← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§664.8-665.13

存在者的三分与偶性的定义

亚历山大阐释了亚里士多德在1064b30中的论证:首先通过存在者的三分(必然的、多数情况的、罕见的)定义偶性以证明不存在关于偶性的科学,进而通过关于确定原因的归谬法对此作进一步论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.29#1

" Ὅτι δὲ οὐδ’ ἐνδεχόμενόν ἐστιν εἶναι τοῦ συμβεβηκότος τὴν ἐπιστήμην." Λαβὼν ἐξ ἐπαγωγῆς ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη, ὅτι, φησί, τοῦτο ἀληθές ἐστι δῆλον ἡμῖν γενήσεται ὁρισαμένοις τί ποτέ ἐστι τὸ συμβεβηκός·1 τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πειραθεῖσιν ἰδεῖν τί ποτέ ἐστι τὸ συμβεβηκός. μέλλων δὲ ὁρίσασθαι τὸ συμβεβηκὸς ποιεῖται διαίρεσιν τῶν ὄντων συντελοῦσαν αὐτῷ εἰς τὴν τοῦ ὁρισμοῦ τοῦ συμβεβηκότος ἀπόδοσιν, λέγων τῶν ὄντων τὰ μὲν ἀεί ἐστι καὶ ἐξ ἀνάγκης. ἐπεὶ δὲ τὸ ἀναγκαῖον πολλαχῶς λέγεται, ὡς ἐν τῷ Δ ταύτης τῆς πραγματείας ἐμάθομεν, ὧν ἓν ἦν τὸ βίᾳ, ἐπάγει ἀνάγκης δὲ λέγω οὐ τῆς κατὰ βίαν, ἀλλ’ ᾗ χρώμεθα ἐν ταῖς ἀποδείξεσιν.2 ἀεὶ γὰρ καὶ ἐξ ἀνάγκης τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἰσὶν ἴσα, καὶ τὰ λοιπὰ ἀξιώματα ὁμοίως. τὰ μὲν οὖν ἀεί ἐστι καὶ ἐξ ἀνάγκης, τὰ δ’ ὡς ἐπὶ τὸ πολύ· ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ ἄνθρωποι πενταδάκτυλοι· τὰ δὲ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ οὔτε ἐξ ἀνάγκης ἀλλ’ ὅπως ἔτυχε, τουτέστιν ἐπ’ ἔλαττον. καὶ ὅτι τὸ ὅπως ἔτυχεν ἀντὶ τοῦ ὡς ἐπ’ ἔλαττον ἔλαβε, δῆλον πεποίηκε διὰ τοῦ ἐπαχθέντος αὐτῷ παραδείγματος· ἐπ’ ἔλαττον γὰρ καὶ σπανίως ἐπὶ κυνὸς ἀνατολῇ γίνεται ψῦχος· ποτὲ γὰρ ἴσως τοῦτο συμβήσεται. τὸ οὖν συμβεβηκός ἐστιν οὔτε τῶν ὡς ἐπὶ τὸ πολὺ οὔτε τῶν ἐξ ἀνάγκης καὶ ἀεί, ἀλλὰ τῶν ὡς ἐπ’ ἔλαττον. διελὼν οὖν οὕτω τὰ ὄντα ὁρίζεται τὸ συμβεβηκὸς λέγων συμβεβηκός ἐστιν ὃ γίνεται μέν, οὐκ ἀεὶ δὲ οὐδὲ ἐξ ἀνάγκης οὐδ’ ὡς ἐπὶ τὸ πολύ· ὥστε τὸ ἐν τῷ κόρακι μέλαν οὐχ ἁπλῶς συμβεβηκὸς λεχθήσεται ἀλλὰ μετὰ προσθήκης ἐπὶ πολὺ συμβεβηκός· τὸ δὲ ἐπ’ ἔλαττον γινόμενον συμβεβηκὸς ἁπλῶς χωρίς τινος προσθήκης. εἰ δὴ πᾶσα ἐπιστήμη ἢ τῶν ἀναγκαίων ἐστὶν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς οὐ τοιοῦτον, τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἐπιστήμη. δείκνυσι δὲ καὶ ἄλλως ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη, δυνάμει συλλογιζόμενος οὕτως. ὧν ἐστιν ἐπιστήμη, τούτων εἰσὶν ἀρχαὶ καὶ αἴτια ὡρισμένα· τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀρχαὶ καὶ αἴτια ὡρισμένα οὐκ εἰσι· τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἐπιστήμη. τούτων τῶν δύο προτάσεων τὴν μείζονα τὴν ὧν εἰσιν ἐπιστῆμαι τούτων ἀρχαί εἰσι καὶ αἴτια ὡς πολλάκις δειχθεῖσαν οὐ κατασκευάζει, τὴν δὲ ἐλάττονα τὴν λέγουσαν ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ὡρισμένα αἴτια δείκνυσι δι’ ἀδυνάτου, ὑποθέμενος τὸ ἀντικείμενον ὅτι ἔστωσαν τοῦ κατὰ συμβεβηκὸς ὄντος αἴτια [καὶ] ὡρισμένα, καὶ συλλογίζεται πάλιν δυνάμει ὧδε. τὸ συμβεβηκὸς ὡρισμένα αἴτια ἔχει, ὡς ὑπόκειται· ὧν ἐστιν ὡρισμένα αἴτια, ταῦτα ἀναγκαῖά ἐστι· τὸ συμβεβηκὸς ἄρα ἀναγκαῖόν ἐστι. τούτῳ προσληφθείσης ἑτέρας προτάσεως τῆς τὸ δὲ ἀναγκαῖον ἀεί ἐστι,3 συνάγεται ὅτι τὸ συμβεβηκὸς ὂν ἀεί ἐστι. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον ἄρα καὶ δι’ οὗ τοῦτο συνῆκται· ἔστι δὲ τὸ τοῦ κατὰ συμβεβηκὸς ὄντος αἱ ἀρχαὶ ὡρισμέναι εἰσίν. εἰ δ’ οὐκ εἰσιν αἱ ἀρχαὶ αὐτοῦ ὡρισμέναι, οὐδ’ ἔστιν αὐτοῦ ἐπιστήμη. καὶ ἡ μὲν ἀγωγὴ τῶν λεγομένων τοιαύτη τις ἂν εἴη, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἂν ἔχοι. ὅτι δὲ τοῦ κατὰ συμβεβηκὸς ὄντος οὐκ εἰσιν ἀρχαὶ τοιαῦται, τουτέστιν ὡρισμέναι, δῆλον.

“而甚至不可能有偶性的科学。” 在通过归纳获得了不存在偶性的科学之后,他说,当我们定义了偶性究竟是什么时,这一点为真对于我们便会变得清楚;因为他是通过“对于那些试图看明偶性究竟是什么的人”表明了这一点的。而为了定义偶性,他做出了关于存在者的区分,这一区分有助于他给出偶性的定义,他说在存在者中,有一些是总是且出于必然存在的。然而,由于必然是有多种说法的(正如我们在本著作的第Δ卷中所学到的那样,其中之一是出于强力的),他接着补充道:“但我所说的必然,并非出于强力的必然,而是我们在诸论证中所运用的必然”。因为总是且出于必然地,与同一事物相等的诸事物彼此也相等,其余的公理也是如此。因此,有些事物是总是且出于必然存在的,有些事物则是多数情况下存在的;因为在多数情况下人是有五指的;而另一些事物则既非在多数情况下也非出于必然,而是碰巧发生的,也就是说,在少数情况下。而他用“碰巧”来代替“在少数情况下”,他通过自己所补充的例子表明了这一点;因为在天狼星升起时发生寒冷乃是少数情况且罕见的;因为某一次也许会发生这种事。因此,偶性既不属于在多数情况下存在的事物,也不属于出于必然且总是存在的事物,而是属于在少数情况下存在的事物。于是,在如此区分了存在者之后,他定义了偶性,说:“偶性乃是生成着、但既非总是也非出于必然亦非多数情况下存在的事物”;因此渡鸦中的黑色不会被单纯称为偶性,而是带有附加说明地被称为“多数情况下的偶性”;而在少数情况下生成的事物,则是没有任何附加说明的单纯的偶性。那么,如果一切科学要么是关于必然之物的,要么是关于多数情况下的事物的,而偶性不是这样的,那么偶性就没有科学。此外,他还以另一种方式表明偶性没有科学,潜在地这样进行推论:凡是有科学的事物,它们都有确定的原理和原因;偶性之有并没有确定的原理和原因;因此偶性没有科学。在这两个前提中,大前提,即凡是有科学的事物它们都有原理和原因,作为常常被表明的,他没有加以论证;而说明偶性没有确定的原因的小前提,他则通过归谬法加以证明,设定其相反的情形,即假定偶性之有存在确定的原因,并且再次潜在地推论如下:如所假定的那样,偶性具有确定的原因;凡是有确定原因的事物,这些事物是必然的;因此偶性是必然的。在此之上再附加另一个前提,即“而必然之物是总是存在的”,便推导出偶性之有是总是存在的。但这是不可能的;因此据以推导出这一结论的那个前提也是不可能的;而那前提就是“偶性之有其原理是确定的”。但如果它的诸原理不是确定的,也就没有关于它的科学。而所说内容的推进脉络大概是这样的,按字面文词则会是如下这样:偶性之有并没有这样的原理,即确定的原理,是清楚的。

语法注3 条
  1. 11.29ὁρισαμένοις τί ποτέ ἐστι τὸ συμβεβηκός

    与格分词 ὁρισαμένοις 与主句中的代词 ἡμῖν 一致,充当状语性分词,表条件或时间(“当我们定义了偶性是什么时/如果我们定义了……”)。

  2. 11.29ἀνάγκης δὲ λέγω οὐ τῆς κατὰ βίαν, ἀλλ’ ᾗ χρώμεθα ἐν ταῖς ἀποδείξεσιν

    属格 ἀνάγκης 是配合 λέγω 表示论题的属格(或受后随的 τῆς κατὰ βίαν 吸引),意为“关于必然,我所说的……”。关系代词 ᾗ 则以所省去的与格先行词(τῇ ἀνάγκῃ)为基底,由 χρώμεθα 所支配。

  3. 11.29τούτῳ προσληφθείσης ἑτέρας προτάσεως τῆς τὸ δὲ ἀναγκαῖον ἀεί ἐστι

    τούτῳ 是指代前述结论(“偶性是必然的”)的与格,依存于带前缀 πρός 的复合分词 προσληφθείσης。整体构成属格绝对分词结构,其中属格定冠词 τῆς 将命题句子 τὸ δὲ ἀναγκαῖον ἀεί ἐστι 名词化,与 ἑτέρας προτάσεως 构成同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:664.8-665.13