- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:675.17-676.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解家解释了亚里士多德关于每一实体皆出于同名之物(1070a4)的论断,对文中的省略插入句提出了句法解释,并通过未具秩序的身体各部分之比喻阐明了质料如何“通过显现而为某个具体之物”。
" Μετὰ ταῦτα ὅτι ἑκάστη ἐκ συνωνύμου γίνεται οὐσία." Καὶ ἐνταῦθα προσυπακουστέον τοῦ εἰπεῖν δεῖ. μετὰ τὰ ῥηθέντα, φησίν, εἰπεῖν δεῖ καὶ ὅτι ἑκάστη οὐσία ἐκ συνωνύμου ἑαυτῇ γίνεται· ἢ γὰρ τέχνῃ, φησί, γίνεται τὰ γινόμενα ἢ φύσει, ἀμφότερα δὲ ἐκ συνωνύμου ἑαυτοῖς. καὶ ὅτι μὲν τὰ ἀπὸ τέχνης γινόμενα ἐκ συνωνύμου ἑαυτοῖς γίνεται δῆλον. ἡ γὰρ οἰκία ἐκ τοῦ εἴδους τῆς οἰκίας τοῦ ἐν τῇ ψυχῇ τοῦ οἰκοδόμου ὄντος γίνεται, καὶ ἡ ἐν τῷδε τῷ σώματι ὑγίεια ἐκ τοῦ εἴδους καὶ τοῦ λόγου τῆς ὑγιείας τοῦ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ γίνεται. ὅτι δὲ καὶ τὰ φυσικὰ ἐκ συνωνύμου φανερώτατον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου. τὰ δὲ ἐξ αὐτομάτου καὶ ἀπὸ τύχης γινόμενα ἀποτυχίαι εἰσὶ τῆς τε φύσεως καὶ τῆς τέχνης. εἰπὼν δὲ ὅτι ἢ τέχνῃ ἢ φύσει γίνεται τὰ γινόμενα, τί διαφέρει τέχνη φύσεως λέγει, ὅτι ἡ τέχνη ἀρχή ἐστιν ἐν τῷ ποιοῦντι καὶ οὐ τῷ ποιουμένῳ, ἡ δὲ φύσις ἀρχὴ ἐν αὐτῷ τῷ γινομένῳ οὖσα. ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· τοῦτο δὲ συνεχές ἐστι τῷ μετὰ ταῦτα ῥητέον ὅτι ἑκάστη ἐκ συνωνύμου γίνεται οὐσία· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. τὸ δὲ πρὸ τούτου παρεμβληθὲν τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τἆλλα1 ἴσον τῷ οὐ μόνον τὰ φύσει γινόμενά εἰσιν οὐσίαι, ἀλλὰ καὶ τὰ ἄλλα ἤτοι τὰ ὑποκείμενα ταῖς τέχναις οὐσίαι εἰσίν. ἢ τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα ἴσον ἂν εἴη τῷ τὰ γὰρ φύσει γινόμενα ἐξ οὐσιῶν ἤτοι ἐκ συνωνύμων ἑαυτοῖς γίνεται, ὁμοίως καὶ τὰ ἄλλα ἤτοι τὰ τέχνῃ γινόμενα. καὶ ἔσται τὸ σύνολον τοιοῦτον· μετὰ ταῦτα ῥητέον ὅτι ἐκ συνωνύμου ἑκάστη γίνεται οὐσία· τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα. σημεῖον δὲ τούτου· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. αἱ δὲ λοιπαὶ αἰτίαι, ἤτοι ἡ τύχη καὶ τὸ αὐτόματον, στερήσεις καὶ ἀποτυχίαι καὶ ἁμαρτήματά εἰσι τῶν ὑπὸ φύσεως καὶ τέχνης γινομένων. Εἰπὼν δὲ πρότερον ὅτι ἡ οὐσία τριχῶς λέγεται, ἥ τε αἰσθητὴ διχῶς ἡ μὲν φθαρτὴ ἡ δὲ ἀγέννητος καὶ τρίτη ἡ νοητή, ἐπάγει ἄλλην τριάδα οὐσίας τὴν ὕλην τὸ εἶδος καὶ τὸ ἐξ ὕλης καὶ εἴδους. οὐσίαι γάρ, φησί, τρεῖς, ἡ μὲν ὕλη τόδε τι οὖσα τῷ φαίνεσθαι.2 ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. ἐπειδὴ Σωκράτους ὕλη ἐστὶ σάρκες νεῦρα ὀστᾶ χεῖρες πόδες κεφαλὴ καὶ τὰ λοιπά, ὅταν αὐτὰ σωρηδὸν καὶ ὡς ἔτυχε νοῶμεν κείμενα καὶ οὐ συμπεφυκότα καὶ ἡνωμένα ἀλλήλοις, ἀλλὰ μόνον ἁπτόμενα ἀλλήλων ὥσπερ οἱ σῖτοι ἐν τῷ σωρῷ, ὡς εἶναι, φέρε εἰπεῖν, τὰς μὲν χεῖρας καὶ τὸν σπλῆνα καὶ τὸ ἧπαρ ἐν τῷ ἐδάφει κείμενα, ἐπάνω δὲ τούτων τὴν κεφαλὴν καὶ τὴν κοιλίαν, καὶ ἐπάνω τούτων τοὺς πόδας καὶ τὰ ἔντερα· ὅταν οὖν ταῦτα ὕλην ὄντα Σωκράτους οὕτως ἔχοντα καὶ οὕτω κείμενα νοῶμεν, τότε εἰσὶ τόδε τι τῷ φαίνεσθαι, τόδε τι λέγων τὸν Σωκράτην ἢ ὅλως τὸ ζῷον, ὅπερ ἂν ἀποτελέσαιεν εἰ λάβοι τάξιν τε καὶ ἕνωσιν καὶ σύμφυσιν ὑπὸ φύσεως. εἰσὶν οὖν αἱ χεῖρες καὶ οἱ πόδες καὶ ἡ κεφαλὴ καὶ τὰ λοιπὰ ἀτάκτως καὶ ὡς ἔτυχε κείμενα ὁ Σωκράτης τῷ φαίνεσθαι, τουτέστι κατὰ φαντασίαν· φανταζόμεθα γὰρ ὅτι, εἰ λάβοι δύναμιν ἡ φύσις ὥστε τάξαι καὶ ἑνῶσαι τὴν προκειμένην ὕλην, γενήσεται ὁ Σωκράτης· ὅταν δὲ ἑνωθῶσι καὶ συνεχισθῶσι καὶ τάξιν λάβωσι, τότε οὐ κατὰ φαντασίαν ἐστὶν ἡ τοιαύτη ὕλη ὁ Σωκράτης, ἀλλ’ ἤδη ἐστὶ Σωκράτης, καὶ ἀληθὲς εἰπεῖν ὅτι ταῦτα Σωκράτης ἐστίν.
“在此之后,每一实体都出于同名之物。” 在此处也必须在思想中补充“必须说”。他说,在已说过的事项之后,还必须说每一实体都出于与其自身同名之物;因为他说,生成之物若非出于技术就是出于自然,而两者皆出于与其自身同名之物。而出于技术生成之物出于与其自身同名之物,这是显而易见的。因为房屋出于建筑师灵魂中存在的房屋形式,而在此身体中的健康出于医生灵魂中存在的健康形式和定义。而自然之物也出于同名之物,则是最显而易见的:因为人生人,马生马。至于出于自发与出于偶然生成之物,则是自然与技术的落空。在说明了生成之物若非出于技术就是出于自然之后,他说出了技术与自然的区别:技术是存在于造作者之中而非被造之物之中的本原,而自然则是存在于生成之物自身之中的本原。因为人生人;而这与“在此之后应当说每一实体都出于同名之物;因为人生人”是连贯的。而在其前插入的文句“因为出于自然之物是实体,其他之物亦然”,等同于“不仅出于自然生成之物是实体,而且其他之物,即作为诸技术的底层基质之物,也是实体”。或者,“因为出于自然之物是实体,其他之物亦然”也可以等同于“因为出于自然生成之物出于诸实体,即出于与其自身同名之物,同样其他之物,即出于技术生成之物亦然”。整个文句将是这样:“在此之后应当说每一实体都出于同名之物;因为出于自然之物是实体,其他之物亦然。”而此事的证据是:因为人生人。至于其余的原因,即偶然与自发,则是出于自然与技术生成之物的缺失、落空与失误。 他在之前说过实体有三种说法:可感觉的实体有二,一为可毁灭的,一为不生的;第三种则是可理知的实体;在此之后,他引出了实体的另一组三元组:质料、形式以及由质料和形式构成之物。因为他说,实体有三,质料通过显现而为“某个具体之物”。而他所说的意思当是如此。既然苏格拉底的质料是血肉、筋腱、骨骼、手、足、头部以及其余部分,当我们设想它们成堆且任意地放置着,彼此既未自然结合也未统一,而仅仅像堆中的小麦那样彼此相触——打个比方,手、脾脏和肝脏堆在地上,在其上堆着头部和腹部,而在其上又堆着双脚和肠子——因此,当我们设想这些作为苏格拉底质料的部分处于此种状态并以此种方式堆放时,此时它们乃是通过显现而为“某个具体之物”,所说的“某个具体之物”是指苏格拉底或一般的动物,若它们藉由自然获得了秩序、统一与合生,它们本会完成这一具体之物。因此,无秩序且任意堆放的手、足、头以及其余部分,是通过显现、即按照表象而成为苏格拉底;因为我们表象道:如果自然获得了使所呈现在前的质料得以秩序化和统一的力量,苏格拉底就将生成;但当它们统一、相连并获得秩序时,此时这样的质料就不是按照表象成为苏格拉底,而是已经是苏格拉底,并且说“这些就是苏格拉底”乃是真实的。
- 12.8τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τἆλλα
注解家对亚里士多德省略句 τὰ γὰρ φύσει οὐσίαι καὶ τἆλλα 提出了两种句法补充方案。第一种方案将 οὐσίαι 视为表语名词,理解为“不仅出于自然之物是实体,其他之物(即技术的基底)也是实体”;第二种方案补充了表示生成来源的介词短语(ἐξ οὐσιῶν / ἐκ συνωνύμων),理解为“出于自然之物出于实体,同样其他之物(出于技术之物)亦然”。
- 12.8τόδε τι οὖσα τῷ φαίνεσθαι
τῷ φαίνεσθαι 是表示视点或限定的与格(“在显现上”),注解家紧接着将其解释为 τουτέστι κατὰ φαντασίαν(“即按照表象”)。它在句法上指明,质料本身并非在现实态上是“某个具体之物”,而仅在心灵表象能力将其构想为个体的意义上才被称为“某个具体之物”。
