- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:671.22-672.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者针对亚里士多德关于可感实体是可变的论述(1069b3),依据《物理学》的学说论证了为何一切变化不仅需要对立面,还需要第三者即作为底层的质料。
" Ἡ δ’ αἰσθητὴ οὐσία μεταβλητή." Ἦν ἂν τὰ λεγόμενα σαφέστερα, εἰ ἀντὶ τοῦ ἡ δὲ αἰσθητὴ οὐσία μεταβλητὴ γεγραμμένον ἦν ἐπειδὴ δὲ ἡ αἰσθητὴ οὐσία μεταβλητή.1 εἰπὼν γὰρ ἀνωτέρω ὅτι αἱ οὐσίαι τρεῖς εἰσιν, ὧν ἡ μέν ἐστιν αἰσθητή, ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, ἐντεῦθεν ζητεῖ τίνα ἐστὶ τὰ στοιχεῖα τῶν τε αἰσθητῶν καὶ φθαρτῶν καὶ τῶν αἰσθητῶν καὶ ἀφθάρτων οὐσιῶν. λέγει οὖν ὅτι ἐπειδὴ ἡ αἰσθητὴ οὐσία μεταβλητή ἐστι, πᾶσα δὲ μεταβολὴ ἐκ τῶν ἀντικειμένων καὶ τῶν μεταξύ, οὐκ ἐκ τῶν τυχόντων δὲ ἀντικειμένων ἀλλ’ ἐκ τῆς οἰκείας ἀποφάσεως, ὡς ἐν τῷ Α τῆς Φυσικῆς παραδέδωκεν ἀκροάσεως (γίνεται γὰρ τὸ λευκὸν χρῶμα ἐκ μὴ λευκοῦ ἀλλ’ οὐκ ἐκ τοῦ τυχόντος· λέγεται γὰρ καὶ ἡ φωνὴ μὴ λευκή, ἀλλ’ οὐκ ἐξ αὐτῆς γίνεται τὸ λευκὸν χρῶμα, ἀλλ’ ἐκ τοῦ μὴ λευκοῦ χρώματος, ὅπερ ἐστὶν ἀπόφασις τοῦ λευκοῦ· καὶ ὁ μουσικὸς γίνεται ἐκ μὴ μουσικοῦ, ἀλλ’ οὐκ ἐκ τῆς οἰκίας· μὴ μουσικὸν γὰρ καὶ ἡ οἰκία· ἀλλ’ ἐκ τῆς οἰκείας ἀποφάσεως· καὶ ὁ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ἀλλ’ οὐκ ἐξ ἅπαντος, ἀλλ’ ἐκ τῆς οἰκείας στερήσεως· ὁμοίως τούτοις καὶ τὰ ἄλλα πάντα ὅσα γίνεται), ἐπεὶ οὖν πᾶσα μεταβολὴ ἢ ἐκ τῶν ἀντικειμένων γίνεται ἢ τῶν μεταξύ (γίνεται γὰρ καὶ ἐκ φαιοῦ λευκόν), τὸ δὲ ἀντικείμενον τῇ τοῦ ἀντικειμένου παρουσίᾳ οὐχ ὑπομένει οὐδὲ γίνεται αὐτῷ ὑποκείμενον (οὐδαμῶς γὰρ ὑπόκειται ἡ θερμότης τῇ ψυχρότητι, ἀλλὰ τῇ τοῦ ψυχροῦ παρουσίᾳ φθείρεταί γε καὶ οὐκ ἔστι τὸ θερμόν)· εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη εἶναι τρίτον τι,2 καὶ τοῦτό ἐστιν ἡ ὕλη, ἣ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἐκ ψυχροῦ εἰς θερμόν. ἐπειδὴ δὲ ἡ μὲν κίνησις ἐν τρισὶ κατηγορίαις οὖσα ἐδείχθη ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως, ποιῷ, ποσῷ, ποῦ, ἡ δὲ μεταβολὴ καὶ ἐν ταύταις καὶ ἐν τῇ οὐσίᾳ (τὸ γὰρ κατὰ τὸ τί τοῦ φυσικοῦ καὶ οὐσιώδους εἴδους ἐστὶ δηλωτικόν), καὶ γένεσις μὲν ἁπλῆ καὶ φθορά ἐστι κατὰ τόδε, τουτέστι μεταβολὴ κατὰ οὐσίαν (ἁπλῆν γὰρ γένεσιν τὴν τῶν οὐσιῶν ἐλέγομεν ἐν τῇ Περὶ γενέσεως), αὔξησις δὲ καὶ φθίσις ἡ κατὰ τὸ ποσόν, φορὰ δὲ μεταβολὴ ἡ κατὰ τόπον, ἀλλοίωσις δὲ μεταβολὴ κατὰ πάθος, οἷον θερμότητος, λευκότητος· ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, εἰς ἐναντιώσεις ἄρα καθ’ ἕκαστόν ἐστι πᾶσα μεταβολή, ἡ μὲν κατὰ ποσὸν μεταβολὴ εἰς τὴν κατὰ ποσὸν ἐναντίωσιν (αὕτη δ’ ἐστὶ τὸ μέγα καὶ μικρόν, ἢ τὸ τέλειον καὶ ἀτελές), ἡ δὲ κατ’ οὐσίαν μεταβολὴ εἰς τὴν κατ’ οὐσίαν ἐναντίωσιν (ἔστι δὲ αὕτη τὸ εἶδος καὶ ἡ στέρησις), καὶ αἱ λοιπαὶ μεταβολαὶ ὁμοίως. εἰ δὲ τοῦτο, ἀνάγκη εἶναι τρίτον τι τὴν ὕλην τὴν δυναμένην ἐξ εἴδους εἰς στέρησιν καὶ ἐκ στερήσεως εἰς εἶδος μεταβάλλειν· ὁμοίως καὶ ἐκ μεγάλου ἢ τελείου εἰς μικρὸν ἢ ἀτελές.
“可感实体是可变的。” 如果把“可感实体是可变的”写成“而既然可感实体是可变的”,所说的内容就会更清楚。因为在上面讲过实体有三类,其中一种是可感的,必然要把握它的元素,他从这里开始探究可感且可毁灭的实体以及可感且不灭的实体的元素是什么。因此他说,既然可感实体是可变的,而一切变化都出于对立物与中间物,但并非出于随意的对立物,而是出于其本己的否定,正如他在《物理学》第一卷中所传授的那样(因为白色出于非白,但并非出于随意的非白;因为声音也被称为非白,但白色并不是从声音中产生的,而是从作为白色的否定的非白色中产生的;有教养的人出于无教养的人,但不出于房屋,因为房屋也是非教养的,而是出于其本己的否定;人出于非人,但并非出于任何事物,而是出于其本己的缺失;与这些类似,所有其他生成之物也是如此);既然一切变化要么出于对立物,要么出于中间物(因为白也出于灰),而对立物在对立物临在时既不能持久留存,也不能成为底层于它的主体(因为热绝不会底层于冷,反而在冷的临在下遭到毁灭,热者便不复存在)——如果这些确实如此,就必然存在第三种东西,而这就是质料,它从热变为冷,并从冷变为热。另一方面,由于在《物理学》第五卷中已表明运动存在于三个范畴中,即质、量、何处,而变化既存在于这些范畴中,又存在于实体中(因为依据“是什么”的东西表明了自然的和实体的形式),并且无条件的生成与毁灭是依据“这个”,即依据实体的变化(因为我们在《论生成与毁灭》中将实体的生成称为无条件的生成),而增长与缩减是依据量的变化,空间位移是依据位置的变化,异质是依据性质状态的变化,例如热与白;因此,既然这些确实如此,那么一切变化在每一情形下都是朝向对立进行的:依据量的变化朝向依据量的对立(这即是大与小,或完全与不完全),依据实体的变化朝向依据实体的对立(这即是形式与缺失),其余的变化亦同样如此。而如果这样,就必然存在第三种东西即质料,它能够从形式变为缺失,并从缺失变为形式;同样也能从大或完全变为小或不完全。
- 12.3Ἦν ἂν τὰ λεγόμενα σαφέστερα, εἰ ἀντὶ τοῦ ἡ δὲ αἰσθητὴ οὐσία μεταβλητὴ γεγραμμένον ἦν ἐπειδὴ δὲ ἡ αἰσθητὴ οὐσία μεταβλητή.
归结句带有 ἄν 的未完成过去直陈式(ἦν ἄν)与条件句的过去完成被动态(γεγραμμένον ἦν)构成的反事实条件句。注疏者在此指出句法逻辑上的衔接:亚里士多德的原文虽作独立分句,但逻辑上实为原因从句(“既然可感实体是可变的……”),顺承前文探究实体元素的主旨。
- 12.3λέγει οὖν ὅτι ἐπειδὴ ἡ αἰσθητὴ οὐσία μεταβλητή ἐστι ... εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη εἶναι τρίτον τι
长句的核心骨架。在由主动词 λέγει οὖν ὅτι 引导的间接引语中,接连包含原因从句(ἐπειδή...)、多个插入性例证与由 ἐπεὶ οὖν... 引导的重述,最终引出作为核心论断的条件句结论(εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη εἶναι τρίτον τι)。
