← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§679.22-680.17

有与一不能作为万物共同元素的论证

亚历山大注释了亚里士多德关于有与一等可知元素亦不能作为万物原理的论证(1070b7),阐明了基于元素与其生成物相异的归谬法,并对原文提供了补充与义读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.11#1

" Οὐδὲ δὴ τῶν νοητῶν στοιχείων, οἷον τὸ ὂν καὶ τὸ ἕν." Τίνα λέγει νοητὰ στοιχεῖα αὐτὸς ἐδήλωσεν, ὅτι τὸ ἓν καὶ τὸ ὄν. οὐ δὴ τὸ ὄν, φησί, καὶ τὸ ἓν δυνατόν ἐστι πάντων εἶναι στοιχεῖα. δείκνυσι δὲ τοῦτο ἐπὶ τῷ προαξιωθέντι τῷ ὅτι τὰ στοιχεῖα ἕτερά εἰσι τῶν ἐξ αὐτῶν γεγονότων. εἰ οὖν τὸ ἓν καὶ τὸ ὂν στοιχεῖά εἰσι πάντων, τὰ πάντα ἕτερα ἔσται τοῦ ἑνὸς καὶ τοῦ ὄντος. ἀλλ’ ὥσπερ τὸ ἐκ πυρὸς καὶ γῆς οὔτε πῦρ ἐστιν οὔτε γῆ, οὕτως οὐδὲ τὸ ἐξ ἑνὸς καὶ ὄντος οὔτε ἓν ἔσται οὔτε ὄν, ὥστε ἔσται καὶ ἡ οὐσία τὸ ποσὸν τὸ ποιὸν καὶ αἱ λοιπαὶ μὴ ὄντα καὶ μὴ ἕνα, ὅπερ ἀδύνατον. εἰ δὲ τοῦτο ἀδύνατον, ψεῦδος δι’ οὗ τοῦτο συνῆκται· ἦν δὲ τὸ ὅτι τὸ ἓν καὶ τὸ ὂν στοιχεῖά ἐστι πάντων. ἐπὶ δὲ τοῦ ὑπάρχει γὰρ ταῦτα ἐν ἑκάστῳ καὶ τῶν συνθέτων προσυπακουστέον τοῦ τῶν ἁπλῶν,1 ἵν’ ᾖ ‘ταῦτα γάρ, τὸ ὂν καὶ τὸ ἕν, ἐνυπάρχει ἑκάστῳ τῶν ἁπλῶν καὶ τῶν συνθέτων.’ τὸ δὲ οὐδὲν ἄρα ἔσται αὐτῶν οὔτε οὐσία οὔτε πρός τι τοιοῦτον ἂν εἴη· αὐτῶν, ἤτοι τῶν ὡς ἐκ στοιχείου τοῦ ὄντος καὶ τοῦ ἑνὸς γεγονότων, οὐδὲν ἔσται ἤτοι οὐδαμῶς ἔσται οὐδὲ ἕξει ὕπαρξίν τινα·2 ὥσπερ γάρ, ὡς εἴρηται, τὸ ἐκ πυρὸς καὶ γῆς οὐ πῦρ οὐδὲ γῆ, οὕτως οὐδὲ τὸ ἐξ ἑνὸς καὶ ὄντος ἔσται ἓν καὶ ὄν, ἀλλ’ ἔσται οὐχ ἓν καὶ οὐκ ὄν. τὸ δὲ οὔτ’ οὐσία οὔτε πρός τι δύναταί τις ἀκούειν ὡς ἴσον τῷ ὡς οὔτε ἡ οὐσία ἔσται ὂν οὔτε τὸ πρός τι. δύναται δὲ καὶ οὕτως αὐτοῦ ἀκούειν. εἰ μὲν οὖν τὸ ὂν ἐρεῖ τις στοιχεῖον, ἐπειδὴ ἕτερόν ἐστι τὸ στοιχεῖον τῶν ἐξ αὐτοῦ, ἢ αὐτὸ ἔσται μὴ ὂν ἢ τὰ ἐξ αὐτοῦ· οὐ γὰρ δυνατὸν καὶ τὸ ὂν ἤτοι τὸ στοιχεῖον εἶναι ὂν καὶ τὰ ἐξ αὐτοῦ ὄντα. εἰ δὲ τὴν οὐσίαν λέγει τις στοιχεῖον, ἢ αὐτὴ οὐκ ἔσται οὐσία ἢ τὰ ἐξ αὐτῆς, οἷον ὁ Σωκράτης ὁ Πλάτων καὶ τὰ λοιπά. ὁμοίως εἰ ἔστι τὸ πρός τι στοιχεῖον, ἔσται τὸ πρός τι οὐ πρός τι. καὶ συμπεραίνεται λέγων οὐκ ἔστιν ἄρα πάντων τὰ αὐτὰ στοιχεῖα καὶ αἴτια, ἀλλὰ τρόπον μέν τινα τὰ αὐτὰ τρόπον δέ τινα ἕτερα. ᾗ μὲν γὰρ πάντων ἐστὶ στοιχεῖα ὕλη εἶδος στέρησις ποιητικὸν καὶ πάντα ὑπ’ αὐτά εἰσι, κατὰ δὴ τοῦτό εἰσιν αἱ αὐταὶ πάντων ἀρχαί· ᾗ δὲ ἄλλη μὲν ἀνδριάντος ὕλη ἑτέρα δὲ ζῴου, ὁμοίως καὶ ἄλλο μὲν εἶδος καὶ ποιητικὸν ἀνδριάντος ἕτερον δὲ ἑτέρου, ταύτῃ εἰσὶν ἕτεραι αἱ ἀρχαὶ καὶ οὐχ αἱ αὐταὶ πάντων. κατὰ μὲν οὖν τὰ καθόλου, εἶδός φημι καὶ ὕλην καὶ τὰ λοιπά, πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί, κατὰ δὲ τὰ συντεταγμένα ἕτεραι καὶ οὐχ αἱ αὐταί.

“当然也不是可知元素中的[某一个],例如有和一。” 他所说的可知元素是什么,他自己已经阐明了,即一和有。因此他说,有和一不可能是一切事物的元素。他依据先前所确立的命题来证明这一点,即元素不同于由它们所生成之物。因此,如果一和有是一切事物的元素,那么一切事物都将不同于一和有。但是,正如由火和土构成之物既不是火也不是土,同样,由一和有构成之物也将既不是一也不是有,从而实体、数量、性质以及其余范畴都将是非有且不是一,而这是不可能的。如果这是不可能的,那么据以推出此结论的前提便是假的;这前提就是一和有是一切事物的元素。 在“因为这些甚至内在属于各个复合之物”这一句中,应当补充理解“简单之物”这一短语,以便理解为:“因为这些,即有和一,内在属于各个简单之物与复合之物。” 至于“因此它们之中没有任何一个将是实体或关系”,其意可能如下:在它们之中,即在那些由作为元素的有与一所生成之物之中,“没有任何一个将存在”,即决不会存在,也不会具有任何实在性;因为正如已说过的,由火和土构成之物既不是火也不是土,同样,由一和有构成之物也不会是一和有,而将是非一和非有。而“既非实体亦非关系”一句,人们可以理解为等同于:“实体既不会是有,关系也不会是[有]”。然而也可以这样理解它:如果有人主张有是元素,既然元素不同于由它所生成之物,那么要么它自身将是非有,要么由它所生成之物将是非有;因为不可能既是有(即元素)是有,同时由它所生成之物也是有。如果有人主张实体是元素,那么要么它自身不会是实体,要么由它所生成之物(例如苏格拉底、柏拉图及其他)[不会是实体]。同样,如果关系是元素,关系就将是非关系。 他总结道:“因此,一切事物的元素和原因并不是相同的,而是在某种方式下相同,在某种方式下不同。”因为就质料、形式、匮乏、动力因是一切事物的元素,且一切事物都归属于它们而言,正是在这方面一切事物的原理是相同的;但就雕像的质料是一种、动物的质料是另一种,同样雕像的形式和动力因是一种、另一事物的是另一种而言,在这方面原理是不同的,而不是对一切事物都相同。因此,就普遍而言——我指的是形式、质料以及其余——一切事物的原理是相同的,但就配属之物而言,原理则是不同的,而不是相同的。

语法注2 条
  1. 12.11προσυπακουστέον τοῦ τῶν ἁπλῶν

    非人称动形容词 προσυπακουστέον 支配属格补足语 τοῦ τῶν ἁπλῶν(“‘简单之物’这一词语”),意为“应当从上下文中额外补充理解该词”。

  2. 12.11οὐδὲν ἔσται ἤτοι οὐδαμῶς ἔσται οὐδὲ ἕξει ὕπαρξίν τινα

    亚历山大将亚里士多德原文中的 οὐδὲν ἄρα ἔσται 中的 ἔσται 解释为表示绝对存在的用法(“任何东西都不会存在,即不具有任何实在性”),从而引出对后文 οὔτε οὐσία οὔτε πρός τι 的两种不同解读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:679.22-680.17