← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§668.2-669.17

第一实体的探究与实体的居先性

作为《形而上学》第12卷的导论,注解者阐明了探究第一且不动的始基这一全卷目的,并概述了始基理论;随后根据开篇引文论证了作为居首科学的智慧以第一实体为研究主题,以及实体在范畴关系中居于首位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.0

Ἐν τῷ παρόντι βιβλίῳ τῆς Μετὰ τὰ Φυσικά, ὃ λάμβδα τοῖς Περιπατητικοῖς ἐπιγράφειν σύνηθες,1 περὶ τῆς πρώτης καὶ ἀκινήτου ἀρχῆς τὸν λόγον ποιεῖται, δι’ ἣν καὶ ἅπασα αὕτη ἐκδέδοται ἡ πραγματεία. ἀλλ’ ἐπεὶ τὸ τῆς ἀρχῆς ὄνομα πολλαχῶς λέγεται (λέγεται γὰρ ἀρχὴ καὶ ἡ ὕλη καὶ τὸ εἶδος καὶ ἡ στέρησις), πρῶτον κεφαλαιωδῶς καὶ συντόμως τὰ περὶ αὐτῶν διαρθροῖ, ἵνα ἔναυλον ἔχοντες τὸν περὶ τούτων λόγον2 εὐμαρῶς γνῶμεν τὴν τῆς ζητουμένης ἀρχῆς πρὸς τὰς ἄλλας διαφοράν. ἄλλως τε ἐπειδὴ ἐν ταῖς ἀπορίαις πρὸς τοῖς ἄλλοις καὶ τὸ πότερον πάντων αἱ αὐταί εἰσιν ἀρχαὶ ἢ ἄλλων ἄλλαι ἐζητεῖτο, οὐ τετύχηκε δέ πω λύσεως, διὰ τοῦτο πάλιν τὸν περὶ τῶν αἰτίων προχειρίζεται λόγον, ἵνα δείξῃ ὅτι τρόπον μέν τινά εἰσι πάντων αἱ αὐταὶ ἀρχαί, τρόπον δέ τινα οὐκ εἰσίν.

在《形而上学》的当前这一卷中(漫步派学者习惯将其冠以《拉姆达》的名称),他展开了关于第一且不动的始基的论述,而整部著作正因这一始基而问世。但既然“始基”这一名称是就多种意义而言的(因为质料、形式以及缺失也都被称为始基),他首先概括且简明地阐明关于它们的内容,以便使我们在心中鲜活地存有关于这些的论述时,能够容易地认识所探究的始基与其他始基的差异。此外,既然在《诸疑难》中除其他问题外,也曾探究过是否一切事物的始基都是相同的,还是不同事物各有不同的始基,并且这尚未获得解答,正因如此,他再次着手进行关于原因的论述,以表明在某种方式上一切事物的始基是相同的,而在某种方式上则并非如此。

§12.1#1

"Περὶ τῆς οὐσίας ἡ θεωρία." Ἐπεὶ δέδεικται ὅτι ἡ προκειμένη ἐπιστήμη πρώτη πασῶν ἐστι τῶν ἄλλων, τῆς δὲ πρώτης καὶ τὸ ὑποκείμενον πρῶτον, ἔστι δὲ ἡ οὐσία πρώτη τῶν ἄλλων κατηγοριῶν, ἡ οὐσία ἂν εἴη τὸ ὑποκείμενον τῇ σοφίᾳ· καὶ ἐπεὶ πάλιν τῶν οὐσιῶν ἡ μέν ἐστι πρώτη ἡ δὲ δευτέρα, ἡ πρωτίστη ἂν εἴη τὸ ὑποκείμενον αὐτῇ. εἰπὼν δὲ ὅτι περὶ τῆς οὐσίας ἡ θεωρία, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν τῶν γὰρ οὐσιῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητοῦνται. ὁ γὰρ τὰς ἀρχὰς καὶ τὰ αἴτια τῆς οὐσίας ζητῶν αὐτὴν ζητεῖ τὴν οὐσίαν, ὥσπερ καὶ ὁ τὴν τῆς ἐκλείψεως αἰτίαν ζητῶν αὐτὴν ζητεῖ τὴν ἔκλειψιν. ἡ γὰρ αἰτία τῆς ἐκλείψεως, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηται, ὁ ὅρος τῆς ἐκλείψεώς ἐστιν, οὗτος δὲ αὐτή ἐστιν ἡ ἔκλειψις. ἔχων οὖν δεδειγμένον ὅτι ἡ προκειμένη ἐπιστήμη ἐστιν ἡ πρώτη καὶ ὅτι ἡ πρώτη τῶν πρώτων, δείκνυσιν3 ὅτι ἡ οὐσία τῶν ἄλλων κατηγοριῶν πρώτη ἐστίν· ὥστε εἰ ἡ σοφία πρώτη, ἡ δὲ πρώτη τῶν πρώτων, εἰ δειχθήσεται ὅτι ἡ οὐσία πρώτη, ἡ παροῦσα σοφία τῆς οὐσίας ἂν εἴη θεωρητική. πρῶτον δὲ προσδιορίζεται τοὺς τρόπους, καθ’ οὓς δυνατόν ἐστιν ἐννοεῖν τὴν οὐσίαν μετὰ τῶν δέκα κατηγοριῶν, λέγων καὶ γὰρ εἰ ὡς ὅλον τι τὸ πᾶν, ἡ οὐσία πρῶτον μέρος, τουτέστιν εἴτε ξύμπασαν τὴν αἰσθητὴν οὐσίαν μετὰ τῶν συμβεβηκότων ὡς ἕν τι λαμβάνομεν, ἡ οὐσία πρῶτον μέρος, εἴτε ἀπολελυμένας καὶ κεχωρισμένας ἀπ’ ἀλλήλων καὶ ἐφεξῆς κειμένας τὰς δέκα νοήσομεν κατηγορίας, οἷον πρῶτον φέρε εἰπεῖν τὸ ποσόν, εἶτα τὸ ποιόν, εἶτα τὴν οὐσίαν, εἶτα τὰς λοιπάς, καὶ οὕτως ἡ οὐσία πρώτη τῶν ἄλλων ἐστίν, εἶτα τὸ ποιόν, εἶτα τὸ ποσόν, καὶ αἱ λοιπαὶ ὁμοίως· τούτου γὰρ ἐστι δηλωτικὸν τὸ εἰ καὶ τῷ ἐφεξῆς,4 τουτέστιν εἰ καὶ μὴ ὡς ἓν ἀλλ’ ἐφεξῆς οὔσας τὰς κατηγορίας νοοῦμεν καὶ μὴ ἐν τῇ οὐσίᾳ οὔσας. ἀλλ’ ἐπεὶ ἀσαφέστερόν πως ἔτι ἐστὶ τὸ λεγόμενον, γινέσθω σαφέστερον ἐπὶ ὑποδείγματος. ὁ Σωκράτης ἐστὶ μὲν καὶ οὐσία, ἀλλὰ καὶ λευκός, ἀλλὰ καὶ φιλόσοφος, ἀλλὰ καὶ μουσικός. τῆς οὖν ὁλότητος τῆς ἐκ τῆς τοῦ Σωκράτους οὐσίας καὶ τοῦ λευκοῦ καὶ φιλοσόφου καὶ μουσικοῦ ἀποτελεσθείσης μέρος ἐστὶ τὸ μουσικόν· ὁμοίως καὶ ὁ Σωκράτης μέρος ἐστὶ τοῦ συνόλου τοῦ ἐκ λευκοῦ καὶ μουσικοῦ καὶ φιλοσόφου καὶ Σωκράτους ἀποτελεσθέντος.

“观照是关于实体的。” 既然已经证明当面的科学先于所有其他科学而居首位,且居于首位的科学的主题也是居于首位的,而实体是先于其他范畴而居首位的,那么实体便应当是智慧的主题;又既然在诸实体中,一者居先,另一者居次,那么最原初的实体应当是它的主题。在声称“观照是关于实体的”之后,他通过声称“因为所探究的乃是诸实体的始基与原因”,简要地补充了其理由。因为探究实体的始基与原因的人,所探究的正是实体本身,正如探究日食原因的人所探究的正是日食本身一样。因为正如在《后分析篇》第二卷中所言,日食的原因乃是日食的定义,而这就是日食本身。因此,在证明了当面的科学是居于首位的、且居于首位的科学是关于居于首位的事物的之后,他表明实体居于其他范畴的首位;从而如果智慧居于首位,且居于首位的科学是关于居于首位的事物的,如果证明了实体居于首位,那么当前的智慧就将是观照实体的。然而首先,他界定了能够将实体与十个范畴一同予以把握的各种方式,他说:“因为即使整体是某种完整之物,实体也是第一部分”,也就是说,无论我们是将所有可感实体连同其偶性视为单一的事物,实体都是第一部分;或者我们将十个范畴构想为彼此解离、分离且相继排列的,例如假定说,先是数量,然后是性质,然后是实体,然后是其余的,即便如此,实体也先于其他范畴居于首位,其次是性质,其次是数量,其余以此类推;因为“即使按照相继”这一短语正是指示这一点的,也就是说,即使我们并非把诸范畴构想为一个整体,而是构想为相继存在且并不存在于实体之中。但既然所说的话仍多少有些晦涩,那就通过一个例子来使之更加明晰。苏格拉底固然是实体,但也白,也是哲学家,也懂音乐。因此,在由苏格拉底的实体以及白、哲学家、懂音乐者所构成的整体中,懂音乐者是其中一部分;同样,苏格拉底也是由白、懂音乐者、哲学家和苏格拉底所构成的复合整体的一部分。

语法注4 条
  1. 12.0ὃ λάμβδα τοῖς Περιπατητικοῖς ἐπιγράφειν σύνηθες

    关系代词 ὃ 的先行词为中性单数名词 βιβλίῳ,不定式 ἐπιγράφειν 作为形容词 σύνηθες 的补充成分。与格 τοῖς Περιπατητικοῖς 作不定式的逻辑主语(“漫步派学者习惯冠以……”)。

  2. 12.0ἔναυλον ἔχοντες τὸν περὶ τούτων λόγον

    分词 ἔχοντες 与目的从句的主语(ἵνα ... γνῶμεν 中所暗含的‘我们’)一致,表示伴随状况。形容词 ἔναυλον(原意为“萦绕耳畔的”,引申为“记忆犹新的”)处于述语位置修饰 τὸν ... λόγον,意为“在将关于这些的论述鲜活地留在心中之际”。

  3. 12.1ἔχων οὖν δεδειγμένον ὅτι ... δείκνυσιν

    现在分词 ἔχων 与完成时被动分词 δεδειγμένον 构成迂回完成时结构(periphrasis),意为“在已经证明了……的状态下”。主句的主动词为 δείκνυσιν,表明亚里士多德在既定前提的基础上推进进一步论证的逻辑次序。

  4. 12.1τὸ εἰ καὶ τῷ ἐφεξῆς

    中性冠词 τὸ 将来自亚里士多德原文的引语(Metaph. 1069a20–21, εἰ δὲ καὶ τῷ ἐφεξῆς)整体名词化。在语法上作主格,是带有限制性属格 τούτου 的述语形容词 δηλωτικόν 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:668.2-669.17