- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:669.17-670.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释家解释了亚里士多德关于实体优先于其他范畴的论证,指出非实体范畴仅仅是依存实体的性相而无法独立分离存在,并说明古代哲人探究实体的始基亦证明了其实在的优先性。
ὡς δὲ ἐπὶ τούτων, καὶ ἐπὶ τῆς ξυμπάσης αἰσθητῆς οὐσίας καὶ τῶν ἐννέα κατηγοριῶν. καὶ γὰρ ἐπὶ τούτων τῆς ἀπὸ τῆς αἰσθητῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ καὶ τῶν λοιπῶν ὁλότητος μέρος ἔσται ἡ οὐσία· ὁμοίως δὲ καὶ τὸ ποσὸν μέρος τοῦ ἐκ τῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τῶν ἄλλων1 ἀπογεννήματος. εἰπὼν δὴ ὅτι εἴτε ὡς ἕν τι καὶ μίαν τινὰ φύσιν ἑτέραν παρὰ ταύτας γινομένην τὰς δέκα φαντασθῶμεν κατηγορίας, εἴτε ἐφεξῆς, ἀμφοτέρως ἡ οὐσία πρώτη τῶν ἄλλων ἐστί, καὶ προσαποδείκνυσι λέγων ἅμα δ’ οὐδ’ ὄντα ἁπλῶς ὡς εἰπεῖν ταῦτα, λέγων ταῦτα τὰς παρὰ τὴν οὐσίαν κατηγορίας. αὐτὸς δὲ καὶ δηλῶσαι βουληθείς, τίνα ἐστὶ τὰ παρὰ τὴν οὐσίαν, ἐπήγαγεν, οἷον ποιότητες κινήσεις. ἔστι δὲ τὸ λεγόμενον δυνάμει· ὅλως γὰρ πῶς ἂν αἱ ἄλλαι κατηγορίαι πρῶται τῆς οὐσίας ὑπονοηθεῖεν, αἵτινες καθ’ αὑτὰ μὴ ὄντα εἰσί, λέγεται δὲ ὄντα καὶ ὀντότητος μετέχουσιν, ὅτι τῆς οὐσίας εἰσὶ πάθη. εἰ οὖν διὰ ταύτην εἰσὶν ὄντα καὶ τὸ εἶναι αὐταῖς αὐτὴ δίδωσι, φανερὸν ὅτι ἡ οὐσία πρώτη πασῶν αὐτῶν ἐστι. τὸ δὲ ἢ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ἴσον ἐστὶ τῷ2 ἀλλὰ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ὄντα λέγεται διὰ τὸ λευκὸν καὶ τὸ εὐθύ· φαμὲν γὰρ ὅτι ἔστιν οὐ λευκὸν καὶ ἔστιν οὐκ εὐθύ. ἐπεὶ οὖν τὸ λευκὸν καθ’ αὑτὸ μὴ ὂν ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει, τὸ δὲ μὴ λευκὸν στέρησις ὂν λευκοῦ διὰ τὴν ἕξιν ἤτοι τὸ λευκὸν ὂν καὶ ἔστι καὶ λέγεται, τοῦτο δεῖγμα λαμπρὸν τοῦ πρώτην εἶναι τῶν ἄλλων τὴν οὐσίαν. δι’ αὐτὴν γὰρ αἱ ἕξεις, οἷον λευκότητες θερμότητες, διὰ δὲ τὰς ἕξεις αἱ μὴ λευκότητες, μὴ θερμότητες ὄντα καὶ εἰσὶ καὶ προσαγορεύονται. ἔτι, φησίν, οὐδὲν τῶν ἄλλων χωριστόν ἐστι τῆς οὐσίας, ἀλλ’ ἐν αὐτῇ τὸ εἶναι ἔχει καὶ αὐτῆς δεῖται εἰς τὸ εἶναι. τὸ οὖν οὗ χωρὶς τὰ ἄλλα οὐκ ἔστιν, ἐκεῖνο δὲ τῶν ἄλλων, ἐκεῖνο πρότερόν ἐστιν ἐκείνων. ὅτι δὲ ἡ οὐσία προτέρα ἐστὶ τῶν ἄλλων συνίστησι καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας. καὶ ἐκεῖνοι γάρ, φησί, τῆς οὐσίας τὰς ἀρχὰς ἐζήτουν οὐδενὸς δὲ ἄλλου, ὡς οὔσης τῶν ἄλλων προτέρας· οὐδεὶς γὰρ τῶν πρώτων καὶ κυρίως ὄντων τὰς ἀρχὰς καταλιπὼν ζητεῖ τὰς τῶν ὑστέρων.
而正如在这些例子中一样,在所有可感实体与九个范畴中也是如此。因为在这些之中,实体也将是由可感实体、数量、性质及其余者所构成的整体的一部分;同样,数量也将是由实体、数量及其他者所生成的产物的一部分。既然已经说明,无论我们是将十个范畴想象为单一的事物以及某种有别于这些而生成的单一自然,还是想象为相继的,在这两种方式下实体都先于其他者居于首位,他便进而论证道:“同时,这些事物甚至可以说根本就不是存在者”,他以“这些事物”指称实体之外的诸范畴。而他自己为了表明实体之外的事物究竟是什么,补充道:“例如各种性质与运动”。所说之话的含蓄意义在于:总的来说,其他范畴怎么可能被设想为先于实体呢?它们就其自身而言并非存在者,而是因为它们是实体的性相,才被称为存在者并分有实存性。因此,如果正是由于它[实体],它们才是存在者,并且正是它自身赋予了它们存在,那么显而易见,实体先于它们全体而居首位。而“或者甚至非白与非直”这一句等于说:“但是甚至非白与非直也是由于白与直才被称为存在者;因为我们确实说有非白,并且有非直”。既然白就其自身而言并非存在者,而是从实体中获得其存在,而非白作为白的缺失,正是由于这种积极状态即白,才既存在又被称为存在者,这就是实体先于其他者居于首位的一个明证。因为正是由于它[实体],才有了诸如白与热等积极状态,而正是由于这些积极状态,非白与非热才作为存在者而既存在又被称呼。他说,此外,其他事物中没有一个是与实体可分离的,而是在实体中拥有其存在,并且为了存在而需要实体。因此,没有它其他事物便不存在、而它自身却[离开]其他事物[而存在]的那个东西,便先于它们。而实体先于其他事物,他也从古人的见证中予以确证。他说,因为他们也探究实体的始基而不探究任何其他事物的始基,正因它是先于其他事物的;因为没有人会舍弃居于首位且严格意义上的存在者的始基,而去探究后继者的始基。
- 12.1τὸ οὖν οὗ χωρὶς τὰ ἄλλα οὐκ ἔστιν, ἐκεῖνο δὲ τῶν ἄλλων
对比分句 ἐκεῖνο δὲ τῶν ἄλλων 属于典型的承前省略,紧承前半句 οὗ χωρὶς τὰ ἄλλα οὐκ ἔστιν 而省略了 χωρὶς ἔστιν(或 χωρὶς ὂν ἔστιν),属格 τῶν ἄλλων 受所省略的前置词 χωρίς 支配。此句直接体现了亚里士多德关于“本性上在先”(即它没有他物可以存在,而他物没有它则不能存在)的标准定义。
- 12.1τὸ δὲ ἢ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ἴσον ἐστὶ τῷ
中性单数冠词 τό 将所引述的短语 ἢ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθύ 整体名词化并作主语;谓语 ἴσον ἐστί 支配与格冠词 τῷ,后者引导注释家的解释性改写(ἀλλὰ καὶ...)。
