← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§666.19-667.12

作为真的有之性质与第11卷注疏结语

注疏者将亚里士多德在《形而上学》第11卷第8章中所谓的“作为真的有”解释为思想的结合与状态,而非外在实在,并指出原因只就外在之有被探究,且偶性的诸原因是不可限定的。随后注疏者因本卷余下内容与《物理学》完全重复而在此结束对第11卷的注疏,宣布转入对第12卷(拉姆达)的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.30

" Τὸ δ’ ὡς ἀληθῶς ὂν καὶ μὴ κατὰ συμβεβηκός." Ὡς ἀληθῶς ὂν ἔλεγεν,1 ὅτε περὶ τούτου τὸν λόγον ἐν ταύτῃ ἐποιεῖτο τῇ πραγματείᾳ, τὴν ἀληθῆ κατάφασιν ἢ τὴν ἀληθῆ ἀπόφασιν, ὥσπερ καὶ ὡς ψεῦδος μὴ ὂν τὴν ψευδῆ κατάφασιν καὶ ἀπόφασιν. τὸ οὖν ὡς ἀληθῶς, φησίν, ὂν ἀλλ’ οὐ τὸ κατὰ συμβεβηκὸς ὄν, τὸ δὴ ὡς ἀληθῶς ὂν ἐν συμπλοκῇ ἐστι διανοίας καὶ πάθος διανοίας. ὅταν γὰρ ἀληθῶς συνάψῃ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ ἡ διάνοια, λέγεται τοῦτο ὄν, οὐχ ἁπλῶς δὲ ὂν ἀλλ’ ὡς ἀληθῶς ὄν· οἷον εἰ γράφοντος Σωκράτους εἴπῃ ἡ διάνοια ὡς ὁ Σωκράτης γράφει, τοῦτο ὄν μέν ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ὂν ἀλλ’ ὡς ἀληθὲς ὄν. τούτου οὖν τοῦ ὡς ἀληθῶς ὄντος αἰτία οὐ ζητεῖται· οὐθεὶς γὰρ ζητεῖ διὰ τί ἡ διάνοια συνέπλεξε τῷ Σωκράτει τὸ γράφειν· ἀλλὰ περὶ τὸ ἔξω ὂν καὶ χωριστὸν ἤτοι καθ’ αὑτὸ ὑπάρχον, περὶ τοῦτο ζητοῦμεν τὰ αἴτια.2 ἔξω δὲ ὂν λέγει τὸν Σωκράτην καὶ τὴν ἐνέργειαν αὐτοῦ, λέγω δὴ τὸ γράφειν· οὐ γάρ ἐστιν ὁ Σωκράτης καὶ ἡ ἐνέργεια αὐτοῦ ἐν τῇ λεγούσῃ διανοίᾳ ὅτι ὁ Σωκράτης γράφει, ἀλλ’ ἐκτὸς αὐτῆς καὶ ἐν τῳδὶ τῷ τόπῳ. περὶ δὴ τὸ ἔξω ὂν ζητοῦμεν τὰ αἴτια· ζητοῦμεν γὰρ τὴν αἰτίαν δι’ ἣν ὁ Σωκράτης γράφει. οὐ παρέργως δὲ τούτων ἐμνήσθη, ἀλλ’ ἐπειδὴ ἔδειξεν ὅτι τοῦ κατὰ συμβεβηκὸς ὄντος οὐκ εἰσὶν αἴτια, ἀκολούθως εἴρηκεν ὅτι οὐδὲ τοῦ ὡς ἀληθῶς ὄντος εἰσὶν αἴτια. εἰπὼν δὴ ὅτι τοῦ ἔξω ὄντος τὰ αἴτια ζητοῦμεν, λέγει ὅτι τοῦ δὲ οὐκ ἀναγκαίου ἀλλ’ ἀορίστου καὶ ἐπ’ ἔλαττον ὄντος τὰ αἴτια ἀόριστα καὶ ἄτακτα, καὶ διὰ τοῦτο οὐ ζητεῖται· τοῦ γὰρ ἐντυχεῖν ὃν μὲν ἐβούλετό τις ἰδεῖν, μὴ ᾤετο δέ, ἄπειρα τὰ αἴτια, ὡς ἐν τοῖς Περὶ φύσεως εἴρηκεν. οὔτε οὖν αἴτιά εἰσι τοῦ κατὰ συμβεβηκὸς ὄντος, οὔτε ἔστιν ἐν αὐτῷ τὸ ἕνεκά του, ἀλλ’ ἔστι τὸ ἕνεκά του ἢ ἐν τοῖς φύσει γινομένοις ἢ τοῖς ἀπὸ διανοίας. Μέχρι δὴ τῶν ἐνταῦθα ἡμῖν ἐξηγητέον τὰ τοῦ παρόντος βιβλίου· τὰ γὰρ ἀπὸ τοῦ τύχη δέ ἐστιν, ὅταν τι τούτων γένηται κατὰ συμβεβηκὸς ἕως τοῦ τέλους τοῦ βιβλίου τὰ αὐτά εἰσιν3 ἀπαραλλάκτως τοῖς ἐν τῇ Φυσικῇ ἀκροάσει λεγομένοις, καὶ δεῖ τούτων τὴν σαφήνειαν ἐκ τῶν εἰς ἐκεῖνα ὑπομνημάτων πορίζεσθαι, ἡμῖν δὲ ἡ τοῦ Λ σαφήνεια προχειριζέσθω.

“作为真且非偶然的有。” 当他在本论著中讨论这一点时,他所谓的“作为真的有”,是指真实的肯定或真实的否定,正如“作为假的不存在”是指虚假的肯定和否定一样。因此他说,作为真的有,而非偶性之有,乃在思想的结合之中,是思想的一种状态。因为当思想真实地将述词与主词结合起来时,这被称为有,但不是纯粹的有,而是作为真的有;例如,如果苏格拉底正在书写时思想说苏格拉底在书写,这固然是有,但不是纯粹的有,而是作为真实的有。因此,对这种作为真的有,并不探究其原因;因为没有人会问思想为何将书写与苏格拉底结合起来;相反,关于外在的、可分离的、即自身存有的有,我们探究关于它的原因。他所谓的“外在的有”,是指苏格拉底及其现实活动,我指的是书写;因为苏格拉底及其现实活动并不在声称“苏格拉底在书写”的思想之中,而是在思想之外,在这个特定处所之中。因此,关于外在的有,我们探究其原因;因为我们在探究苏格拉底书写所凭藉的原因。他提及这些并不是偶然带过的,而是因为他表明了偶性之有不存在原因,紧接着便说作为真的有同样不存在原因。在声称我们探究外在之有的诸原因之后,他说,对于非必然的、而是不定且发生于少数情况之有的原因,乃是不定且无序的,因此不被探究;因为偶然遇上某人想见却未曾料到会见到的人,其原因乃是无尽的,正如他在《物理学》中所言。因此,既不存在偶性之有的原因,其中也不存在“为了某种目的”,而“为了某种目的”要么存在于由自然生成的事物中,要么存在于出于思想的事物中。到此为止的内容便是本卷应当由我们解释的部分;因为从“当这些事物中有任何一种偶然生成时,便是运气”直到本卷末尾的内容,与《自然听讲》中所言毫无二致,关于这些内容的明晰理解必须从关于那些著作的注解中获取,而对我们而言,则应着手进行对《拉姆达》的阐明。

语法注3 条
  1. 11.30Ὡς ἀληθῶς ὂν ἔλεγεν

    动词 ἔλεγεν 支配双宾格结构(表示称呼/意指的句式),将引语 ὡς ἀληθῶς ὄν 作为宾语,而将后面的 τὴν ἀληθῆ κατάφασιν ἢ τὴν ἀληθῆ ἀπόφασιν 作为宾语补足语(谓语宾格),即“他所谓的‘作为真的有’是指真实的肯定或真实的否定”。

  2. 11.30τοῦ γὰρ ἐντυχεῖν ὃν μὲν ἐβούλετό τις ἰδεῖν, μὴ ᾤετο δέ, ἄπειρα τὰ αἴτια

    带冠词的不定式属格 τοῦ ἐντυχεῖν 依附于句末的 ἄπειρα τὰ αἴτια(原因乃是无尽的),构成“偶然遇上……的原因是无尽的”。在关系从句 ὃν μὲν ἐβούλετό τις ἰδεῖν, μὴ ᾤετο δέ 中,被 ἐντυχεῖν 支配的先行词(与格代词 τούτῳ 等)被省略,整个关系从句直接充当 ἐντυχεῖν 的补足语。

  3. 11.30τὰ γὰρ ἀπὸ τοῦ τύχη δέ ἐστιν, ὅταν τι τούτων γένηται κατὰ συμβεβηκὸς ἕως τοῦ τέλους τοῦ βιβλίου τὰ αὐτά εἰσιν

    主语由中性复数冠词 τὰ 统摄介词短语 ἀπὸ τοῦ ... ἕως τοῦ τέλους τοῦ βιβλίου 构成框形结构(“从……直到本卷末尾的内容”)。在 ἀπὸ τοῦ 之后的句子 τύχη δέ ἐστιν, ὅταν τι τούτων γένηται κατὰ συμβεβηκός 是对亚里士多德原文(1065a26–27)的直接引语,作为名词性成分受中性单数属格冠词 τοῦ 的管辖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:666.19-667.12