性属格,表示所要确立的论题(即“实体不是实体”这一主张)。

  3. 12.11καὶ διαιρεῖται ἡ ἀρχὴ ὡς καθολικώτερον ὡς εἰς μερικώτερα ταῦτα

    句中使用了双重 ὡς 结构:第一个 ὡς 表资格或原因(“作为更具普遍性之物”),第二个 ὡς 修饰介词短语 εἰς μερικώτερα ταῦτα,引入划分的结果(“划分为这些较为特殊之物”)。主语为 ἡ ἀρχή,谓语为被动态动词 διαιρεῖται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:680.17-681.13