← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§676.24-677.26

三种实体与人工物形式的性质

注解亚里士多德《形而上学》1070a9-19,阐释质料、形式与复合个体这三种实体。论证人工物没有独立自存的理念而仅存于概念中,并指出亚里士多德原文文序的错位,从而恢复了文本上下文的连贯脉络。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.8#2

ὅσα οὖν ὑλικὰ ἁφῇ εἰσιν ἓν ἀλλὰ μὴ συμφύσει καὶ ἑνώσει, κατὰ φαντασίαν εἰσὶ τόδε τι. ὁμοίως καὶ ἐπὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς. ὅταν μὲν γὰρ κατὰ ἁφὴν εἰσιν ἕν, κατὰ φαντασίαν εἰσὶν ὁ Σωκράτης· ὅταν δὲ ὑπὸ τῆς φύσεως κραθέντα ἀλλοιωθῶσι καὶ γένωνται Σωκράτης, τότε εἰσὶ κατ’ ἀλήθειαν ὁ Σωκράτης. μία μὲν οὖν οὐσία ἐστὶν ἡ ὕλη, ἄλλη δὲ πάλιν οὐσία ἐστὶ φύσις τόδε τι οὖσα καὶ ἕξις τις εἰς ἥν. λέγει δὲ φύσιν καὶ τόδε τι καὶ ἕξιν τὸ εἶδος· ἐκ παραλλήλου γὰρ ταῦτα κεῖται. τὸ δὲ εἰς ἥν ἀντὶ τοῦ εἰς ἣν φύσιν καὶ εἶδος ἡ γένεσίς ἐστιν·1 πᾶσα γὰρ γένεσις ὁδός ἐστιν εἰς εἶδός τι. ἄλλη δὲ πάλιν οὐσία ἐστὶ τὸ ἐξ ὕλης καὶ εἴδους, οἷον Σωκράτης Καλλίας. εἰπὼν δὲ ὅτι τρίτη δὲ οὐσία ἐστὶ τὸ καθ’ ἕκαστον Σωκράτης Καλλίας, λέγει ὅτι ἐπί τινων μὲν φανερόν ἐστιν ὅτι οὐκ ἔστιν εἴδη ἤτοι ἰδέαι αὐτῶν τῶν καθ’ ἕκαστα, καὶ τοῦτο ἀρέσκει καὶ αὐτοῖς τοῖς τὰς ἰδέας θεμένοις· τῶν γὰρ ὑπὸ τέχνης γινομένων ἰδέας εἶναι οὐκ ἔλεγον, ἀλλὰ τῶν ὑπὸ φύσεως. ἐπὶ τινων οὖν οὐκ εἰσὶν ἰδέαι· τῆς γὰρ οἰκίας καὶ πρίονος καὶ ἀνδριάντος οὐκ ἔστιν εἶδος ἤτοι ἰδέα, εἰ μή τις, φησί, καὶ ἐπὶ τούτων λέγει ἰδέας τὰς τέχνας, δι’ ὧν ταῦτα γίνεται. εἴδη μὲν οὖν τῶν τεχνητῶν ἐν ὑποστάσει οὔκ εἰσιν ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ· καὶ ἐπὶ τούτῳ οὔτε διὰ γενέσεως καὶ χρονικῆς παρατάσεως καὶ ὅλως μεταβολῆς τινος ὑποκειμένου τὸ εἶναι αὐτοῖς οὔτε διὰ φθορᾶς τὸ μὴ εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐδ’ ἔστι γένεσις καὶ φθορὰ τούτων, ἀλλ’ ἄλλον τρόπον εἰσὶ καὶ οὔκ εἰσι, τουτέστιν ἄνευ γενέσεώς εἰσι καὶ ἄνευ φθορᾶς οὔκ εἰσιν, ὥσπερ αἱ ἁφαί. ὅταν γὰρ φαντάζωμαι εἶδος οἰκίας, ἔστι τὸ τοιοῦτον εἶδος οὐ διὰ γενέσεως· οὐδὲν γὰρ ἀλλοιωθὲν τὸ τοιοῦτον γέγονεν εἶδος, ἀλλ’ ἀχρόνως καὶ ἐν τῷ νῦν. καὶ γὰρ καὶ ἡ φαντασία αὐτοῦ ἐν τῷ νῦν μοι γέγονεν. ὅταν δὲ μὴ φαντάζωμαι, οὐκ ἔστιν· καὶ γὰρ καὶ τὸ μὴ φαντάζεσθαι ἐν τῷ νῦν ἀπογίνεται. ἄνευ δὲ ὕλης οἰκίαν καὶ ὑγίειαν αὐτὸ τὸ εἶδος τὸ ἐν τῇ ἡμετέρᾳ φαντασίᾳ τῆς οἰκίας καὶ τῆς ὑγιείας εἶπε. διό, φησίν, οὐ κακῶς εἶπε Πλάτων ὅτι τῶν τεχνητῶν εἴδη οὐκ ἔστιν ἀλλὰ τῶν φύσει. εἰ γὰρ ἔστιν ὅλως εἴδη, τῶν φύσει ἂν εἶεν ἀλλ’ οὐ τῶν ἀπὸ τέχνης γινομένων. τὸ γὰρ ἄλλα τούτων μηνυτικόν ἐστι τοῦ τῶν φύσει ἔσονται εἴδη, ἄλλα ὄντα τούτων, ἤτοι τῶν δεῦρο καὶ αἰσθητῶν. τὸ δὲ οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστί, καὶ τῆς μάλιστα οὐσίας ἡ τελευταία2 οὐδεμίαν ἔχει ἀκολουθίαν τοῖς προσεχῶς λεχθεῖσιν, οὐδέ ἐστι συνῳδὰ τούτοις, ἀλλὰ συνᾴδοι ἂν τῷ ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον. καὶ ἔστι τὸ συνεχὲς τῶν λεγομένων τοιοῦτον ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον, οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστὶ καὶ τῆς μάλιστα οὐσίας ἡ τελευταία· εἶτα τὸ ἡ δὲ φύσις τόδε τι εἰς ἣν καὶ ἕξις καὶ τὰ λοιπά. λέγει δὲ μάλιστα οὐσίαν τὴν ἄτομον Σωκράτην Καλλίαν. ἔστι γὰρ τῆς τοιαύτης οὐσίας ὕλη τὸ πῦρ, μάλιστα δέ ἐστιν ὕλη αὐτῆς ἡ τελευταία ἤτοι ἡ προσεχής, οἷον σὰρξ νεῦρα ὀστᾶ.

因此,凡通过接触为一而非通过合生与统一为一的质料性事物,都是按照表象而为“某个具体之物”。在火、气、水、土的情形下亦同样如此。因为当它们通过接触为一时,它们是按照表象成为苏格拉底;但当它们被自然所混合、发生质变并成为苏格拉底时,那时它们才是真实意义上的苏格拉底。因此,一种实体是质料,而另一种实体则是自然,它作为“某个具体之物”以及某种[生成所朝向的]状态。他以“自然”、“某个具体之物”和“状态”来指形式;因为这些词是并列放置的。而“朝向其”则是代替“生成所朝向的自然与形式”;因为一切生成都是朝向某种形式的途径。而另一种实体则是由质料和形式构成之物,例如苏格拉底、卡利亚斯。在说明了第三种实体是各个个别事物,如苏格拉底、卡利亚斯之后,他说,在某些事物上显然不存在它们这些个别事物本身的形式即理念,而这一点甚至对于提出理念论的人自身而言也是可接受的;因为他们不说出于技术生成之物有理念,而是说出于自然之物有理念。因此在某些事物上不存在理念;因为对于房屋、锯子和雕像而言并不存在形式即理念,他说,除非有人对于这些事物也把使其生成的技术称为理念。因此人工物的形式并不存在于自存的实体中,而仅仅存在于思想观念中;正因如此,它们的存在既不是通过生成与时间上的延续以及一般的某个底层基质的变化而来的,它们的非存在也不是通过毁灭而来的。因为揭示这一点的正是这句话:“这些事物既无生成亦无毁灭,而是以另一种方式存在和不存在”,也就是说,它们无需生成而存在,无需毁灭而不存在,正如接触一样。因为当我表象房屋的形式时,此种形式并非通过生成而存在;因为并非有什么东西发生质变而成为此种形式,而是在无时间中且在“当下”生成的。因为对于它的表象也是在“当下”发生在我之中的。而当我不去表象时,它便不存在;因为不作表象同样也是在“当下”发生的。而他所说的“无质料的房屋与健康”,是指存在于我们表象之中的房屋与健康的形式本身。他说,“因此柏拉图并非说得不好:人工物不存在形式,而出于自然之物才有形式。”因为如果形式果真存在的话,它们也当是属于出于自然之物的,而非属于出于技术生成之物的。因为“这些之外的其他之物”这句话表明,将存在着出于自然之物的形式,它们不同于这些事物,即不同于此世的可感觉之物。至于“例如火、肉、头;因为这一切皆是质料,并且是至极实体的终极[质料]”这句话,与紧接在前面所说的话没有任何承接关系,亦与它们不相协调,但它与“因为凡通过接触而非通过合生之物,皆是质料与底层基质”这句话则是协调的。所说之话的连贯脉络乃是如此:“因为凡通过接触而非通过合生之物,皆是质料与底层基质,例如火、肉、头;因为这一切皆是质料,并且是至极实体的终极[质料]”;然后是“而自然则是其所朝向的某个具体之物以及状态……”等等。他所说的“至极实体”是指不可分割的个别事物,即苏格拉底、卡利亚斯。因为此类实体的质料是火,但最作为其质料的则是终极的即直接的[质料],例如肉、筋腱、骨骼。

语法注2 条
  1. 12.8τὸ δὲ εἰς ἥν ἀντὶ τοῦ εἰς ἣν φύσιν καὶ εἶδος ἡ γένεσίς ἐστιν

    注疏者对亚里士多德文本中的省略句“εἰς ἥν”进行了补充说明,明确了关系代词所承接的名词(φύσιν, εἶδος)以及省略的主谓结构(ἡ γένεσίς ἐστιν),表明形式是生成所朝向的终点。

  2. 12.8καὶ τῆς μάλιστα οὐσίας ἡ τελευταία

    引文中“ἡ τελευταία”之后省略了表语名词“ὕλη”(即“至极实体的终极[质料]”)。注疏者从句法上判定,该句并非承接紧邻的上文,而是跨越文本与更前面的文句(ὅσα γὰρ ἁφῇ...)直接相连的错位结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:676.24-677.26