- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:670.8-671.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《形而上学》卷Λ第1章中将实体划分为三类(可毁灭的可感实体、永恒的可感实体和不动的理智实体)的论述,厘清了句法脉络,并解释了将普遍者设为实体的当代人与将个别者设为始基的古人之间的对比。
" Οἱ μὲν οὖν νῦν τὸ καθόλου οὐσίας μᾶλλον τιθέασι. p. 1069 a "Δείξας ὅτι ἡ οὐσία προτέρα τῶν ἄλλων ἐστὶ καὶ ἐπὶ τούτῳ ἡ σοφία ὡς πρώτη τῶν ἄλλων ἁπασῶν τὰς τῶν οὐσιῶν ἀρχὰς καὶ αἴτια ζητεῖ, λέγει ἀκολούθως τίνες τινὰ τῶν ὄντων οὐσίας εἶναι ὑπελάμβανον, καί φησιν οἱ μὲν οὖν νῦν ὄντες μᾶλλον εἶναι οὐσίας φασὶ τὰ καθόλου, καὶ τίνα ἐστὶ τὰ καθόλου ἐπάγει· τὰ γὰρ γένη, φησί, καθόλου, ἃ καὶ ἀρχὰς καὶ οὐσίας ἀποφαίνονται, διὰ τὸ λογικῶς καὶ κενῶς ζητεῖν· καταλελοιπότες γὰρ τὰ πράγματα καὶ τὰ κυρίως ὄντα τὴν ζήτησιν ἐποιοῦντο περὶ τὰ μὴ ὄντα· τὰ γὰρ καθόλου μὴ ὄντα· τῇ ἐπινοίᾳ γὰρ ἔχει τὸ εἶναι. οἱ μὲν δὴ νῦν οὐσίας τὰ καθόλου φασίν. καὶ οὐκ ἂν διὰ τούτων αἰνίττοιτο τὸν Πλάτωνα (οὐκ ἔστι γὰρ αὕτη τοῦ Πλάτωνος ἡ δόξα), ἀλλὰ λέγοι ἂν ἄλλους περὶ τοὺς αὐτοὺς αὐτῷ ὄντας χρόνους. οἱ δὲ πάλαι τοὐναντίον οὐσίας ἔλεγον τὰ καθ’ ἕκαστα· ὁ μὲν Ἡράκλειτος οὐσίαν καὶ ἀρχὴν ἐτίθετο τὸ πῦρ, Παρμενίδης δὲ ἐν τοῖς πρὸς δόξαν πῦρ καὶ γῆν, Θαλῆς ὕδωρ, καὶ ἄλλος ἄλλο. τὸ δὲ κοινὸν καθόλου σῶμα τὸ κατὰ παντὸς σώματος κατηγορούμενον οὐδεὶς εἶπεν ἀρχήν. Ταῦτα εἰπὼν λέγει ὅτι αἱ οὐσίαι τρεῖς εἰσι, κἂν ἄλλοι ἄλλως περὶ αὐτῶν ἐδόξασαν, καὶ τίνες αὗται καταλέγει. μία μέν, φησίν, οὐσία ἐστὶν ἡ αἰσθητή, ἣν ἅπαντες εἶναι ὁμολογοῦσι· τὴν γὰρ νοητὴν καὶ θείαν πολλοὶ μὴ εἶναι ἀνοήτως ἀπεφήναντο, ὧν εἷς ἦν Ἵππων ὁ ἄθεος ἐπικληθείς· οὗτος γὰρ παρὰ τὴν αἰσθητὴν φύσιν οὐδὲν ἔφασκεν εἶναι. μία μὲν οὖν ἐστιν οὐσία ἡ αἰσθητή, ἣν ἅπαντες ὁμολογοῦσι· ταύτης δὲ τῆς αἰσθητῆς ἡ μέν ἐστι φθαρτή, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα, ἡ δέ ἐστιν ἀΐδιος, οἷον αἱ σφαῖραι καὶ οἱ ἐν αὐταῖς ἀστέρες. τὸ δὲ ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλὰ οὐ τῆς ἀϊδίου οὐσίας λέγει, ἀλλὰ τῆς οὐσίας τῆς αἰσθητῆς,1 ἥτις καὶ κατὰ τῶν φθαρτῶν καὶ κατὰ τῶν ἀφθάρτων κατηγορεῖται σωμάτων. ταύτης δὴ τὰ στοιχεῖα ζητητέον· ὥσπερ γὰρ τῶν ζῴων ἐστὶ στοιχεῖα καὶ τῶν φυτῶν ἡ ὑποκειμένη αὐτοῖς ὕλη, οὕτω καὶ τῶν σφαιρῶν καὶ τῶν ἐν αὐταῖς ἀστέρων ἐστὶ στοιχεῖον τὸ ὑποκείμενον αὐτοῖς, αὐτὸ δὴ τὸ πέμπτον σῶμα. δύο μὲν οὖν οὐσίαι αὗταί εἰσι, τρίτη δὲ ἡ νοητὴ ἀΐδιος οὖσα καὶ ἀκίνητος, ἣν καί φασί τινες χωριστὴν καὶ ἑτέραν τῶν τῇδε. ἀλλὰ καὶ ταύτην οἱ μέν, ὥσπερ Πλάτων, εἰς δύο διαιροῦσιν, εἴς τε τὰ μαθηματικά (χωριστὰ γὰρ καὶ καθ’ αὑτὰ εἶναι τὰ μαθηματικὰ ὁ Πλάτων ἔλεγε) καὶ τὰ εἴδη ἤτοι τὰς ἰδέας· τινὲς δὲ τῶν Πυθαγορείων τὰ μαθηματικὰ καὶ τὰ εἴδη εἰς μίαν φύσιν ἐτίθεντο, μηδὲν διαφέρειν λέγοντες τὰ μαθηματικὰ τῶν ἰδεῶν· ἄλλοι δὲ τούτων ἤτοι τῶν Πυθαγορείων (οὐ γὰρ πάντες οἱ Πυθαγόρειοι τῆς αὐτῆς γεγόνασιν αἱρέσεως) τὰ μαθηματικὰ μόνον εἶναι ἔλεγον, τὰς ἰδέας μὴ προσηκάμενοι. εἰπὼν οὖν ὅτι τρεῖς εἰσιν αἱ οὐσίαι ἐπάγει, ἐκεῖναι μέν (λέγων ἐκείνας τήν τε αἰσθητὴν καὶ φθαρτὴν οὐσίαν καὶ τὴν αἰσθητὴν καὶ ἄφθαρτον) τῇ φυσικῇ ὑπόκεινται, καὶ τὴν αἰτίαν συντόμως ἐπῆξε· μετὰ κινήσεως γάρ, φησίν, εἰσίν· ἐν οἷς γάρ ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, τῆς φυσικῆς ἐστι τὸ περὶ αὐτῶν σκοπεῖν. ἡ δὲ νοητὴ καὶ θεία οὐσία οὐ τῆς φυσικῆς ἀλλὰ τῆς προκειμένης φιλοσοφίας. καὶ τοῦ μὴ τῆς φυσικῆς εἶναι τὸ περὶ αὐτῆς θεωρεῖν τὴν αἰτίαν τέθεικε διὰ τοῦ εἰ μηδεμία αὐτοῖς ἀρχὴ κοινή, ὅπερ ἴσον ἐστὶ τῷ ἐπειδὴ οὐδαμῶς κατ’ οὐδὲν ἡ αἰσθητὴ οὐσία κοινωνεῖ τῇ νοητῇ,2 οὐδέ ἐστί τις αὐταῖς ἀρχὴ κοινή, οὐκ ἂν εἴη τῆς φυσικῆς τὸ περὶ αὐτῆς θεωρεῖν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια οἶμαι ὅτι τοιαύτη τίς ἐστιν· τὸ δὲ ἐν ἀρχῇ τῆς λέξεως συνεχὲς τοιοῦτον· οὐσίαι δὲ τρεῖς, μία μὲν αἰσθητή, ἣν πάντες ὁμολογοῦσιν, ἧς καὶ ἀναγκαῖον τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλά· εἶτα τὸ ἧς, δηλονότι αἰσθητῆς, ἡ μέν ἐστι φθαρτὴ ἡ δὲ ἀΐδιος.
“因此如今的人更将普遍者置于实体的地位。p. 1069 a”在指明了实体先于其他事物,并由于这一点,智慧作为先于所有其他者居首位的学问探究实体的始基与原因之后,他接着谈及何人曾将何种存在者设想为实体;他说,如今的人更倾向于说普遍者是实体,并且他进而补充普遍者是什么。他说,因为属是普遍的,由于以辨难的方式且空洞地进行探究,他们也断言它们是始基与实体。因为他们舍弃了具体事实与严格意义上的存在者,围绕非存在者展开了探究;因为普遍者是非存在者,它们的存在仅在于思想之中。因此,如今的人确实称普遍者为实体。他通过这些话不可能是在暗指柏拉图(因为这并不是柏拉图的观点),而应当是在指与他同处同时代的其他人。古代的人则相反,称个别者为实体:赫拉克利特将火定为实体与始基,巴门尼德在论及意见的部分中定为火与土,泰勒斯定为水,其他人则各定为其他。但谁也没有将述说于一切物体之上的共同的普遍物体称为始基。在讲了这些之后,他说实体有三类,即使其他人对它们有不同的看法,并且他列举出这三类是什么。他说,第一种实体是可感实体,所有人都承认它存在;因为关于理智的与神圣的实体,许多人曾愚昧地断言其不存在,其中之一便是被称为无神论者的希波,因为此人断言在可感自然之外不存在任何东西。因此,一种实体是可感实体,所有人对此都一致认同;而在这种可感实体中,一部分是可毁灭的,例如植物与动物,另一部分是永恒的,例如诸天球及其中的诸星辰。而“必然要把握其元素,无论是一个还是多个”这句话,他所指的并非永恒实体,而是既述说于可毁灭物体又述说于不灭物体的可感实体。因此,必须探究它的元素;因为正如动物与植物的元素是作为它们底层的质料一样,对于诸天球及其中的诸星辰而言,其元素就是底层于它们的东西,即第五种物体本身。因此,这是两种实体;而第三种是理智实体,它是永恒且不动的,有人也称它是与此地之物分离且相异的。但是甚至对于这一种,有人就像柏拉图那样,将其划分为二:划分为数学对象(因为柏拉图说数学对象是分离的且就其自身而存在)与形式即理念;而某些毕达哥拉斯学派的人则将数学对象与形式归为同一种自然,说数学对象与理念毫无差别;而这些人中即毕达哥拉斯学派的其他人(因为并非所有毕达哥拉斯学派都属于同一门派)则不接纳理念,说唯有数学对象存在。既然已经说了实体有三类,他便补充道:“前者”(他以“前者”指称可感且可毁灭的实体以及可感且不灭的实体)“从属于自然哲学”,并且他简明扼要地给出了原因:他说,“因为它们伴随着运动”;因为在那些具有运动与静止的始基之物中,考察它们乃是自然哲学的事。而理智与神圣的实体不属于自然哲学,而属于当面的哲学。关于对它的沉思为何不属于自然哲学,他通过“如果它们没有任何共同的始基”这一句定下了原因,这句话等同于:“既然可感实体绝不在任何方面与理智实体有所共有,它们也没有任何共同的始基,那么沉思它便不属于自然哲学。”因此,所说之话的含义,我认为大致就是这样;而在文本开端的句法连贯性则是如此:“实体有三类:一种是可感的,所有人都认同它,并且必然要把握它的元素,无论是一个还是多个”;然后“它的”,显然是指可感实体的,“一部分是可毁灭的,另一部分是永恒的”。
- 12.2τὸ δὲ ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλὰ οὐ τῆς ἀϊδίου οὐσίας λέγει, ἀλλὰ τῆς οὐσίας τῆς αἰσθητῆς
关于亚里士多德原文中关系代词 ἧς(属格单数阴性)的先行词判定。尽管在语法上它看似紧接修饰前项“永恒的[实体]”(ἡ δ’ ἀΐδιος),但亚历山大明确判定其先行词应为上位范畴即整体的“可感实体”(τῆς οὐσίας τῆς αἰσθητῆς)。
- 12.2διὰ τοῦ εἰ μηδεμία αὐτοῖς ἀρχὴ κοινή, ὅπερ ἴσον ἐστὶ τῷ ἐπειδὴ οὐδαμῶς κατ’ οὐδὲν ἡ αἰσθητὴ οὐσία κοινωνεῖ τῇ νοητῇ
对条件从句 εἰ μηδεμία αὐτοῖς ἀρχὴ κοινή 的功能解读。虽然字面上是由 εἰ 引导的假设从句,但亚历山大将其等同于表示事实原因的前提从句 ἐπειδή(“既然/鉴于”)。
