← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§665.13-666.18

设定偶性具有确定原因导致的归谬

亚历山大阐发了亚里士多德的归谬论证,通过从打雷到日食、再到发现宝藏的因果链条之例,论述了若承认偶性具有确定原因,则必然性将彻底取消偶然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.29#2

εἰ γάρ εἰσιν αὐτοῦ τὰ αἴτια ὡρισμένα, ἔσται ἀναγκαῖον, ὥσπερ καὶ τὰ λοιπὰ ὧν ἐστι τὰ αἴτια ὡρισμένα· εἰ δὲ τοῦτο, ἔσται πάντα ἐξ ἀνάγκης· εἰ δὲ τοῦτο, ἀναιροῖτ’ ἂν ἡ τοῦ ἐνδεχομένου φύσις. ὅτι δὲ ἔστιν ἡ τοῦ ἐνδεχομένου φύσις καὶ ἀδύνατόν ἐστιν αὐτὴν μὴ εἶναι, δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας. εἰπὼν δὲ ὅτι πάντα ἐξ ἀνάγκης πως ἔσται, τοῦτο κατασκευάζει λέγων· εἰ γὰρ τοῦδε ὄντος ἔστι τόδε καὶ τοῦδε τόδε, τοῦτο δὲ γίνεται οὐκ ἐπὶ τῶν τυχόντων ἀλλ’ ἐπὶ τῶν ἀναγκαίων, εἰ οὖν καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος τοῦδε μὲν ὄντος ἐστὶ τόδε, τοῦδε δὲ ὄντος ἐστὶ τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς ἀναγκαῖον. ὥσπερ γὰρ οἰκίας οὔσης ἐξ ἀνάγκης εἰσὶ τοῖχοι, τούτων δὲ ὄντων θεμέλιοι, καὶ τούτων ἐξ ἀνάγκης λίθοι, οὕτω καὶ τὸ συμβεβηκὸς ἐξ ἀνάγκης ἂν ἦν, εἴπερ ἦσαν αὐτοῦ τὰ αἴτια ὡρισμένα. οἷον σαφηνείας ἕνεκεν τοῦ ἡλίου κατὰ κάθετον γινομένου τῇ σελήνῃ ἐξ ἀνάγκης γίνεται ἔκλειψις, ἐκλείψεως δὲ γενομένης δεδόσθω ὡς συνέβη εὑρεθῆναι θησαυρόν· εἰ οὖν τῆς τοῦ θησαυροῦ εὑρέσεως τὰ αἴτια ὡρισμένα ἐστίν, ἔστωσαν αὐτοῦ αἴτια ἥ τε ἔκλειψις καὶ τὸ τῆς ἐκλείψεως αἴτιον· ὥστε ἐπεὶ τοῦ ἡλίου κατὰ κάθετον τῇ σελήνῃ γινομένου ἐξ ἀνάγκης γίνεται ἔκλειψις, ἡ δὲ ἔκλειψις αἰτία ἐστὶ τῆς τοῦ θησαυροῦ εὑρέσεως, ἐξ ἀνάγκης ἔσται ἡ τοῦ θησαυροῦ εὕρεσις, ἧς εὑρέσεώς ἐστιν αἰτία ἡ ἔκλειψις. τοῦτο δέ, ἤτοι ἡ τοῦ θησαυροῦ εὕρεσις, ἦν συμβεβηκός· ἔστι γὰρ τῶν ἐπ’ ἔλαττον· νῦν δὲ ἐκ τοῦ λέγειν ὅτι ὡρισμένα ἐστὶν αὐτοῦ τὰ αἴτια συνάγεται ὅτι τῶν ἀναγκαίων ἐστίν. ἅπαντα ἄρα ἀναγκαῖά ἐστι καὶ οὐδέν ἐστιν ἐνδεχόμενον. τελευταῖον δὲ εἶδος εἶπε τὸ ἔσχατον αἰτιατόν.1 αἴτιον μὲν γὰρ πρῶτον ἡ κατὰ κάθετον τοῦ ἡλίου ἀπόστασις, αἰτιατὸν δὲ ἡ ἔκλειψις. πάλιν αἴτιον μὲν δεύτερον ἡ ἔκλειψις, αἰτιατὸν δὲ ἔσχατον ἡ τοῦ θησαυροῦ εὕρεσις· εἰ δὲ ἦν αὕτη ἡ εὕρεσις αἰτία τινός, ἦν ἂν ἐκεῖνο τὸ ἔσχατον αἰτιατόν. εἰ μὲν οὖν ὂν ὑποθώμεθα τὸ τοῦ συμβεβηκότος αἴτιον,2 συμβήσεται καὶ τὸ συμβεβηκὸς ἐξ ἀνάγκης εἶναι. εἰ δὲ μὴ ὄν, φησίν, ὑποθώμεθα ἀλλὰ γινόμενον, ἐξ ἀνάγκης γενήσεται καὶ τὸ συμβεβηκός. εἰ γὰρ αὔριον γενήσεται θησαυροῦ εὕρεσις ἐκλείψεως γινομένης, ἔκλειψις δὲ γενήσεται εἰ ἀντίφραξις γένηται ὑπὸ τῆς γῆς, αὕτη δὲ εἰ κατὰ κάθετον ὁ ἥλιος γίνηται, καὶ τοῦτο πάλιν εἰ γίνεται βροχή, καὶ τοῦτο εἰ βροντᾷ, ἡ δὲ βροντὴ ἔστω τελευταῖον, ἀναποδιστέον3 ‘ἐπεὶ βροντὴ γίνεται, βρέξει ἐξ ἀνάγκης, βροχῆς γινομένης ἐξ ἀνάγκης ὁ ἥλιος κατὰ κάθετον γίνεται, τούτου γινομένου ἐξ ἀνάγκης ἀντίφραξις γίνεται, ταύτης γινομένης ἐξ ἀνάγκης ἔκλειψις, καὶ ταύτης ἐξ ἀνάγκης ἡ τοῦ θησαυροῦ εὕρεσις.’ ἅπαντα ἄρα ἐξ ἀνάγκης. ἐὰν οὖν, φησίν, ἀπὸ τοῦ ἐνεστῶτος νῦν ἀρξάμενοι λέγωμεν ὅτι αὔριον γίνεται ἔκλειψις, ἐπειδὴ πᾶν τὸ γεγονὸς ἐν πεπερασμένῳ χρόνῳ γίνεται, καταντήσομεν εἰς τὸ ὄν. ἔστω γὰρ ὅτι ἡ τοῦ θησαυροῦ εὕρεσις γίνεται ἅμα τῷ παυθῆναι τὴν ἔκλειψιν, καὶ αὕτη ἅμα τῷ παῦσαι τοῦ βρέχειν, καὶ τοῦτο ἅμα τῷ παῦσαι τοῦ βροντᾶν· ἐπειδὴ ὁ πᾶς χρόνος πεπερασμένος ἐστίν, ἐὰν ἀφέλωμεν τὸν τῆς ἐκλείψεως χρόνον, εἶτα τὸν τῆς βροχῆς, κἂν ἑκατονταμηναῖοί εἰσι κἂν χιλιονταμηναῖοι, ὅμως πεπερασμένοι, ἥξομέν ποτε εἰς τὸ ὂν ἤτοι τὴν βροντήν. ἐκεῖθεν οὖν ἀρξάμενοι εὑρήσομεν πάντα τὰ μετὰ τὴν βροντὴν ἐξ ἀνάγκης γινόμενα.

因为如果它的诸原因乃是确定的,它就将是必然的,正如原因确定的其余事物一样;而如果是这样,一切事物就都将出于必然;而如果是这样,偶然之物的本性就会被取消。而偶然之物的本性存在,且它不可能不存在,已经在《解释篇》中得到了证明。而在说了“一切事物都将以某种方式出于必然”之后,他通过如下说法确立了这一点:因为如果由此物存在则有彼物,由彼物存在则有此另一物,而这种情况不是发生在碰巧的事物上,而是发生在必然的事物上,那么,如果在偶性之有上也是由此物存在则有彼物,由彼物存在则有偶性,那么偶性就将是必然的。因为正如有了房屋便必然有墙壁,有了墙壁便有地基,有了地基便必然有石料一样,如果偶性的原因确实是确定的,那么偶性同样也会是出于必然的。例如,为了清楚起见,当太阳垂直于月亮时便必然发生食,而食发生后,且假定碰巧发现了宝藏;那么,如果发现宝藏的原因是确定的,就让食以及食的原因作为其原因吧;因此,既然太阳垂直于月亮便必然发生食,而食又是发现宝藏的原因,那么作为食为其原因的宝藏的发现,就将必然存在。但这一事实,即发现宝藏,本来是偶性;因为它是属于少数情况下发生的事物;然而现在,从声称其原因是确定的这一前提出发,却推导出了它是属于必然之物的。因此,一切事物都是必然的,没有任何事物是偶然的。而通过“最后的种”,他是指“终极的结果”。因为第一原因是太阳垂直的距度,而结果是食;反过来,第二原因是食,而终极的结果则是发现宝藏;如果这一发现又是某种事物的原因,那么那事物就将是终极的结果。因此,如果我们假定偶性的原因是某种现存之物,那么偶性也将必然存在;但是,他说,如果我们假定它不是现存之物,而是正在生成之物,那么偶性也将必然生成。因为如果明天在发生食时将生成宝藏的发现,而如果发生大地的遮挡则将生成食,而如果太阳处于垂直则将发生这一遮挡,而再次如果下雨则将发生这一点,而如果打雷则将发生下雨,且让打雷作为最后的一项,那么就必须反向推导:“既然打雷发生了,就必然会下雨;下雨发生,太阳必然处于垂直;这一点发生,必然发生遮挡;遮挡发生,必然发生食;而食发生,必然发生宝藏的发现。”因此,一切事物都出于必然。他说,因此如果我们从当下的“现在”出发,说“明天将发生食”,那么既然一切生成了的事物都是在有限的时间内生成的,我们将抵达现存之物。因为假定宝藏的发现在食停止的同时发生,而食在下雨停止的同时发生,这一点又在打雷停止的同时发生;既然整个时间是有限的,那么如果我们扣除食的时间,接着扣除雨的时间,即便它们长达百月或千月,但终究是有限的,我们终会在某个时刻到达现存之物,即打雷。于是从那里开始,我们将发现打雷之后的一切事物都是出于必然生成的。

语法注3 条
  1. 11.29τελευταῖον δὲ εἶδος εἶπε τὸ ἔσχατον αἰτιατόν

    双宾格结构。εἶπε 在此意为“指/称”,以引述语词 τελευταῖον εἶδος(最后的种)作直接宾语,以 τὸ ἔσχατον αἰτιατόν(终极的结果)作补足宾格。注疏者在此解释了亚里士多德本文中的“最后的种”指的即是因果链条中最终产生的结果。

  2. 11.29εἰ μὲν οὖν ὂν ὑποθώμεθα τὸ τοῦ συμβεβηκότος αἴτιον

    带连接法 ὑποθώμεθα 的条件从句前半部。分词 ὄν 用作宾语 τὸ τοῦ συμβεβηκότος αἴτιον(偶性的原因)的补足语,表“假定……作为现存之物”。它与后文的 εἰ δὲ μὴ ὄν... ἀλλὰ γινόμενον 形成严格对照,将原因的状态区分为“现成存在着的事物(ὄν)”与“正在生成着的事物(γινόμενον)”两类。

  3. 11.29ἀναποδιστέον

    非人称动形容词结构,意为“必须反向推导/回溯”。在从未来的事件(发现宝藏)逆推至时间在先的原因(打雷)的设定(εἰ γὰρ αὔριον...)完成后,该动形容词指示论证转向:从该最初原因(打雷)顺推回最终结果,以表明全过程必然性的论证动作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:665.13-666.18