- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:678.10-679.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《形而上学》1070a31进行注解,阐明原因与原理在普遍和比例意义上对万物是相同的,但在近邻意义上各不相同,并通过区分和归纳驳斥了所有范畴具有单一共同元素的观点。
" Τὰ δὲ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλαι ἄλλων ἔστιν ὥς." Ἐντεῦθεν ἡ λύσις τῆς λεγούσης ἀπορίας πότερον τὰ αἴτια καὶ αἱ ἀρχαὶ αἱ αὐταί εἰσι πάντων ἢ οὔ. λέγει οὖν ὅτι τρόπον μέν τινά εἰσιν αἱ αὐταί, τρόπον δέ τινα ἕτεραι. καθόλου μὲν οὖν, φησί, καὶ τί δηλοῖ τὸ καθόλου σαφηνίζων ἐπήγαγε καὶ κατὰ ἀναλογίαν εἰσὶν αἱ αὐταί.1 ἐπεὶ γὰρ πάντων τῶν γινομένων ἐστὶν ὕλη καὶ εἶδος καὶ στέρησις, καὶ πάντα τὰ γινόμενα ὑπὸ ὕλην καὶ εἶδος καὶ στέρησίν εἰσιν, εἰσὶ κατὰ τὸ καθόλου πάντων αἱ αὐταὶ ἀρχαί· παντὸς γὰρ αἴτια ὕλη εἶδος καὶ στέρησίς ἐστιν. τοῦ μὲν γὰρ ἀνδριάντος ὕλη ὁ χαλκός, εἶδος τὸ τοιονδὶ σχῆμα, στέρησις οὗ ἐστέρηται εἴδους οἷον ἱππείου· καὶ θύρας ὕλη ξύλον, εἶδος τὸ τοιονδὶ σχῆμα, στέρησις δὲ φέρε εἰπεῖν κιβωτίου. ὥστε καθόλου μὲν καὶ κατὰ ἀναλογίαν (ὡς γὰρ χαλκὸς πρὸς ἀνδριάντα, ξύλον πρὸς θύραν) πάντων αἱ αὐταί εἰσιν ἀρχαί, ὕλη εἶδος στέρησις· κατὰ δὲ τὰ προσεχῆ καὶ συντεταγμένα ἕτεραι· ἄλλη γὰρ ὕλη ἀνδριάντος, ἄλλη θύρας, ἄλλη Σωκράτους. ὁμοίως καὶ ἐπὶ εἴδους καὶ στερήσεως· ἄλλο εἶδος ἀνδριάντος καὶ ἄλλη στέρησις, καὶ ἄλλο θύρας καὶ ἄλλο Σωκράτους. καὶ ἐπὶ τοῦ ποιητικοῦ ὁμοίως· κατὰ γὰρ τὸ καθόλου πάντων τὸ ὡς κινοῦν αἴτιον τὸ ποιητικόν ἐστι, τὰ δὲ προσεχῆ ἕτερα· τοῦ μὲν γὰρ Σωκράτους ποιητικὸν ὁ Σωφρονίσκος, τοῦ δὲ ἀνδριάντος ὁ ἀνδριαντοποιός. ὥστε ἐρωτώμενοι πότερον πάντων αἱ ἀρχαὶ καὶ τὰ αἴτια τὰ αὐτὰ ἢ ἕτερα, ῥητέον ὅτι τρόπον μέν τινα τὰ αὐτὰ τρόπον δέ τινα ἕτερα, κατὰ μὲν τὸ καθόλου τὰ αὐτά, κατὰ δὲ τὰ προσεχῆ ἕτερα. εἰπὼν δὲ ὅτι τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλαι ἄλλων, τὸ εὔλογον τοῦ μνησθῆναι τοῦ λόγου τούτου δεικνὺς ἐπήγαγεν ‘ἀπορήσειε γὰρ ἄν τις πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῆς οὐσίας τοῦ ποσοῦ τοῦ ποιοῦ τοῦ πρός τι καὶ τῶν λοιπῶν κατηγοριῶν ἕτερά εἰσιν ἢ τὰ αὐτά.’ καὶ δείκνυσιν ὅτι κυρίως μὲν καὶ κατὰ τὰ προσεχῆ οὔκ εἰσι τὰ αὐτά. ἄτοπον γάρ, φησί, τὸ λέγειν πάντων τὸ αὐτὸ στοιχεῖον. δείκνυσι δὲ τοῦτο ἐκ διαιρέσεως. εἰ γάρ ἐστιν ἓν πάντων στοιχεῖον, ἢ ἕτερόν ἐστι πασῶν τῶν κατηγοριῶν, ἢ μία αὐτῶν ἔσται τῶν λοιπῶν στοιχεῖον. καὶ ὅτι μὲν ἕτερον τῶν δέκα κατηγοριῶν οὐκ ἔστι, δῆλον· ἐπεὶ γὰρ τὰ στοιχεῖα πρότερά ἐστι τῶν ὧν ἐστι στοιχεῖα ἤτοι τῶν στοιχειωτῶν, εἴπερ ἐστὶ τῶν δέκα γενικωτάτων γενῶν, οὐσίας ποσοῦ ποιοῦ καὶ τῶν λοιπῶν, τὸ αὐτὸ στοιχεῖον, ἔσται πρότερον αὐτῶν· οὐδὲν δὲ πρότερον οὐσίας καὶ τῶν λοιπῶν κατηγοριῶν, οὐδὲ ὅλως οὐδέν ἐστι παρ’ αὐτάς· οὐκ ἄρα ἐστὶ πάντων ἓν στοιχεῖον. ἀλλὰ μὴν οὐδὲ ἡ οὐσία στοιχεῖόν ἐστι τῶν πρός τι καὶ τῶν λοιπῶν κατηγοριῶν· πῶς γὰρ ἐκ τῆς οὐσίας γενήσεται μὴ οὐσία; ἐξ οὐσίας γὰρ ἀεὶ οὐσία γίνεται. οὐδὲ δὴ τὰ πρός τι ἔσται τῆς οὐσίας στοιχεῖα. πῶς γὰρ ἐκ συμβεβηκότος γενήσεται οὐσία; τὸ δὲ ἔτι πῶς ἐνδέχεται πάντων εἶναι ταὐτὰ στοιχεῖα; οὐδὲν γὰρ οἷόν τ’ εἶναι τῶν στοιχείων τῷ ἐκ στοιχείων συγκειμένῳ τὸ αὐτό, τοῦτο τὸ ἐπιχείρημα τὸ αὐτό ἐστι τῷ πρὸ αὐτοῦ,2 ἄλλως δὲ ἐφοδευθέν· ἐκεῖ μὲν γὰρ ἔλεγεν ὅτι τὸ στοιχεῖον πρότερόν ἐστιν ὧν ἐστι στοιχεῖον, ἐνταῦθα δὲ λέγει ὅτι τὸ στοιχεῖον ἕτερόν ἐστιν ὧν ἐστι στοιχεῖον· οὐκ ἔστι γὰρ ὁ συγκείμενος Σωκράτης ἐκ πυρὸς καὶ γῆς καὶ τῶν μεταξὺ ὁ αὐτὸς τῷ πυρὶ καὶ τῇ γῇ, ἀλλ’ ἕτερος. εἰ δὴ τὰ στοιχεῖα ἕτερά ἐστι τῶν ὧν ἐστι στοιχεῖα, εἴπερ ἐστὶν ἕν τι καὶ τὸ αὐτὸ στοιχεῖον τῶν δέκα κατηγοριῶν, ἕτερον ἔσται πασῶν τῶν κατηγοριῶν. οὐκ ἔστι δέ τι παρὰ ταύτας· οὐκ ἄρα ἐστὶ πάντων ἓν στοιχεῖον. ὅτι δὲ τὰ στοιχεῖα ἕτερά ἐστι τῶν συγκειμένων ἐξ αὐτῶν δείκνυσιν ἐκ τῆς ἐπαγωγῆς· τὸ γὰρ βῆτα, φησί, στοιχεῖον ὂν τῆς βα συλλαβῆς, ἕτερόν ἐστιν αὐτῆς.
“但是在某种方式下,不同事物的原因和原理各不相同。” 从这里开始解决那个探讨“原因和原理对于一切事物而言是相同的还是不同的”的疑难。因此他说,在某种方式下它们是相同的,而在另一种方式下则是不同的。于是他说,普遍而言是相同的——并且在澄清“普遍”表示什么时,他补充道——按比例而言也是相同的。因为既然对于一切生成之物都存在质料、形式与匮乏,且一切生成之物都处于质料、形式与匮乏之下,那么就普遍而言,一切事物的原理都是相同的;因为对于万物而言,原因就是质料、形式与匮乏。例如,雕像的质料是青铜,形式是这特定的形状,匮乏则是它所被剥夺的形式,比如马的形式;门的质料是木材,形式是这特定的形状,而匮乏比如说是箱子的形式。因此普遍地且按比例而言(因为犹如青铜相对于雕像,木材相对于门),一切事物的原理都是相同的,即质料、形式、匮乏;但就近邻且具体编排之物而言,它们是不同的;因为雕像的质料是一种,门的质料是另一种,苏格拉底的质料又是另一种。在形式与匮乏上亦同样如此:雕像的形式是一种,匮乏是另一种;门的形式与匮乏是另一种;苏格拉底的形式与匮乏又是另一种。在动力因上亦同样如此:因为普遍而言,对于一切事物,作为动因的原因都是动力因,但近邻的原因则是不同的;因为苏格拉底的动力因是索弗洛尼斯科斯,而雕像的动力因是雕像制造者。因此,当被问及一切事物的原理和原因是相同还是不同时,应当说在某种方式下是相同的,在某种方式下则是不同的:普遍而言是相同的,而在近邻的事物上则是不同的。 在说了“不同事物的原因和原理各不相同”之后,为了表明提及这一讨论的合情合理,他补充道:“因为有人会质疑,实体、数量、性质、关系以及其余范畴的元素与原理是不同的还是相同的。”并且他表明,严格而言并在近邻事物上,它们并不是相同的。因为他说,主张一切事物具有相同的元素是荒谬的。他通过区分来证明这一点。因为如果一切事物都有一个单一的元素,那么它要么与所有范畴不同,要么范畴中的某一个将成为其余范畴的元素。而它并不与十个范畴相异,这是显而易见的;因为既然元素先于它们作为其元素的事物,即由元素构成之物,那么如果十个最普遍的类——实体、数量、性质以及其余范畴——具有同一个元素,该元素就将先于它们;然而没有任何东西先于实体和其他范畴,而且范畴之外根本没有任何东西;因此,一切事物并不是具有一个单一的元素。然而,实体也不是关系以及其余范畴的元素;因为非实体怎能从实体生成呢?因为从实体生成的始终是实体。当然,关系也不会是实体的元素。因为实体怎能从偶性中生成呢? 至于“此外,一切事物怎可能具有相同的元素?因为任何元素都不可能与由元素所构成之物相同”这一论证,它与前一个论证是同一个,只是以另一种方式推演出来的。因为在那里他说元素先于它们作为其元素的事物,而在这里他说元素不同于它们作为其元素的事物;因为由火、土以及中间物构成的苏格拉底,并不是与火和土相同,而是不同的。既然元素不同于它们作为其元素的事物,那么如果对于十个范畴存在某种单一且相同的元素,它就将与所有范畴不同。然而在这些范畴之外并没有任何东西;因此一切事物并不具有一个单一的元素。而元素不同于由它们所构成之物,这一点他通过归纳来证明;因为他说,作为音节ΒΑ之元素的字母Β,与音节本身是不同的。
- 12.10καθόλου μὲν οὖν, φησί, καὶ τί δηλοῖ τὸ καθόλου σαφηνίζων ἐπήγαγε καὶ κατὰ ἀναλογίαν εἰσὶν αἱ αὐταί.
主要动词是 ἐπήγαγε,而 καὶ τί δηλοῖ τὸ καθόλου σαφηνίζων 是修饰主语(亚里士多德)的现在分词插入成分。引文 καὶ κατὰ ἀναλογίαν εἰσὶν αἱ αὐταί 由 ἐπήγαγε 引出,构成了句子的核心述谓。
- 12.10τὸ δὲ ἔτι πῶς ἐνδέχεται πάντων εἶναι ταὐτὰ στοιχεῖα; οὐδὲν γὰρ οἷόν τ’ εἶναι τῶν στοιχείων τῷ ἐκ στοιχείων συγκειμένῳ τὸ αὐτό, τοῦτο τὸ ἐπιχείρημα τὸ αὐτό ἐστι τῷ πρὸ αὐτοῦ
句首的“τὸ δὲ + 直接引语(ἔτι πῶς ἐνδέχεται...)”在句法上充当话题宾格或独立的引文标记,紧接着由指示代词短语 τοῦτο τὸ ἐπιχείρημα(“这一论证”)承接为语法主语。
