- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:66.15-68.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德转向批判恩培多克勒的段落(后者设定了四种元素作为多个质料本原),梳理了其与一元论者共同面临的困难(元素的相互转化与形式因的缺失)以及恩培多克勒所特有的难题(爱与争斗的双重功能)。
" Περὶ μὲν οὖν τῶν μίαν τιθεμένων αἰτίαν." Ὑπομνήσας τῶν εἰρημένων πρὸς τοὺς μίαν τε καὶ σωματικὴν τὴν ἀρχὴν θεμένους, τὰ αὐτά φησιν ἁμαρτάνειν καὶ εἴ τις ταῦτα πλείω τίθησι, τουτέστι καὶ εἴ τις τὰς σωματικὰς ἀρχὰς πλείους τίθησιν. ἢ οὐχ ἁπλῶς περὶ τῶν σωματικάς τε τὰς ἀρχὰς καὶ πλείους θεμένων λέγει, ἀλλὰ καὶ περὶ τῶν μὴ ἓν ἀλλὰ πλείω τῶν σωμάτων τούτων τῶν τεσσάρων ἐν ταῖς ἀρχαῖς θεμένων, ὧν σωμάτων ἕν τι ἐν ἀρχῇ ὑπὸ τῶν προειρημένων ἐτίθετο. μνημονεύει γὰρ Ἐμπεδοκλέους, ὃς τὰ τέσσαρα σώματα ὕλην τῶν ὄντων ἐτίθετο. καὶ γὰρ τούτῳ τὰ μὲν τὰ αὐτὰ τὰ δὲ ἴδια συμβαίνειν ἀνάγκη. λέγει μέν, ὡς εἶπον, πρὸς Ἐμπεδοκλέα, φησὶ δὲ ἕπεσθαι ἄτοπα καὶ τούτῳ τὰ μὲν ταὐτά, καίτοι τὰ τέσσαρα σώματα ἀρχὰς λέγοντι, τοῖς ἓν αὐτῶν τὴν ἀρχὴν θεμένοις, τὰ δὲ ἄλλα τε καὶ ἴδια. ταὐτὰ μέν, ὅτι ταῦτα γίνεται ἐξ ἀλλήλων καὶ οὐκ ἀεὶ τὰ αὐτὰ κατὰ τὸν ἀριθμὸν ὄντα διαμένει, ὅπερ ἴδιόν ἐστι τοῦ στοιχείου·1 τοῦτο γὰρ καὶ τοῖς ἕν τι τῶν σωμάτων στοιχεῖόν τε καὶ ὕλην λέγουσιν ἕπεται, τὸ φθείρεσθαι ἣν ὑποτίθεται ἀρχὴν ἕκαστος αὐτῶν.2 ἐπὶ πλέον δὲ εἴρηκε περὶ τούτων καὶ ἐν τῷ τρίτῳ Περὶ οὐρανοῦ, ὧν ὑπομιμνήσκων ἡμᾶς εἶπεν εἴρηται δὲ ἐν τοῖς περὶ φύσεως περὶ αὐτῶν. ἢ γὰρ οὐκ ἔσται ἐξ ἀλλήλων, εἰ ἀΐδια κατὰ ἀριθμόν, φαίνεται δὲ γινόμενα, ἢ ἔσται ἅμα τὰ ἐναντία περὶ τὸ αὐτό. ἔτι τὸ τὴν οὐσίαν καὶ τὸ εἶδος μὴ θεῖναι ἐν τοῖς αἰτίοις· καὶ γὰρ τοῦτο κοινόν. ἴδιον δὲ τὸ πρὸς τὰς κινητικὰς ἀρχὰς λεγόμενον ὑπ’ αὐτοῦ, οἷον δὲ αὗται ἥ τε φιλία καὶ τὸ νεῖκος, πότερον δύο ἀρχὰς κατ’ αὐτὸν θετέον ταύτας ἢ μίαν. φαίνεται γὰρ καὶ ἡ φιλία τὰ τοῦ νείκους ποιοῦσα· διαιρεῖ γὰρ καὶ διακρίνει τὰ κατ’ ἰδίαν ὅλα ὄντα, ἵνα συγκρίνῃ καὶ ἓν σῶμα ποιήσῃ. ἀλλὰ καὶ τὸ νεῖκος αὐτῷ οὐ μόνον διακρίνει, ἀλλὰ καὶ συγκρίνει καὶ συνάγει τὰ ὅμοια πρὸς ἄλληλα, χωρίζον ἐκ τῆς ἑνώσεως αὐτά· ὥστε οὐδὲν θάτερον θατέρου μᾶλλον τῶν ἀντικειμένων ἐστὶν αὐτῷ ποιητικόν.3 ἢ ἄμεινον γεγράφθαι τὸ οὔτε ἀλόγως, ἵνα ᾖ τὸ λεγόμενον οὔτε πάντῃ ὀρθῶς οὔτε ἀλόγως πάντῃ.
“关于那些设定单一原因的人。” 在提醒人们注意针对那些把本原设定为既单一又具物体性的人所说的话之后,他说,凡是将这些设定为较多的人,也就是凡是将物体性本原设定为较多的人,也犯了同样的错误。抑或他并非仅仅谈论那些将本原设定为既具物体性且较多的人,也是在谈论那些在诸本原中设定了这四种物体中不只一种而是多种的人——在前述那些人那里,这几种物体中的某一种曾被设定为本原。因为他提到了恩培多克勒,后者将四种物体设定为存在者的质料。因为对于他来说,也必然发生某些相同的事情和某些特有的事情。正如我所说,他是针对恩培多克勒而言的,他说也有一些荒谬的后果跟随于他——尽管他说四种物体是本原,有些后果与那些将其中之一设定为本原的人相同,而另一些后果则是不同且特有的。相同之处在于,这些物体彼此产生,并不能在数目上作为相同者而始终持存,而这正是元素特有的性质;因为对于那些将诸物体中的某一种称为元素与质料的人来说,也有这个后果跟随,即他们每个人所假设为本原的东西都会毁灭。关于这些事情,他在《论天》第三卷中也谈得更多,在让我们回忆起这些时他说:“而在关于自然的著作中已经谈论过它们。”因为如果它们在数目上是永恒的,它们就不会彼此产生,然而它们显然在产生;或者相反的东西将同时存在于同一个事物周围。此外,未将实体和形式列入原因之中,因为这也是共同之点。而特有的点,则是他针对动力本原所说的话,而它们例如就是爱与争斗,究竟按照他的观点应当将它们设定为两个本原还是一个。因为爱似乎也在做争斗的事情;因为它分裂并区分那些各自为整体的事物,以便将它们结合并造出一个物体。而且对于他来说,争斗不仅区分,还结合并聚合彼此相似的事物,将它们从统合中分离出来;因此对他而言,这两个对立面中没有任何一个比另一个更能产生[对立的结果]。或者更好的是写作“也不是毫无道理”,从而所说的是“既非完全正确,亦非完全毫无道理”。
- 1.67ὅπερ ἴδιόν ἐστι τοῦ στοιχείου
关系代词 ὅπερ 的先行词是前述谓词性观念“在数目上作为相同者而始终持存”(ἀεὶ τὰ αὐτὰ κατὰ τὸν ἀριθμὸν ὄντα διαμένειν)。它指出,作为元素(στοιχεῖον)的特有属性本应具有恒常不变性,然而它们却相互生成转化,因而无法满足这一定义。
- 1.67τὸ φθείρεσθαι ἣν ὑποτίθεται ἀρχὴν ἕκαστος αὐτῶν
带冠词不定词 τὸ φθείρεσθαι 是前面 τοῦτο(ἕπεται 的主语)的同位语。关系词短语 ἣ ὑποτίθεται ἀρχήν 将先行词纳入了关系从句之中(相当于 τὴν ἀρχὴν ἣν ὑποτίθεται ἕκαστος αὐτῶν),意为“即他们每个人所假设为本原之物遭受毁灭”。
- 1.67οὐδὲν θάτερον θατέρου μᾶλλον τῶν ἀντικειμένων ἐστὶν αὐτῷ ποιητικόν
θάτερον 为主语,θατέρου 为比较属格,τῶν ἀντικειμένων 为修饰两者的部分属格(“对立者中这一个并不比另一个……”)。οὐδὲν... μᾶλλον 为程度的副词性宾格,意为“绝不更为”。整个句式表达出:由于爱与争斗皆兼具结合与分离两种功能,因而两者中任何一个都无法比另一个更专职充当某种对立结果的致动因。
