- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:677.27-678.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》1070a21,说明动力因在时间上先于结果而形式因与结果同时存在,讨论如理性灵魂等形式在分离后存留的可能性,并论证柏拉图的理念对于个别事物的生成是多余的。
" Τὰ μὲν οὖν κινοῦντα ὡς προγεγενημένα ὄντα." Καὶ τοῦτο οἰκεῖόν ἐστι τῷ περὶ τῶν αἰτίων λόγῳ. ἔστι δὲ τὸ λεγόμενον ὅτι τὰ κινοῦντα, τουτέστι τὰ ποιητικὰ αἴτια, πρότερά ἐστι τῶν ποιουμένων τῷ χρόνῳ. πρότερος γὰρ Σωφρονίσκος Σωκράτους καὶ οἰκοδόμος οἰκίας. ἔχει δέ τινα ἀσάφειαν ἡ λέξις. τὰ μὲν οὖν κινοῦντά φησιν ὡς προγεγενημένα ὄντα, τὸ ὄντα ἀντὶ τοῦ ὑπάρχοντα,1 ἵν’ ᾖ τὸ λεγόμενον ‘τὰ ποιητικὰ ὑπάρχουσι καὶ λόγον ἔχουσι πρὸς τὰ ποιούμενα τὸν πρότερον κατὰ χρόνον· τὰ δὲ εἰδικὰ αἴτια ἅμα.’ ἅμα γὰρ τῷ εἶναι χαλκῆν σφαῖραν ἔστι καὶ τὸ στρογγύλον, ὅπερ ἐστὶ τὸ εἶδος τῆς σφαίρας· ὁμοίως ἅμα τῷ εἶναι τὸν ὑγιαίνοντα ἔστιν ἡ ὑγίεια ἕξις τις οὖσα καὶ εἶδος. ὅτι μὲν οὖν τὰ εἰδικὰ αἴτια ἅμα ἐστὶ τοῖς ὧν εἰσιν αἴτια δῆλον· εἰ δὲ καὶ χωριζόμενα τὰ εἴδη, μετὰ τὸν χωρισμὸν μένει καὶ ἔστιν, ἀλλὰ μὴ εἰς τὸ μὴ εἶναι ἀπέρχεται,2 τοῦτο δεῖται πολλῆς τῆς σκέψεως. ὅμως, φησίν, ἐπί τινων οὐδὲν κωλύει, οἷον ἐπεὶ ἡ ψυχὴ εἶδός ἐστι τῶν ἐμψύχων, οὐδὲν κωλύει τινὰ ψυχήν, οἷον τὸν νοῦν ἤτοι τὴν λογικὴν ψυχήν, μένειν· αἱ γὰρ ἄλογοι θνηταί εἰσιν. καὶ διὰ τοῦτο πρόσκειται τὸ ἴσως. καὶ ἐπεὶ ἁπάντων τὰ αἴτια δῆλά ἐστιν, οὐδεμία χρεία τῶν ἰδεῶν εἰς τὴν τούτων γένεσιν. γίνεται γὰρ Σωκράτης ἐκ Σωφρονίσκου καὶ Πλάτων ἐξ Ἀρίστωνος· ὁμοίως καὶ ἐπὶ τῶν τεχνητῶν· ἐκ γὰρ τῆς ἰατρικῆς τέχνης, ἥτις λόγος ἐστὶ καὶ εἶδος τῆς ὑγιείας, γίνεται ἡ ὑγίεια.
“因此动因作为事先生成之物而存在。” 这也切合关于原因的讨论。所说的意思是:动因,即动力因,在时间上先于被造之物。因为索弗洛尼斯科斯先于苏格拉底,建筑师先于房屋。但这一措辞含有某种不清晰之处。他说动因作为事先生成之物而存在,其中的“存在”代替“实存”,以便使所说的意思是:“动力因实存,并且对被造之物具有在时间上在先的关系;而形式因则是同时的。”因为随着铜球的存在,圆形亦同时存在,而圆形正是球的形式;同样,随着健康者的存在,健康亦同时存在,而健康是某种状态和形式。因此,形式因与它们作为其原因的事物同时存在,这是显而易见的;然而形式即使被分离,在分离之后是否存留且存在,而不走向非存在,这需要极多的探究。不过他说,在某些事物上并无妨碍;例如,既然灵魂是有灵魂之物的形式,那么某种灵魂,例如理智即理性灵魂,存留下来就并无妨碍;因为无理性的灵魂是必灭的。正因如此,才附加上了“也许”一词。并且,既然一切事物的原因都是显明的,那么对于它们的生成而言就完全不需要理念。因为苏格拉底由索弗洛尼斯科斯生成,柏拉图由阿里斯同生成;在人工物的情形下亦同样如此;因为健康是从作为健康的定义与形式的医学技艺生成的。
- 12.9τὸ ὄντα ἀντὶ τοῦ ὑπάρχοντα
注解者将亚里士多德原文“ὡς προγεγενημένα ὄντα”中的分词 ὄντα(存在)解释为相当于动词 ὑπάρχουσι(实存/具有),以此补足亚里士多德省略连系动词的紧缩句,使之与后文构成完整的对照结构:动力因在时间上在先而实存,而形式因则与受造物同时存在。
- 12.9εἰ δὲ καὶ χωριζόμενα τὰ εἴδη, μετὰ τὸν χωρισμὸν μένει καὶ ἔστιν, ἀλλὰ μὴ εἰς τὸ μὴ εἶναι ἀπέρχεται
由 εἰ 引导的间接疑问从句或条件从句结构。分词 χωριζόμενα 具有让步或时间意味(“形式即使被分离/当被分离时”),主导动词 μένει καὶ ἔστιν(存留且存在)与对照肢 ἀλλὰ μὴ εἰς τὸ μὴ εἶναι ἀπέρχεται(而不走向非存在)相连。整个从句构成主句谓语 τοῦτο δεῖται πολλῆς τῆς σκέψεως(这需要极多的探究)所指的具体内容。
