← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§672.22-673.32

从潜能到现实的变化与质料的种类

亚历山大注解了亚里士多德《形而上学》Lambda卷第2章(1069b15–24),阐述了一切变化皆从潜能的存在向现实的存在过渡,指出阿那克萨哥拉等前人只是模糊地触及了质料,并进一步解释了一切可变之物皆有质料,但可毁灭物与不灭的天体拥有不同性质的质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.4

" Ἐπεὶ δὲ διττὸν ὂν μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει ὄντος." Ταῦτα πάντα ἅ τε προερρήθη καὶ τὰ λεχθησόμενα ἀκριβῶς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει, μέμνηται δὲ τούτων ἐνταῦθα δι’ ἃς εἴπομεν ἀρχόμενοι τοῦ βιβλίου αἰτίας. ἐπεὶ τὸ ὂν διττὸν δυνάμει καὶ ἐνεργείᾳ (τὸ γὰρ ὕδωρ ἐνεργείᾳ ὂν ὕδωρ δυνάμει ἐστὶν ἀήρ), μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ· καὶ οὔτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται τὰ γινόμενα οὔτε πάλιν τὸ ὂν γίνεται, ἀλλ’ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος. ἡ γὰρ ὕλη ὂν μέν ἐστι καθ’ αὑτήν, μὴ ὂν δὲ διὰ τὴν ἐν αὐτῇ στέρησιν, καὶ ὁ Σωκράτης ἐστὶ μὲν ὄν, ἀλλὰ καὶ μὴ ὂν διὰ τὴν ἐν αὐτῷ ἑτερότητα· ἕτερος γὰρ ὢν ἵππου ἐστὶ μὴ ὄν· οὐ γάρ ἐστιν ἵππος. ὥστε πάντα τὰ γινόμενα καθ’ αὑτὸ μὲν γίνεται ἐξ ὄντος, κατὰ συμβεβηκὸς δὲ ἐκ μὴ ὄντος· τὸ γὰρ λευκὸν γίνεται ἐκ μὴ λευκοῦ, ὅπερ μὴ λευκὸν καθ’ αὑτὸ μέν ἐστιν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὄν· συμβέβηκε γὰρ αὐτῷ μὴ εἶναι λευκῷ.1 καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· τῷ γὰρ ὕδατι συμβέβηκε μὴ εἶναι ἀέρι καὶ τῷ Καλλίᾳ μὴ εἶναι ἵππῳ. οὐ μόνον δέ, φησίν, ἐξ ὄντος μὲν γίνεται τὰ γινόμενα, κατὰ συμβεβηκὸς δὲ μὴ ὄντος, ἀλλὰ καὶ ἀναστρέψαντί ἔστι λέγειν,2 ἐξ ὄντος μὲν δυνάμει, ἐνεργείᾳ δὲ μὴ ὄντος· τὸ γὰρ ὕδωρ ἐξ οὗ ὁ ἀὴρ γίνεται, ἐνεργείᾳ μὴ ὄν ἐστιν· οὔπω γάρ ἐστιν ἀήρ. ὥστε ἐνεργείᾳ ἐστὶ μὴ ἀὴρ ἤτοι μὴ ὄν, δυνάμει δὲ ἀὴρ ἤτοι ὄν. οὕτως οὖν ἀναπτύξας ἡμῖν τί ποτέ ἐστι τὸ γινόμενον καὶ μεταβάλλον ἐξ εἴδους εἰς στέρησιν καὶ ἐκ ταύτης εἰς ἐκεῖνο, ὅτι ἡ ὕλη ἐστίν, ἐπήγαγε καὶ τοῦτό ἐστι τὸ Ἀναξαγόρου ἕν, δυνάμει λέγων ὅτι ὅταν ὁ Ἀναξαγόρας λέγῃ ὡς ἦν ὁμοῦ πάντα χρήματα καὶ ἓν ἦν τὸ πᾶν, ὁ δὲ νοῦς ἤρξατο ἀπὸ ἀρχῆς τινος ταῦτα διαχωρίζειν, ἐνδείκνυται ὡς ὠνείρωττε μὲν τὴν ὕλην, οὐ κατέλαβε δέ, καὶ ἐπὶ τούτῳ οὐδὲ σαφῶς ἡμᾶς ταύτην ἐδίδαξε. βέλτιον οὖν, φησί, λέγειν ὅτι ἐξ ἑνὸς μὲν γίνεται πάντα, δυναμένου τοῦ ἑνὸς εἰς πάντα μεταβάλλειν, εἶτα καὶ σαφηνίζειν ὅτι τοῦτο τὸ ἓν ἡ ὕλη ἐστίν, ἤπερ λέγειν ὅτι ἦν ὁμοῦ πάντα χρήματα· τίς γὰρ ἀκούων ὅτι ἦν ὁμοῦ πάντα, δύναται νοεῖν ὅτι αὕτη ἡ φωνὴ τῆς ὕλης ἐστὶ δηλωτικὴ τῆς δυνάμει πάντα οὔσης; ὡς οὖν Ἀναξαγόρας διὰ τοῦ λέγειν ὡς ἦν ὁμοῦ πάντα τὴν ὕλην ἐφαντάσθη μέν, οὐκ ἔγνω δέ, οὕτω καὶ Ἐμπεδοκλῆς ἐκ τοῦ μίγματος λέγων γενέσθαι τὰ τῇδε (λέγοι δ’ ἄν μῖγμα τὸν σφαῖρον) τὴν ὕλην ἐφαντάζετο· μὴ δυνηθεὶς δὲ ἅψασθαι αὐτῆς, ἀντὶ τοῦ λέγειν ἐξ ὕλης, ἔλεγεν ὅτι ἐκ τοῦ μίγματος ἔστι τὰ τῇδε. ἀλλὰ καὶ ὁ Δημόκριτος διὰ τοῦ “ἦν ὁμοῦ πάντα δυνάμει” ἐμφαίνει ὡς ἔσχεν ἀμυδρῶς ἔννοιαν τῆς ὕλης· τὸ γὰρ ἦν ὁμοῦ πάντα δυνάμει ἴσον ἐστὶ τῷ ἔστιν ἐν ἡμῖν, ὃ δύναται πάντα.

“而既然存在是双重的,一切事物都是从潜能的存在中变化的。” 所有这些事物,无论是之前所言还是之后将言,都已在《物理学》中被精确地论述过,而他在此提及它们,则是出于我们在本卷卷首所说明的原因。既然存在是双重的,即在潜能中与在现实中(因为水在现实中是水,在潜能中是空气),一切事物就都是从潜能中的存在变为现实中的[存在];生成之物既不出于在任何方面以任何方式都不存在者,另一方面存在者也不会生成,而是出于某种意义上存在而某种意义上不存在者。因为质料就自身而言是存在,但因其内部的缺失而为非存在;苏格拉底也是存在,但因其自身的相异性也是非存在;因为他由于不同于马而是非存在;因为他不是马。因此,一切生成之物就自身而言出于存在,但偶性地出于非存在;因为白出于非白,而这一非白就自身而言是存在,但偶性地是非存在;因为不是白乃是它的偶性。在其他事物上亦同样如此;因为不是空气是水的偶性,不是马是卡利亚斯的偶性。他说,不仅生成之物是出于存在者、偶性地出于非存在者,而且反过来说亦可表述为:出于在潜能中存在、但在现实中不存在者;因为空气从中生成的水,在现实中是非存在;因为它尚未是空气。因此在现实中它是非空气,即非存在,而在潜能中是空气,即存在。因此,在向我们阐明了从形式变为缺失以及从缺失变为形式的生成与变化之物究竟是什么(即质料)之后,他接着说“这也就是阿那克萨哥拉的一”,实际上是说,当阿那克萨哥拉说“万物曾结合在一起”,且全是一,而理智从某个开端开始将它们分离时,这表明他虽然梦想着质料,却没有把握它,因此也没有清楚地把质料教导给我们。因此他说,说万物出于一、且这一是能够变为万物的,进而阐明这一即是质料,比起说“万物曾结合在一起”,要好得多;因为谁在听到“万物曾结合在一起”时,能理解这句话指明了在潜能中即是万物的质料呢?正如阿那克萨哥拉通过说“万物曾结合在一起”虽想象到了质料却并不认识它一样,恩培多克勒说此界之物出于混合物(他所说的混合物大概是指球体),也是在想象质料;但他未能真正触及它,便不用“出于质料”,而是说此界之物是出于混合物。此外,德谟克利特也通过“万物在潜能中曾结合在一起”表明他模糊地拥有质料的概念;因为“万物在潜能中曾结合在一起”等同于“在我们之中存在着能够成为一切的事物”。

§12.5

"Πάντα δ’ ὕλην ἔχει ὅσα μεταβάλλει, ἀλλ’ ἑτέραν." Ζητήσας ἐν ταῖς ἀπορίαις πότερον μία ἐστὶ πάντων ἀρχὴ καὶ ἓν στοιχεῖον ἢ πλείω, διὰ τῶν λεγομένων τε καὶ παραδιδομένων ἐνταῦθα δείκνυσιν ὅτι οὐ μία, δείξει δὲ πάλιν ὅτι καὶ μία, ὥστε ἔσται πάντων καὶ μία ἀρχὴ καὶ οὐ μία. πῶς δέ, τὴν λέξιν ἐπερχόμενοι δείξομεν. πάντα οὖν τὰ αἰσθητὰ καὶ φθαρτὰ καὶ τὰ αἰσθητὰ καὶ ἄφθαρτα ὕλην ἔχει ἀλλ’ ἑτέραν. ἡ μὲν γὰρ τῶν φθαρτῶν ὕλη δύναται μεταβάλλειν ἐξ ἄλλου εἴδους εἰς ἄλλο, διὸ καὶ καλέσοι ἄν τις αὐτὴν φθαρτήν· ἡ δὲ τῶν ἀγενήτων ὕλη οὐ τοιαύτη, ἀλλὰ μόνον κινητή ἐστι κατὰ φοράν· ὁ γὰρ ἥλιος νῦν ἐν ὑδροχόῳ ὢν ἔσται μετ’ ὀλίγον ἐν τοῖς ἰχθύσιν.

“凡变化之物皆有质料,但有不同的质料。” 在难题篇中探讨了一切事物的本原是一且元素是一,还是有多个之后,他通过此处所说和传授的内容表明本原不是一个,但随后他又将表明本原也是一个,从而一切事物的本原既是一个又不是一个。至于如何如此,我们将在研读原文时予以说明。因此,所有可感且可毁灭之物以及可感且不灭之物皆有质料,但有不同的质料。因为可毁灭之物的质料能够从一种形式变为另一种形式,因此人们也可以称之为可毁灭的;但不生之物的质料并非如此,而只是依空间位移是可运动的;因为太阳现在在水瓶座,不久之后将在双鱼座。

语法注2 条
  1. 12.4μὴ εἶναι λευκῷ

    依附于非人称动词 συμβέβηκε 的不定式 εἶναι 的谓词形容词受到前置与格代词 αὐτῷ 的吸引而呈现为与格 λευκῷ,而非通常的宾格(λευκόν)。其后的短语 μὴ εἶναι ἀέρι 和 μὴ εἶναι ἵππῳ 亦遵循相同的与格吸引。

  2. 12.4ἀναστρέψαντί ἔστι λέγειν

    与表示可能的非人称动词 ἔστι(“可以/可能”)及不定式 λέγειν 连用,不定过去时与格分词 ἀναστρέψαντι(“对于倒转/转换[命题]者而言”)充当表示逻辑主体或参考点的与格,意为“颠倒过来[调换主谓]表述亦是可能的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:672.22-673.32