← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§673.33-675.16

从非存在产生的生成与第一质料的不生性

注解针对亚里士多德《形而上学》1069b26–35,阐述了生成究竟出于何种意义上的非存在,指出了直接质料的多样性,并通过避免无穷后退论证了第一质料与究极形式必然是不生的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.6

" Ἀπορήσειε δ’ ἄν τις ἐκ ποίου μὴ ὄντος ἡ γένεσις." Πάνυ τεταραγμένως καὶ φύρδην καὶ οὐ τεταγμένως οὐδ’ ἀκολούθως ἐπάγει τὰ ἐν τῷ βιβλίῳ τούτῳ λεγόμενα, δι’ οὐδὲν ἕτερον ἢ δι’ ἣν ἀρχῆθεν ἐπετήδευσεν ἀσάφειαν. εἰπὼν γὰρ ἄνωθεν ὅτι τὰ γινόμενα οὐ μόνον ἐξ ὄντος γίνεται ἀλλὰ καὶ ἐκ μὴ ὄντος, καὶ μεταξὺ πολλὰ παρεμβαλών, ἐνταῦθα τὴν αἰτίαν δι’ ἣν ἐκείνων ἐκεῖσε ἐμνήσθη τίθησι,1 δυνάμει λέγων ‘ὡς ἐν παρέργῳ οὐδεμίαν ἐκείνων ἐκεῖσε μνήμην πεποίημαι ἀλλὰ καὶ ἀναγκαίως.’ ἀπορήσειε γὰρ ἄν τις, ἐπειδὴ τὸ μὴ ὂν τριχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ ψεῦδος, ὥσπερ ὂν τὸ ἀληθές, ἄλλον δὲ τὸ μηδαμῇ μηδαμῶς ὄν, ἄλλον τὸ δυνάμει ὄν, ἐκ τίνος τούτων ἡ γένεσίς ἐστιν. καὶ ἐρωτήσας ἀπορητικῶς ἀποκρίνεται λέγων, εἰ δὴ ἔστι τὸ δυνάμει, τουτέστιν, εἰ ἔστι τι δυνάμει μὴ ὄν, ἐξ ἐκείνου ἔσται ἡ γένεσις. ἐλλιπῶς δὲ τοῦτο ἀπηγγέλθη, καὶ οἶμαι διὰ τὸ σαφῶς περὶ τούτου πρὸ ὀλίγου εἰπεῖν. δεῖ δέ, ὡς οἶμαι, προσυπακούειν τοῦ ἐνεργείᾳ μὲν μὴ ὄν, δυνάμει δὲ ὄν· ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον ‘εἰ δὴ ἔστιν ἐνεργείᾳ μὲν μὴ ὄν, δυνάμει δὲ ὄν, ἐκ τούτου ἂν ἡ γένεσις εἴη.’ ἔστω δὲ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος· τὸ ὕδωρ ἐνεργείᾳ μὴ ὂν ἀὴρ δυνάμει ἐστὶν ἀήρ. ὅμως οὐκ ἐκ τοῦ τυχόντος ἐνεργείᾳ μὴ ὄντος δυνάμει δὲ ὄντος πάντα γίνεται, ἀλλ’ ὁ μὲν ἄνθρωπος ἐκ τοῦ ἀνθρωπείου σπέρματος καὶ τοῦ καταμηνίου, ἐλαία δὲ ἐξ ἄλλου καὶ ἄμπελος ἐξ ἑτέρου. καὶ ἐπεί, ὡς λέγομεν, ἄλλα ἐξ ἄλλων γίνεται, οὐχ ἱκανῶς εἴρηκεν Ἀναξαγόρας εἰπὼν ‘ἦν ὁμοῦ πάντα’, τουτέστιν ἦν ἡ ὕλη ἐξ ἧς τὰ πάντα, ἀλλ’ ἔδει αὐτὸν εἰπεῖν ὁποῖα πράγματα ἐξ ὁποίας ὕλης γίνεται. διαφέρουσι γὰρ οὐ τῷ εἴδει μόνον ἀλλὰ καὶ τῇ ὕλῃ. ἀνθρώποις μὲν γὰρ ὕλη σάρκες καὶ ὀστᾶ, ἀνδριάντι δὲ χαλκὸς καὶ χαλκῷ ὕδωρ καὶ ἄλλῳ ἄλλη. εἰ γὰρ μὴ ἦσαν αἱ προσεχεῖς ἑκάστῳ ὗλαι σχεδὸν ἄπειροι (οὐδὲν γὰρ ἐκ τῆς ἀνειδέου γίνεται, εἰ μὴ μόνα τὰ ἁπλᾶ), ἓν ἂν ἦν τὸ πᾶν· ἐπειδὴ γὰρ τὸ ποιητικὸν ὁ νοῦς ἕν ἐστιν, εἰ καὶ ἡ προσεχὴς ἑκάστῳ ὕλη μία ἦν, ἓν ἂν ἦν τὸ γεγονός. τὸ γὰρ ἐκεῖνο ἐγένετο ἐνεργείᾳ, οὗ ἡ ὕλη ἦν δυνάμει, δηλωτικόν ἐστι τοῦ ἓν ἂν ἐγεγόνει,2 ὃ ἠδύνατο γενέσθαι ἡ ὕλη, ἀλλ’ οὐ πολλά. ὡς γὰρ ὁ σῖτος δυνάμει ὢν ἄσταχυς ἐξ αὐτοῦ μόνος ὁ ἄσταχυς γίνεται, οὐκέτι δὲ καὶ ἄμπελος ἢ ἐλαία, οὕτως εἰ ἦν ἡ ὕλη μία, ἓν ἂν ἦν τὸ γεγονός, καὶ οὐ τὸ τυχὸν ἀλλ’ ὃ ἦν δυνάμει. ταῦτα εἰπὼν ὥσπερ συμπέρασμα τῶν λεχθέντων ἐπήγαγε τὸ τρία δὴ τὰ αἴτια καὶ αἱ ἀρχαί, ὕλη εἶδος στέρησις.

“但人们可能会质疑,生成究竟出于何种非存在。” 他以完全混乱、杂糅、既无秩序也不连贯的方式引出本卷中所说的内容,这全无其他原因,只是出于他从一开始就故意采取的晦涩。因为他既然在上面说过,生成之物不仅出于存在,而且出于非存在,并且在其中插入了许多内容,在此他便陈述了他在彼处提及那些事物的理由,实际上是说:“我绝非附带地在彼处提及那些事物,而是出于必然。”因为人们可能会质疑,既然非存在有三种说法:一种方式是假,正如存在是真;另一种方式是在任何方面以任何方式都不存在;另一种方式是在潜能中存在,那么生成究竟出于这其中的哪一种。在以存疑的方式发问之后,他回答说:“如果确有在潜能中的存在”,也就是说,如果存在某种在潜能中的非存在,生成就将出于它。然而这话表达得不够完整,我以为这是因为他不久前对此已有清楚说明。但我以为必须在思想中补充“在现实中是非存在,但在潜能中是存在”,以使整句话成为这样:“如果确有在现实中是非存在、但在潜能中是存在者,生成就将出于此。”让我们通过实例把所言阐明:水在现实中是非空气,在潜能中则是空气。然而,并非一切事物都出于任意的在现实中为非存在但在潜能中为存在者,而是人出于人的精子和经血,橄榄树出于另一种,葡萄树出于又一种。既然如我们所说,不同的事物出于不同的事物,阿那克萨哥拉说“万物曾结合在一起”,即曾有万物从中生成的质料,就是不够充分的,他本应当说明何种事物出于何种质料。因为事物不仅在形式上有所不同,在质料上也有所不同。因为对人而言质料是血肉和骨骼,对雕像而言是青铜,对青铜而言是水,对另一事物而言则是另一种质料。因为若不是对于每一事物而言直接质料几乎是无限多样的(因为除了单纯物体之外,没有任何事物出于无形式的质料),整个世界就将是一;因为既然作为造作因的理智是一,如果对于每一事物而言直接质料也是单一的,生成之物就会是一。因为“质料在潜能中所是的那一事物在现实中生成了”这句话表明,质料所能够成为的一者本会生成,而不是众多事物生成。因为正如在潜能中是麦穗的小麦,出于自身仅能生成麦穗,而绝不能生成葡萄树或橄榄树,同样,如果质料是一,生成之物就会是一,而且不是任意之物,而是它在潜能中所是之物。说了这些之后,他如同对所说之事的总结一般,接着写道:“因此原因和本原有三:质料、形式、缺失。”

§12.7

"Μετὰ ταῦτα ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος." Ἐλλείπει τῇ λέξει τὸ δεῖ δεῖξαι, ἵνα ᾖ τὸ ὅλον τοιοῦτον ‘μετὰ ταῦτα δεῖ δεῖξαι ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος.’3 καὶ ὅτι μὲν ἡ πρώτη καὶ ἀνείδεος ὕλη οὐ γέγονε, δέδειχεν ἐν τῷ τέλει τοῦ Α τῆς Φυσικῆς ἀκροάσεως· ὅτι δὲ οὐδὲ τὸ εἶδος, ἔδειξεν ἐν τῷ Ζ ταύτης τῆς πραγματείας. καὶ τάχα ἐπειδὴ εἶπεν ὅτι τρεῖς εἰσιν αἱ ἀρχαί, ὕλη εἶδος στέρησις, ἐξ ἀκολουθίας τοῦτο ζητεῖ, πότερον γίνονται ἢ οὔ. δείκνυσι δὲ αὐτὸ πάνυ διὰ βραχέων, διὰ τὸ ἐν τῷ Ζ διεξοδικῶς αὐτὸ δεῖξαι. δεῖ οὖν, φησί, δεῖξαι ὅτι οὐ γίνεται ἡ ὕλη καὶ τὸ εἶδος τὰ ἔσχατα· τὸ δὲ ἔσχατα πρόσκειται ὅτι οἱ τέσσαρες χυμοὶ ὕλη ὄντες Σωκράτους γεγόνασιν, ἀλλ’ οὐκ εἰσιν ἡ ἐσχάτη καὶ ἀνείδεος ὕλη. πάλιν ἐστὶν ἡ σὰρξ εἶδός τι ἀλλ’ οὐ τὸ ἔσχατον, ἀλλ’ ὁ Σωκράτης ἐστὶ τὸ ἔσχατον. οὕτως οὖν προσδιορισάμενος ποίαν ὕλην καὶ ποῖον εἶδος οὔ φησι γενέσθαι, δείκνυσι τὸ προκείμενον, λέγων, εἰ οὐ μόνον ὁ χαλκὸς γίνεται στρογγύλος ἀλλὰ καὶ τὸ στρογγύλον ἤτοι τὸ εἶδος, εἰς ἄπειρον ἔσται ἡ ἄνοδος· ἔσται γάρ τι ὑποκείμενον τῇ στρογγυλότητι· πᾶν γὰρ ἐξ ὑποκειμένου τινὸς γίνεται. καὶ πάλιν περὶ τοῦ ὑποκειμένου τῇ στρογγυλότητι ὁ αὐτὸς λόγος, πότερον γίνεται ἢ οὔ. εἰ μὲν γὰρ γίνεται, ἔσται κἀκείνῳ ὑποκείμενόν τι, καὶ τοῦτο εἰς ἄπειρον. πάλιν εἰ γίνεται ὁ χαλκὸς ἐξ ὑγρᾶς ἀναθυμιάσεως καὶ αὕτη ἐξ ὕδατος καὶ τοῦτο ἐκ τῆς ἀνειδέου ὕλης κἀκείνη ἐξ ἄλλου, εἰς ἄπειρον ἔσται ἡ ὁδός, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ἐν τῷ ἐλάττονι Α τῆς προκειμένης πραγματείας.

“在此之后,质料和形式都不生成。” 在文句中省略了“必须表明”,以使整句话成为这样:“在此之后,必须表明质料和形式都不生成。”而第一且无形式的质料不曾生成,他在《物理学讲义》第一卷末尾已经证明了;形式也不生成,他在本著作的第七卷中已经证明了。大概因为他说过本原有三(质料、形式、缺失),依照承接关系他探究这一点:它们究竟生成还是不生成。他对此论证得极为简要,因为他在第七卷中对此已有详尽的论证。因此他说,必须表明究极的质料和形式是不生成的;添加“究极的”是因为四体液作为苏格拉底的质料是生成了的,但它们并不是究极且无形式的质料。同样,肉是某种形式,但不是究极的形式,唯有苏格拉底才是究极的形式。因此,在限定了究竟指何种质料与何种形式不生成之后,他论证了所提议的主题,说:如果不仅青铜变成圆的,而且圆即形式本身也生成,那么向上追溯将陷入无穷;因为对于圆而言将存在某种底层基质;因为一切事物都出于某种底层基质。对于圆的底层基质,同样的话题再次出现:它究竟生成还是不生成。因为如果生成,对于它也将存在某种底层基质,如此以至无穷。同样,如果青铜出于湿蒸气,而湿蒸气出于水,水出于无形式的质料,而那质料又出于另一种事物,这个进程将陷入无穷,而这是不可能的;因为这在本著作的小阿尔法卷中已经证明过了。

语法注3 条
  1. 12.6εἰπὼν γὰρ ἄνωθεν ὅτι τὰ γινόμενα οὐ μόνον ἐξ ὄντος γίνεται ἀλλὰ καὶ ἐκ μὴ ὄντος, καὶ μεταξὺ πολλὰ παρεμβαλών, ἐνταῦθα τὴν αἰτίαν δι’ ἣν ἐκείνων ἐκεῖσε ἐμνήσθη τίθησι

    句子的核心骨架是由前置的两个分词短语 εἰπὼν ... καὶ ... παρεμβαλών(“在陈述了……并在其中插入了……之后”)引导主语(亚里士多德)的动作,进而落到主句的主动词 τίθησι(“陈述/提示”)。ἐκείνων 是由 ἐμνήσθη 所支配的属格,指代前文提及的论点。

  2. 12.6τὸ γὰρ ἐκεῖνο ἐγένετο ἐνεργείᾳ, οὗ ἡ ὕλη ἦν δυνάμει, δηλωτικόν ἐστι τοῦ ἓν ἂν ἐγεγόνει

    由冠词 τὸ 引出的结构将亚里士多德原文(1069b30)的整句引用“ἐκεῖνο ἐγένετο ἐνεργείᾳ, οὗ ἡ ὕλη ἦν δυνάμει”名词化,作为主语,谓语是 δηλωτικόν ἐστι。关系代词 οὗ 为属格补足语,意为“质料在潜能中所是的那个事物(ἐκεῖνο)”。后面的 τοῦ ἓν ἂν ἐγεγόνει 则是将一个非现实条件句的后分句名词化,作为 δηλωτικόν 的补足语。

  3. 12.7Ἐλλείπει τῇ λέξει τὸ δεῖ δεῖξαι, ἵνα ᾖ τὸ ὅλον τοιοῦτον ‘μετὰ ταῦτα δεῖ δεῖξαι ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος.’

    注释者对引文句法的说明。由于引文“Μετὰ ταῦτα ὅτι...”缺乏主要述谓,注释者指出此处省略(ἐλλείπει)了 δεῖ δεῖξαι(“必须表明”),从而 ὅτι 从句应当作其宾语从句来解读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:673.33-675.16